вторник, 28 мая 2013 г.

Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ ΠΕΡΙ ΛΑΤΙΝΙΚΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ

Ό Άγιος Μάρκος ο Ευγενικός περί λατινικού βαπτίσματος και περί της ένταξης από τη λατινική αίρεση με Άγιο Μύρο.

῾Αγίου Μάρκου τοῦ Εὐγενικοῦ

Ἐγκύκλιος ἐπιστολὴ τοῖς ἁπανταχοῦ τῆς γῆς καὶ τῶν νήσων εὑρισκομένοις ὀρθοδόξοις Χριστιανοῖς


1. Οἱ τὴν κακὴν ἡμᾶς αἰχμαλωσίαν αἰχμαλωτεύσαντες, καὶ πρὸς τὴν Βαβυλῶνα τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων θελήσαντες κατασῦραι, τοῦτο μὲν οὐκ ἠδυνήθησαν ἀγαγεῖν εἰς πέρας, αὐτόθεν τε ἀπεμφαῖνον ὁρῶντες, καὶ ἄλλως ἀδύνατον, ἐν μέσω δέ που τῆς ὁδοῦ καταμείναντες, αὐτοί τε καὶ ὅσοι τούτοις ἐπηκολούθησαν, οὔτ' ἐκεῖνο λοιπὸν μεμενήκασιν, οὔτε τοῦτο γεγόνασιν· Ἱεροσόλυμα μὲν ἀπολιπόντες, τὴν ὡς ἀληθῶς ὅρασιν τῆς εἰρήνης, καὶ τὸ Σιὼν ὄρος, τὴν βεβαίαν πίστιν καὶ ἄσειστον, Βαβυλώνιοι δὲ γενέσθαί τε καὶ κληθῆναι, μήτε βουλόμενοι μήτε δυνάμενοι, καὶ διὰ τοῦτ' ἂν, δικαίως κληθέντες Γραικολατῖνοι, καλούμενοι δ' οὖν, ὑπὸ τῶν πολλῶν, Λατινόφρονες. Οὗτοι τοίνυν οἱ μιξόθηρες ἄνθρωποι κατὰ τοὺς ἐν μύθοις ἱπποκενταύρους, μετὰ τῶν Λατίνων μὲν ὁμολογοῦσι τὸ «ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι καὶ τὸν Υἱὸν αἴτιον ἔχειν τῆς ἑαυτοῦ ὑπάρξεως» (οὕτω γὰρ καὶ ὁ αὐτῶν ὅρος διαλαμβάνει), μεθ' ἡμῶν δὲ τὸ «ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι» λέγουσι· καὶ μετ' ἐκείνων μὲν  «θεμιτῶς καὶ εὐλόγως τὴν προσθήκην ἐν τῷ συμβόλῳ γεγονέναι» φασὶ, μεθ' ἡμῶν δὲ λέγειν ταύτην οὐ καταδέχονται, (καίτοι γε τὸ θεμιτῶς καὶ εὐλόγως γενόμενον τὶς ἂν παραιτήσαιτο λέγειν;)· καὶ, μετ' ἐκείνων μὲν, τὸ ἄζυμον «σῶμα τοῦ Χριστοῦ» λέγουσι, μεθ' ἡμῶν δὲ, αὐτοῦ μεταλαμβάνειν οὐκ ἂν τολμήσειεν. Ἆρ' οὐχ ἱκανὰ ταῦτα τὴν γνώμην αὐτῶν διαδεῖξαι, καὶ ὅτι, οὐκ Ἀληθείας ἔρευναν ποιούμενοι, τοῖς Λατίνοις συνῆλθον, ἣν, ