Pages

пятница, 31 мая 2013 г.

ΚΑΘΙΔΡΥΣΙΣ ΡΩΣΣΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ


ΚΑΘΙΔΡΥΣΙΣ ΡΩΣΣΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ

Πρᾶξις συνοδικὴ, ἐν ᾗ καὶ ἀποβολὴ τοῦ νέου καλενταρίου, ἤτοι τῆς περὶ τὸ πάσχα λατίνων καινοτομίας (1590). (1)

Τῆς ἁγίας καὶ ἱερᾶς μεγάλης συνόδου, τῆς ἐν ὀνόματι τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συναχθείσης ἐν τῷ ναῷ τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ Παμμακαρίστου ᾀειπαρθένου Μαρίας τῆς ἐπωνομασμένης Παραμυθίας, ἐν Κωνσταντινουπόλει, ἐν ἡμέοαις τοῦ εὐσεβεστάτου καὶ θεοστέπτου βασιλέως Μοσκόβου καὶ αὐτοκράτορος πάσης ῾Ρωσσίας Θεοδώρου Ἰωάννου, προκαθεζομένων τῶν ἁγιωτάτων ὀρθοδόξων πατριαρχῶν, τοῦ τε παναγιωτάτου Ἱερεμίου ἀρχιεπισκόπου Κωνσταντιτινουπόλεως νέας ῾Ρώμης καὶ οἰκουμενικοῦ πατριάρχου, τοῦ τε μακαριωτάτου Μελετίου πάπα καὶ πατριάρχου τῆς μεγάλης πόλεως Ἀλεξανδρείας καὶ κριτοῦ τῆς οἰχουμένης, καὶ τὸν τόπον ἑπέχοντος τοῦ παναγιωτάτου Ἰωακεὶμ Θεουπόλεως τῆς μεγάλης Ἀντιοχείας, καὶ τάσης τῆς Ἀνατολῆς, καὶ τοῦ παναγιωτάτου Σωφρονίου πατριάρχου τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ τάσης Παλαιστίνης, ἐνδημυοῦντος τοῦ λαμπροτάτου Γρηγορίου Ἀθανασίου, πρέσβεως τοῦ προῤῥηθέντος θεοστεβεστάτου βασιλέως, συνεδρευόντων καὶ τῶν πανιερωτάτων  ἀρχιερέων ἐκ πάσης ἐπαρχίας τῆς ἀνατολικῆς ἐκκλνσίας τῶν ὀρθοδόξων, Μελέτιος ὁ μακαριώτατος Ἀλεξανδρείας εἶπεν:
Οἴδατε, ἀδελφοὶ, ὅτι χαρακτηριστικὸν τῆς πρὸς τὸν σωτῆρα καὶ Θεὸν ἡμῶν ἀγάπης ἡ ποιμαντική ἐστὶν ἐπιμέλεια. Πέτρε, γάρ φησι, φιλεῖς με;  ποίμανε τὰ πρόβατά μου· δι' ἣν αἰτίαν καὶ ἡμεῖς πολλοὺς πολλάκις ἀγῶνάς τε καὶ πόνους καὶ κινδύνους ὑπεμείναμέν τε καὶ ὑπομένομεν ὡς οἴδατε καὶ νῦν δὲ, ἐπειδὴ πρὸς ἡμᾶς γράμματα ἀπεστάλη παρὰ τοῦ παναγιωτάτου οἰκουμενικοῦ τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν καὶ τῶν λοιπῶν ἀρχιερέων, ἀξιοῦντα παραγενέσθαι ἡμᾶς εἰς Κωνσταντινούπολιν, τῆς ἐκκλησίας τῶν ἀναγκαίων χάριν, ἐγὼ δὲ καὶ τοῖς γράμμασι τοῖς ἀπὸ Μοσκοβίας τἡς ὀρθοδοξοτάτης παρὰ τοῦ εὐσεβεστάτου Θεοδώρου  ἐντυχὼν   καὶ ἑκατέρων τῶν πραγμάτων ὑπερφροντίζων, τῆς τε ἀνάγκης τῆς ἐκκλησίας καὶ τῆς βασιλικῆς ἀξιώσεως, παρακαλῶ τὴν ὑμετέραν εὐλάβειαν ἀκριβῶς τὰ λεγόμενα παρ' ἡμῶν σκεψαμένην συμψηφίσασθαι ἡμῖν περὶ τῶν λεχθησομένων ὅπερ ἂν δίκαιον εἶναι φανῇ. Πρῶτον τοιγαροῦν, ἐπειδὴ Θεοῦ χάριτι ἡ ἐκκτλησία τοῦ Χριστοῦ κατηρτισμένη ὑπάρχουσα καὶ κατὰ τὰ τῆς εὐσεβείας δόγματα τελείαν εἴληφε κατάστασιν ἐν τοῖς ὁρισθεῖσι καὶ τρανωθεῖσιν ἀπ᾽ αὐτοῦ τοῦ σωτῆρος διὰ τῶν ἀποστόλων καὶ πατέρων ἁγίων διαπρεψάντων ἐνταῦθα ἔν τε τῇ ἁγίᾳ συνόδῳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων τῶν ἐν Νικαίᾳ καὶ ταῖς καθεξῆς οἰκουμενικαῖς ἓξ συνόδοις μέχρι τῆς ζ' τῆς τὸ δεύτερον ἐν Νικαίᾳ συναθροισθείσης, ὡσαύτως καὶ ταῖς μεταξὺ τῶν ἑπτὰ οἰκουμενικῶν κατὰ διαφόρους καιροὺς συναχθείσαις τοπικαῖς τῶν ὀρθοδόξων συνόδοις, ἐπειδὴ τοίνυν τὸ τέλειον εἴληφεν ἡ τῶν ὁρθοδόξων ἐκκλησία, οὐ μόνον κατὰ τὰ τῆς θεογνωσίας καὶ εὐσεβείας δόγματα, ἀλλὰ καὶ κατὰ τὴν ἱερὰν τῶν ἐκκλνσιαστικῶν πραγμάτων κατάστασιν, δίκαιον ἐστὶ καὶ ἡμᾶς πάντα νεωτερισμὸν τῶν τῆς ἐκκλησίας περιβόλων περιορίζειν, εἰδότες ὑπαντίους γεγονέναι ᾀεὶ τοὺς νεωτερισμοὺς τῆς τῶν ἐκκλησιῶν συγχύσεώς τε καὶ διαστάσεως, ἀλλὰ τοῖς ὅροις ἕπεσθαι τῶν ἁγίων Πατέρων, τὰ παρ' αὺτῶν δογματισθέντα ἀπαράτρωτα, δίχα προσθήκης ἡστινοσοῦν καὶ χωρὶς ἀφαιρέσεως ἐνστερνιζομένοις κατὰ τὸν πρῶτον τῆς οἰκουμενικῆς ἑβδόμης συνόδου κανόνα, οὕτως ἔχοντα: τοῖς τὴν ἱερατικὴν λαχοῦσιν ἀξίαν μαρτύριά τε καὶ κατορθώματα αἱ τῶν κοινωνικῶν διατάξεων εἰσὶ διατυπώσεις, ἃς δεχόμενοι ἀσμένως μετὰ τοῦ θεοφάντορος Δαυῒδ ᾄδομεν πρὸς τὸν δεσπότην θεὸν λέγοντες, ἐν τῇ ὁδῷ τῶν μαρτυρίων ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ καὶ ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα ἡ προφητικὴ φωνὴ ἐντέλλεται ἡμῖν φυλάττειν τὰ μαρτύρια τοῦ Θεοῦ καὶ ζῇν ἐν αὐτοῖς δῆλον· ἀκράδαντα καὶ ἀσάλευτα διαμένουσιν, ὅτι καὶ ὁ θεόπτης Μωϋσῆς οὕτω φνσίν: ἐν αὐτοῖς οὐκ ἔστι προσθῖναι· καὶ ἀπ' αὐτῶν οὐχ ἔστιν ἀφαιρεῖν· καὶ ὁ θεῖος Ἀπόστολος ἐν αὐτοῖς ἐγκαυχώμενος βοᾷ: εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, καὶ εἰ ἄγγελος εὐαγγελίζεται ὑμῖν παρ' ὃ παρελάβετε ἀνάθεμα ἔστω. Τούτων οὖν οὕτως ὄντων καὶ διαμαρτυρομένων ἡμῖν, ἀγαλλιώμενοι ἐπ' αὐτοῖς, ὡς εἴ τις εὕροι σκῦλα πολλά, ἀσπασίως τοὺς θείους κανόνας ἐνστερνιζώμεθα καὶ ὁλόκληρον τὴν αὐτὴν διαταγὴν καὶ ἀσάλευτον, κρατυνομένων τῶν ἐντεθέντων ὑπὸ τῶν σαλπίγγων τοῦ Πνεύματος πανευφήμων ἀποστόλων, τῶν τε ἓξ ἁγίων οἰκουμενικῶν συνόδων, καὶ νῶν τοπικῶν συναθροισθεισῶν ἐπὶ ἐκδόσει τοιούτων διαταγμάτων καὶ τῶν ἁγίων πατέρων ἡμῶν· ἐξ ἑνὸς γὰρ ἅπαντες πνεύματος αὐγασθέντες ὥρισαν τὰ συμφέροντα· καὶ οὓς μὲν τῷ ἀναθέματι παραπέμπουσι καὶ ἡμεῖς ἀναθεματίζομεν, ους δὲ τῇ καθαιρέσει καὶ ἡμεῖς καθαιροῦμεν, οὓς δὲ τῷ ἀφορισμῷ, καὶ ἡμεῖς ἀφορίζομεν, οὓς δὲ τῷ ἐπιτιμίῳ παραδιδόασι καὶ ἡμεῖς ὡσαύτως ὑποβάλλομεν: ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσι, ὁ βεβηκὼς εἰς τρίτον οὐρανὸν καὶ ἀκούσας ἄῤῥητα ῥήματα Παῦλος ὁ θεῖος ἀπόστολος διαῤῥήδην βοᾷ· ἀνακηρύττοντις καὶ τὸ ἅγιον σύμβολον τῶν ὀρθοδόξων πατέρων καθὼς διὰ τοσούτων καὶ τηλικούτων συνόδων ἐδιαφυλάχθη· ἔχει δὲ οὕτω:
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Τούτων οὕτω ῥηθέντων παρὰ τοῦ μακαριωτάτου Ἀλεξανδρείας, Ἱερεμίας παναγιωτατος πατριάρχης οἰκουμενικὸς ἐιπε: ταῦτα μὲν ἅπαντες καὶ ὡμολογήσαμεν εὐθὺς τοῦ βαθμοῦ τῆς ἀρχιερωσύνης, μάλιστα δὲ καὶ αὐτοῦ τοῦ θείου βαπτίσματος ἀξιωθέντες, καὶ ὁμολογοῦμεν,  καὶ παρὰ πάντων ταῦτα φυλάττεσθα, διακελευόμεθα, τοῖς πατράσιν ἡμῶν κατὰ πάντα ἑπόμενοι καὶ οὓς ἀσπάζονται ἐκῖνοι ἀσπαζόμεθα καὶ ἡμεῖς, οὓς δὲ ἀποδοκιμάζουσι καὶ ἡμεῖς ἀποδοκιμάζομεν, καθὼς καὶ α΄ κανὼν τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι προεσήμανε, καὶ α΄. τῆς ζ΄. ἐράνωσε. Μελέτιος μακαριώτατος Ἀλεξανδρείας εἶπεν: ἐπειδὴ τῶν πατριαρχικῶν θρόνων κατάστασις ἦν μὲν καὶ παλαιᾷ τινι συνηθείᾳ τῆς καθολικῆς ἐκκλησίας προχαραχθεῖσα, τρανώτερον δὲ ἐτυπώθη κατὰ τὴν ἁγίαν οἰκουμενικὴν α΄. σύνοδον, ὡς ταύτης ς΄. κανὼν δείκνυσιν· ἔχει δὲ οὕτω: τὰ ἀρχαῖα ἔθη κρατείτω, τὰ ἐν Αἰγύπτῳ καὶ Λιβύῃ, καὶ Πενταπόλει, ὥστε τὸν ἐν Ἀλεξανδρείᾳ ἐπίσκοπον πάντων τούτων ἔχειν τὴν ἐξουσίαν· ἐπειδὴ καὶ τῷ ἐν τῇ ῾Ρώμῃ ἐπισκόπῳ τοῦτο σύνηθες, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀντιόχειαν, καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις τὰ πρεσβεῖα φέρεσθαι σωζόμενα ταῖς ἐκχλησίαις· καθόλου δὲ πρόδηλον ἐκεῖνο, ὅτι εἴτις ἐπίσκοπος γένοιτο χωρὶς γνώμνις τοῦ μητροπολίτου, τὸν τοιοῦτον μεγάλη σύνοδος ὥρισε μὴ δεῖν εἶναι ἐπίσκοπον· ἐὰν μέν τοι τῇ κοινῇ πάντων ψήφῳ, εὐλόγῳ οὔσῃ καὶ κατὰ κανόνα ἐκκλησιαστικὸν, δύο τρεῖς δι' οἰκείαν φιλονεικίαν ἀντιλέξωσι κρατείτω τῶν πλειόνων ψῆφος. Καὶ ζ΄. ἐν τὸν Αἰλίας ἐτίμνισε θρόνον, τᾑ τοῦ Σωτῆρος ἡμῶν διὰ σαρκὸς οἰκονομίᾳ κατ' ἑκείνην τὴν χώραν γεγενημένῃ νέμοντες προσῆκον σέβας, εἰ καὶ ἔσχατον τῶν ἄλλων πατριαρχικῶν θρόνων, ἵνα μὴ φαντασίαν τινα παράσχοιεν (τῶν ἄλλων προτιμήσαντες) τὴν τοῦ Χριστοῦ βασιλείαν δοξάζειν ἐπίγειον. Δεῖ δέ μοι τοῖς εὐσεβεστάτοις γράμμασι τοῦ θεοστέπτου βασιλέως ἀποκριθῆναι, παρακαλῶ καὶ τὴν ὑμετέοαν εὐλάβειαν, εἰ δίκαια δόξω λέγειν κᾳὶ τῶν πατρικῶν ὅρων ἐχόμενα δοκιμᾶσαι καὶ συμψηφῖσαι συνοδικῶς· κρίνω τοίνυν δίκαιον εἶναι τῇ Θεοῦ φιλανθρωπίᾳ καὶ χάριτι κοσμηθεῖσαν βασιλείᾳ πόλιν ὀρθοδοξοτάτην Μοσκοβίαν καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς μεγαλύνεσθα πράγμασι κατὰ τὸν κη΄. κανόνα τῆς δ΄. συνόδου τῶν χλ΄. ἁγίων Πατέρων τῶν ἐν Χαλκηδόνι συνελθόντων λέγοντα οὕτω: πανταχοῦ  τοῖς τῶν ἁγίων Πατέρων ὅροις ἑπόμενοι· καὶ τὸν ἀρτίως ἀναγνωσθέντα κανόνα τῶν ρν΄. θεοφιλεστάτων ἐπισκόπων τῶν συναχθέντων ἐπὶ τοῦ τῆς εὐσεβοῦς μνήμης μεγάλου Θεοδοσίου τοῦ γενομένου βασιλέως ἐν τῇ βασιλίδι Κωνσταντίνου πόλει νέᾳ ῾Ρώμῃ γνωρίζοντες, τὰ αὐτὰ καὶ ἡμεῖς ὁρίζομέν τε καὶ ψηφιζόμεθα περὶ τῶν πρεσβείων τῆς ἁγιωτάτης ἐκκλησίας τῆς αὐτῆς Κωνσταντινουπόλεως νέας ῾Ρώμης· διὰ τὸ βασιλεύειν τὴν πόλιν ἐκείνην, οἱ Πατέρες εἰκότως ἀποδεδώκασι τὰ πρεσβεῖα· καὶ τῷ αὐτῷ σκοπῷ κινούμενοι οἱ ρν΄. θεοφιλέστατοι ἐπίσκοποι τὰ ἴσα πρεσβεῖα ἀπένειμαν τῷ τῆς νέας ῾Ρώμης ἁγιωτάτῳ θρόνῳ, εὐλόγως κρίναντες τὴν βασιλείᾳ καὶ συγκλήτῳ τιμηθεῖσαν πόλιν καὶ τῶν ἴσων ἀπολαυοῦσαν πρεσβείων τῇ πρεσβυτέρᾳ βασιλίδι ῾Ρώμῃ, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὡς ἐκείνην μεγαλύνεσθαι πράγμασι, δευτέραν μετ' ἐχείνην ὑπάρχουσαν, καὶ ὥστε τοὺς τῆς Ποντικῆς, καὶ τῆς Ἀσιανῆς, καὶ τῆς Θρᾳκικῆς διοικήσεως μητροπολίτας μόνους· ἔτι δὲ καὶ τοὺς ἐν τοῖς βαρβαρικοῖς ἐπισκόπους τῶν προειρημένον διοικήσεων χειροτονεῖσθαι ὑπὸ τοῦ προειρημένου ἁγιωτάτου θρόνου τῆς κατὰ τὴν Κωνσταντινούπολιν ἁγιωτάτης ἐκκλησίας  δηλαδὴ ἑκάστου μητροπολίτου τῶν προειρημένων διοικήσεων μετὰ τῶν τῆς ἐπαρχίας ἐπισκόπων χειροτονοῦντος τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, καθὼς τοῖς θείοις κανόσι διηγόρευται· χειροτονεῖσθαι δὲ καθὼς εἴρηται τοὺς μητροπολίτας τῶν προειρημένων διοικήσεων παρὰ τοῦ τῆς Κωνσταντινουπόλεως ἀρχιεπισκόπου, ψηφισμάτων συμφώνων κατὰ τὸ ἔθος γενομένων καὶ ἐπ' αὐτῶν ἀναφερομένων· λέγει δὲ καὶ ὁ τῶν ἐν Κωνσταντινουπόλει ἁγίων πατέρων κανὼν ὁ γ΄. τὸν μέντοι Κωνσταντινουπόλεως ἐπίσκοπον ἔχειν τὰ πρεσβεῖα τῆς τιμῆς, μετὰ τὸν τῆς ῾Ρώμης ἐπίσκοπον, διὰ τὸ εἶναι αὐτὴν νέαν ῾Ρώμην· ἀλλ' οὐδὲ ἡ ἁγία καὶ μεγάλη σύνοδος τῶν τιη΄. θεοφόρων πατέρων φαίνεται δι' ἄλλον τινὰ λόγον διανείμασα τάξεις τε καὶ ἐπαρχίας τοῖς πατριαρχικοῖς θρόνοις, οὓς ἐτυπώσατο, εἰμὴ πρὸς τὰ τῶν βασιλειῶν ἀξιώματα, Ἀλεξάνδρειαν προκαθιδρύσασα Αἰγύπτου, Λιβύης καὶ τῶν λοιπῶν, Ἀντιόχειαν δὲ Ἀσσυρίων καὶ πάσης ἀνατολῆς· ὡς δὲ Εὐρώπης τὴν ῾Ρώμην, οὕτως Ἀσίας Κωνσταντινούπολιν, ἣ καὶ μετέπιτα τῶν ἵσων πρεσβείων ἠξιώθη τῆς, πρεσβυτέρας ῾Ρώμης, διὰ τὸ μετατεθεῖναι ἐκεῖθεν ἐνθένδε τὸ βασίλειον, ὥσπερ διορίζεται καὶ ὁ λς΄. τῆς ἐν τῷ Τρούλλῳ ἁγίας συνόδου κανὼν ἔχων οὕτως: ἀνανεούμενοι τὰ παρὰ τῶν ρν΄. ἁγίων Πατέρων τῶν ἐν τῇ θεοφυλάκτῳ ταύτῃ καὶ βασιλίδι πόλει συνελθόντων, καὶ τῶν χλ΄. τῶν ἐν Χαλκηδόνι συναθροισθέντων ὁρίζομεν, ὥστε τὸν Κωνσταντινουπόλεως θρόνον τῶν ἴσων ἀπολαύειν πρεσβείων τοῦ τῆς πρεσβυτέρας ῾Ρώμης θρόνου, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, ὡς ἑκεῖνον, μεγαλύνεσθαι πράγμασι, δεύτερον μετ' ἐκεῖνον ὑπάρχοντα, μεθ' ὃν ὁ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως, καὶ μετὰ τοῦτον ὁ τῆς Ἱεροσολυμιτῶν πόλεως· δίκαιον οὖν κρίνω, καὶ τὴν ἁγίαν ταύτιν καὶ μεγάλην σύνοδον κρίνειν ἀξιῶ τὸν θρόνον τῆς εὐσεβεστάτης καὶ ὀρθοδόξου πόλεως Μοσκόβου εἶναί τε καὶ λέγεσθα Πατριαρχεῖον, διὰ τὸ βασιλείας ἀξιωθῆναι παρὰ Θεοῦ τὴν χώραν ταύτην, πᾶσάν τε ῾Ρωσσίαν καὶ τὰ Ὑπερβόρεια μέρη ὑποτάττεσθαι τῷ Πατριαρχικῷ θρόνῳ Μοσκόβου καὶ πάσης ῾Ρωσσίας, καὶ τῶν Ὑπερβορείων μερῶν, ἔχειν τὸν τόπον αὐτοῦ μετὰ τὸν παναγιώτατον Ἱεροσολύμων ἔν τε τοῖς ἱεροῖς διπτύχοις καὶ ἐν ταῖς ἐκκλτσιαστικαῖς συνελεύσεσιν, ἵνα τοὺς προῤῥηθέντας τῶν ἁγίων Πατέρων κανόνας, ἀπαρασαλεύτους τηρήσωμεν, ὑπερέχειν τε ἐπισκόπων, μητροπολιτῶν, ἀρχιεπιεκόπων, ἐν ὅλη τῇ καθολικῇ τῶν ὀρθοδόξων τοῦ Χριστοῦ ἑκκλησίᾳ, τῆς δὲ παροικίας ἐκείνης Μοσκόβου καὶ πάσης ῾Ρωσσίας καὶ τῶν Ὑπερβορείων μερῶν κεφαλὴν εἶναι καὶ ἐπιγινώσκεσθαι, κατὰ τὸν τριακοςὸν τέταρτον τῶν ἁγίων καὶ πανευφήμων Ἀποστόλων, οὕτω διαγορεύοντα: τοὺς ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρὴ τῶν ἐν αὐτοῖς πρῶτον, καὶ ἡγεῖσθαι αὐτὸν ὡς κεφαλὴν, καὶ μηδέν τι πράττειν περιττὸν, ἄνευ τῆς ἐκείνου γνώμης, ἐκεῖνα δὲ μόνα πράττειν ἕκαστον ὄσα τῇ αὐτοῦ παροικίᾳ ἐπιβάλλει καὶ ταῖς ὑπ' αὐτὴν χώραις, ἀλλὰ μηδὲ ἐκεῖνος ἄνευ τῆς πάντων γνώμης ποιείτω τι, οὕτω γὰρ ὁμόνοια ἔσται, καὶ δοξασθήσεται ὁ θεὸς διὰ Κυρίου ἐν ἁγίῳ πνεύματι, ὁ πατὴρ καὶ ὁ υἱὸς, καὶ τὸ ἅγιον πνεῦμα· ἀδελφόν τε εἶναι καὶ λέγεσθαι τῶν ὀρθοδόξων πατριαρχῶν μετὰ ταύτης τῆς ἐπωνυμίας, ὁμοταγῆ καὶ σύνθρονον, ἴσον τε τῇ τάξει καὶ τᾑ ἀξίᾳ ἐπιγράφεσθαί τε καὶ ὑπογράφεσθαι κατὰ τὴν συνήθειαν τῶν ὀρθοδόξων πατριαρχῶν, Πατριάρχης Μοσκόβου καὶ πάσης ῾Ρωσσίας καὶ τῶν Ὑπερβορείων μερῶν· ἐν δὲ τῇ χειροτονίᾳ φυλάττεσθαι τὴν τάξιν τῆς ἐκκλησίας τοῦ πρωτοθρόνου τῶν ἀρχιερέων ἐχφωνοῦντος τὴν εὐχην.
Ἐγὼ μὲν οὖν ταῦτα οὕτω κρίνω, ἡ δὲ ἁγία σύνοδος ἀποφηνάτω τὸ δόξαν. Ἱερεμίας ὁ παναγιώτατος οἰκουμενικὸς εἶπε: τοῦτο καὶ ἡμεῖς πρότερον καὶ ἐπράξαμεν καὶ ἑγγράφως ἐδηλώσαμεν τῷ εὐσεβεστάστῳ βασιλεῖ. Σωφρόνιος ὁ Ἱεροσολύμων παναγιώτατος πατριάρχης ἔφη: καὶ αὐτὸς ἀπαραλλάκτως τὰ αὐτὰ ἐποφαίνομαι. Ἡ ἁγία σύνοδος ὁμοθυμαδὸν εἶπε: τοῦτο, ἐπειδὴ καὶ τοῖς ἱεροῖς νόμοις κέκριται, ἅπαντες στέργομεν, καὶ τοῦτο δὲ περὶ τῆς βασιλείας ἐκείνης κρίνομεν, ἵνα ὁ εὐσεβέστατος βασιλεὺς Μοσκόβου καὶ αὐτοκράτωρ πάσης ῾Ρωσσίας καὶ τῶν Ὑπερβορείων μερῶν καθὼς μέχρι σήμερον ἐν ταῖς ἱεραῖς τελεταῖς τῆς ἀνατολικῆς ἐκκλησίας ἔχει τὸ μνημόσυνον αὐτοῦ, καὶ ἐν ταῖς ἁγίαις προθέσεσι καὶ ἱεροῖς διπτύχοις, οὕτω καὶ ἐν τῇ ἀρχῇ τοῦ ἐξαψάλμου, μετὰ τὴν συμπλήρωσιν τῶν δύο ψαλμῶν ὑπὲρ τοῦ βασιλέος λεγομένων, ἐκφωνεῖται κατὰ τὴν ἐκφώνησιν ἑκείνην κατ᾽ ὄνομα ὡς ὀρθοδοξότατος βασιλεύς. Πάντες εἶπον καὶ τοῦτο εὔλογον. Κρίνομεν δὲ καὶ τοῦτο, δεῖν πεμφθῆναι τὴν πρᾶξιν ταύτην δι' ἐπιγραφῶν ἡμετέρων ἠσφαλισμένων τῷ εὐσεβεστάτῳ βασιλεῖ Μοσκόβου, καὶ τῷ παναγιωτάτῳ Ἰὼβ Πατριάχῃ πάσης ῾Ρωσσίας καὶ τῶν Ὑπερβορείων μερῶν· πάντες εἶπον: ἀρέσκει.

Κανὼν πρῶτος. Τούτων οὕτω διακριθέντων ὀρθῶς τε καὶ ἐνθέσμως, Μητροφάνης ὁ θεοφιλέστατος Ἀθηνῶν εἶπε: τοὺς ἐν ἑκάστῃ παροικίᾳ τῶν ἡμετέρων ἐπαρχιῶν μοναχοὺς ὁρισάτο ἡ ἁγία σύνοδος τῷ τῆς ἐπαρχίας ἐπισκόπῳ ὑποτάσσεσθαι· ὥρισεν οὖν ἡ ἁγία σύνοδος περὶ τούτου τὸν δ΄. κανόνα τῆς ἐν Χαλκηδόνι ἁγίας καὶ οἰκουμενικῆς δ΄. συνόδου ἀναγνωσθῆναι, ἔχοντα οὕτως: οἱ ἀληθῶς καὶ εἰλικρινῶς τὸν μονήρη μετέχοντες βίον τῆς προσηκούσης ἀξιούσθωσαν τιμῆς· ἐπειδὴ δέ τινες τῷ μοναχικῷ, κεχρημένοι προσχήματι τάς τε ἐκκλησίας καὶ τὰ πολιτικὰ διαταράσσουσι πράγματα, περιόντες ἀδιαφόρως ἐν ταῖς πόλεσιν, οὐ μὴν ἀλλὰ καὶ μοναστήρια ἑαυτοῖς συνιστᾷν ἐπιτηδεύοντες, ἔδοξε μηδένα μηδαμοῦ οἰκοδομεῖν μηδὲ συνιστᾷν μοναστήριον, ἢ εὐκτήριον οἶκον παρα γνώμην τοῦ τῆς πόλεως ἐπισκόπου, τοὺς δὲ καθ' ἑκάστην πόλιν καὶ χώραν μονάζοντας ὑποτετάχθαι τῷ ἐπισκόπῳ, καὶ τὴν ἡσυχίαν ἀσπάζεσθαι καὶ προσσέχειν μόνῃ τῇ νηστείᾳ καὶ τῇ τροσευχῇ, ἐν οἷς τόποις ἀπετάξαντο προσχαρτεροῦντες, μήτε δὲ, ἐκκλησιαστικοῖς μήτε βιωτικοῖς παρενοχλεῖν πράγμασιν ἢ ἐπικοινωνεῖν, καταλιμπάνοντες τὰ ἴδια μοναστήρια, εἰ μή ποτε ἄρα ἐπιτραπεῖεν, διὰ χρείαν ἀναγκαίων ὑπὸ τοῦ τῆς πόλεως ἐπισκόπου, μηδένα δὲ, προσδέχεσθαι ἐν τοῖς μοναστηρίοις δοῦλον ἐπὶ τὸ μονᾶσαι παρὰ γνώμην τοῦ ἰδίου ἐπισκόπου· τὸν δὲ παραβαίνοντα τοῦτον ἡμῶν τὸν ὅρκον, ὡρίσαμεν ἀκοινώνητον εἶναι, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημῆται· τὸν μέν τοι ἐπίσκοπον τῆς πόλεως χρὴ τὴν δέουσαν πρόνοιαν ποιεῖσθαι τῶν μοναστηρίων· ἡ ἁγία σύνοδος εἶπε: καὶ τοῦτο δίκαιον εἶναι κρατεῖν, ἐπειδὴ τοῖς Πατράσι διώρισται.

Κανὼν δεύτερος. Μελέτιος ὁ Ἀλεξανδρεῖας ἐιπεν: ἐπειδὴ καὶ παρὰ τὴν ἡμετέραν ἀσθένειαν καὶ παρὰ τὴν τῶν ἡμερῶν τούτων χαλεπότητα, τὰ παρὰ τοῖς Πατράσιν, εἰ καὶ καλῶς νομοθετηθέντα, λήθῃ καλύπτεται, παρὰ τῷ μὴ ἀναγινώσκεσθαι τὰς ἱερὰς βίβλους, καὶ τοὺς ἱροὺς κανόνας, δίκαιον ἐστὶ κατὰ νόμους δὶς τοῦ ἔτους γίνεσθαι σύνοδον καὶ ἀναγινώσκεσθαι τὰς τῆς ἐκκλησίαις ὑποθέσεις καὶ ἀνακρίνεσθαι, εὐθύνεσθαί τε πάντα κατὰ τοὺς ὅρους τῶν Πατέρων. Ἡ ἁγία σύνοδος εἶπεν: ἔστι μὲν πάντως δίκαιον ἐπειδὴ καὶ διὰ τὴν τῶν καιρῶν τούτων ἀνωμαλίαν ἐστὶ δυσχερὲς, ἀλλά γε ἅπαξ τοῦ ἐνιαυτοῦ γενέσθω, καὶ θεωρείσθωσαν τὰ ἐκκλησιαστικὰ πράγματα, εἰ μή που τύχῃ τι δεόμενα ταχυτέρας προμηθείας· τότε οἱ εὑρισκόμενοι ἀρχιερεῖς ἐν τῇ βασιλίδι ταύτῃ πόλει καὶ οἱ τοῦ πλησιοχώρου συναγέσθωσαν μετὰ τοῦ παναγιωτάτου οἰκουμενικοῦ καὶ τὰ πράγματα ἐξεταζέτωσαν κατὰ νόμους καὶ κρινέτωσαν.

Κανὼν τρίτος. Ἀνανεοῦμεν τὸν ς΄. τῆς ἁγίας καὶ οἰκουμενικῆς δ΄. συνόδου κανόνα, περὶ τοῦ μὴ γένεσθαι ἀπολύτως τὰς χειροτονίας, τοὺς δὲ χτιροτονοῦντας μὴ χειροτονεῖν ἐπὶ χρήμασι, κατὰ τοὺς ὅρους τῶν Πατέρων καὶ τὰς ἀποστολικὰς διατυπώσεις, μὴ μεταβαίνειν τε ἀπὸ πόλεως εἰς πόλιν τοὺς ἐπισκόπους καὶ λοιποὺς κληρικούς.

Κανὼν τέταρτος. Κρίνομεν δὲ δίκαιον εἶναι τοὺς ἐν ἐγκλήμασι περιπεσόντας, ἢ ἐγκλήματι ἐξεταζομένους εἴ τε πρὸ τῆς χειροτονίας ἢ μετὰ τὴν χειροτονίαν τὴν ἱερωσύνην μολύνουσι, μὴ γίνεσθαι ἱερέας, τοὺς δὲ ἀναξίως χειροτονουμένους ἄκυρον ἔχειν τὴν χειροτονίαν, ἀνιέρους μένοντας.

Κανὼν πέμπτος. Ἐπὶ τοῖς βιωτικοῖς πράγμασι καὶ ἀξίαις κοσμικᾶις ἐνεχομένους τὰ παρὰ τῶν ἁγίων ἀποστόλων κριθέντα κρατείτωσαν· φησὶ δὲ ἐν ς΄. κανόνι, ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος κοσμικὰς φροντίδας μὴ ἀναλαμβανέτω, εἰδεμὴ καθαιρείσθω· ὁμοίως καὶ τὰ παρὰ τῶν χλ΄. θεοφόρων πατέρων τῶν ἐν Χαλκηδόνι συναθροισθέντων θεσπισθέντα ἐν ζ΄. κανόνι, φησὶ δὲ οὕτω: τοὺς ἅπαξ ἐν κλήρῳ τεταγμένους καὶ μοναστὰς ὡρίσαμεν μήτε ἐπιστρατεύειν μήτε ἐπὶ ἀξίαν κοσμικὴν ἔρχεσθαι· ἢ, τοῦτο τολμῶντας καὶ μὴ μεταμελουμένους ὥστε ἐπιστρέψαι ἐπὶ τοῦτο, ὃ διὰ Θεοῦ πρότερον εἵλοντο, ἀναθεματίζεσθαι.

Κανὼν ἕκτος. Ἀνανεοῦμεν τὸν ις΄. τῆς ζ΄. ἐν Νικαίᾳ τὸ δεύτερον συνελθόντων Πατέρων κανόνα, ὥστε τοὺς ἱερατικοὺς ἅνδρας, μὴ πολυτελέσιν ἢ μαλακοῖς χρῆσθαι ἱματίοις.

Κανὼν ἕβδομος. Ὥρισεν ἡ ἁγία σύνοδος ἕκαστον ἐπίσκοπον ἐν τῇ ἑαυτοῦ παροικίᾳ φροντίδα καὶ δαπάνην τὴν δυναμένην ποιεῖν, ὥστε τὰ θεῖα καὶ ἱερὰ γράμματα δύνασθαι διδάσκεσθαι· βοηθεῖν δὲ κατὰ δύναμιν τοῖς ἐθέλουσι διδάσκειν καὶ τοῖς μαθεῖν προαιρουμένοις, ἐὰν τῶν ἐπιτηδείων χρείαν ἔχωσιν.

Κανὼν ὄγδοος. Ἀσάλευτον διαμένειν βουλόμεθα τὸ τοῖς Πατράσι διορισθὲν περὶ τοῦ ἁγίου καὶ σωτηρλιου πάσχα· ἔχει δὲ οὕτως: ἅπαντας τοὺς τολμῶντας παραλύειν τοὺς ὅρους τῆς ἁγίας καὶ οἰκουμενικῆς μεγάλης συνόδου, τῆς ἐν Νικαίᾳ συγκροτηθείσης ἐπὶ παρουσίᾳ τῆς εὐσεβείας τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου περὶ τῆς ἁγίας ἑορτῆς τοῦ σωτηριώδους πάσχα, ἀκοινωνήτους καὶ ἀποβλήτους εἶναι τῆς ἐκκλησίας, εἰ ἑπιμένειεν φιλονεικότερον ἐνιστάμενοι πρὸς τὰ καλῶς δεδιδαγμένα· καὶ ταῦτα εἰρνὶσθω περὶ τῶν λαϊκῶν· εἰ δέ τις τῶν προεστώτων τῆς ἐκκλησίας ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος μετὰ τὸν ὅρον τοῦτον τολμήσειεν ἐπὶ διαστροφῇ τῶν λαῶν καὶ ταραχᾑ τῶν ἐκκλησιῶν ἰδιάζειν καὶ μετὰ τῶν Ἰουδαίων ἐπιτελεῖν τὸ πάσχα, τοῦτον ἡ ἁγία σύνοδος ἐντεῦθεν ἤδη ἀλλότριον ἔκρινε τῆς ἐκκλησίας· δεῖ γὰρ στοιχεῖν τῷ τῶν πατέρων κανόνι μέχρι καὶ σήμερον Θεοῦ χάριτι· ὃν, καθὸ δὴ καὶ τὰ λοιπὰ, ἡ θεοῦ ἐκκλησία διαφυλάττει.

,ζρά Φεβρουαρίου ιβ΄.

1. ᾽Εκ τῶν περὶ ἱδρύσεως πατριαρχείου ἐν Ρωσσίᾳ δημοσιευομένων τούτων ἐγγράφων, μὲν συνοδικὴ πρᾶξις ἐλήφθη ἐκ Δοσιθέου (Τόμος Ἀγάπης, σελ. 538-547), αἱ δὲ τέσσαρες ἐπιστολαὶ τοῦ πατριάρχου Ἀλεξανδρείας Μελετίου τοῦ Πηγᾶ ἀντεγράφησαν ἐξ ἀνεκδότου χειρογράφου ἀποτεθησαυριομένου παρὰ τῷ Κ. Σοφ. Οἰκονόμῳ, μετὰ τῆς χαρακτηριζούσης καλοκἀγάθου προθυμίας ἐπιτρέψαντι τὴν ἔκδοσιν.
Παρόμοιον πρὸς τὸν πατριάρχην Ῥωσσίας γράμμα τοῦ Ἱερεμίου (1588) εἷδόν ποτε δεδημοσιευμένον εἰς τὸ Supplementum ad Historic Russica Monumenta, Petropoli 1848, σελ, 150.
Ὁ δὲ Φαβρίκιος (Bibliotheca Graeca, XI, σελ, 639, ἐκδ. Ἀρλεσίου) ἀναφέρει, ὅτι καὶ ἑτέρα περὶ τούτου συνοδικὴ πρᾶξις ἐξεδόθη μετ' ἄλλων ἐν Φραγκοφούρτη τῷ 1590, προσυπογεγραμμένη καὶ ὑπὸ τῶν ἑξῆς μελῶν τῆς ἐν Κωνσταντινουπόλει συνόδου: Σωφοονίου μητροπολίτου Ἐφέσου, Σισινίου Νικομτδείας, Νικαίας Κυρίλλου, Θεσσαλονίκης Μῃτροφάνους, Ναυπάκτου καὶ Ἄρτης Μητροφάνους, Κυζίκου Ἀχιλλίου, Περιθεωρίου καὶ Ξάνθης Φιλήμονος, Προύσης Νεοφύτου, ἱερέως Γεωργίου μεγάλου οἰκονόμου τῆς μεγάλης ἐκκλησίας, μεγάλου λογοθέτου Ἱέρακος, μεγάλου σακελλαρίου Σαββατιαινοῦ, μεγάλσυ σκευοφύλακος, μεγάλου χαρτοφύλακος, μεγάλου ἐκκλησιάρχου, σακελλίου, δικαιοφύλακος, πρωτονοταρίου, ῥήτορος, πρωταποστολαρίυ, μεγάλου πρωτοπαπᾶ, νομοφύλακος, καστρησίου, ῥεφερενδαρίου, ἱερομνήμονος, πρωτοπαπᾶ, ὑπομιμνήσκοντος, τοῦ ἐπὶ τῶν γονάτων, τοῦ ἐπὶ τῶν δεήσεων, τοῦ ἐπὶ τῶν σεκρέτων, τοῦ ὑπμνήματα γράφοντος, πρωτοκανονάρχου, πριμμηκυρίου, καὶ τῶν λοιπῶν ἱερέων καὶ ἀρχόντων τῆς Κωνσταντινουπολεως καὶ τοῦ Γαλατᾶ.
Ἐν τῇ ἐκδόσει ταύτῃ, ὡς σημειοῖ ὁ Φαβρίκιος, ἐδημοσιεύθησαν καὶ τὰ ἑξῆς ἔγγραφα 1) πρᾶξις τοῦ Ἱερεμίου καὶ Ἀλεξανδρίας Σιλβέστρου περὶ τοῦ Γρηγοριανοῦ καλενδαρίου. 2) Ἐπιστσλὴ Κρουσίου πρὸς Ἱερεμίαν. 3) Ἀπόκρισις Ἱερεμίου κατὰ Ποσσεβίνου. 4) Χριστοφόρου Πελαργοῦ ἐλληνικὴ ἐπιστολὴ πρὸς Ἱερεμίαν. 5) Ἱερεμίου ἀπόκρισις μετὰ τὴν ἐκ τῆς ἐξορίας ἐπάνοδον. 6) Ἐπιστολὴ τῶν ἐν Κωνσταντινουπόλει ὑπὲρ ἀνακλήσεως Ἱερεμίου, ὑπογεγραμμένη ὑπὸ τοῦ μεγάλου οἰκονόμου Γεωργίου ἱερεως, τοῦ μεγάλου λογοθέτου Ἱέρακος, καὶ τῶν λοιπῶν κληρικῶν. 7) Ἰωάννου Πέτρου βοηβόδα Μολδοβλαχίας πρὸς ῾Ιερεμίαν ἵνα τὴν πατριαρχείαν ἀναλάβῃ ἐν ἔτει 1589. 8) Σιγισμούνδου βασιλέος Πολωνίας, ἐξουσία δοθεῖσα τῷ Ἱερεμίᾳ.

Σάθας, Κωνσταντίνος, Βιογραφικόν σχεδίασμα περί του Πατριάρχου Ιερεμίου Β' (1572-1594). Θεσσαλονίκη, 1979. Σελ. 82-92

1 комментарий:

  1. Γεια σας! Οι μοσχόβιτες κάνουν αναφορές στην δηθεν μεταφραση του Οσπενσκί μιάς Πράξεως του 1593...Υπήρχε; Εκει είναι άπιστευτα
    πράγματα...

    https://azbyka.ru/otechnik/pravila/dejanie-konstantinopolskogo-sobora-1593-goda-kotorym-utverzhdeno-patriarshestvo-v-rossii/

    ОтветитьУдалить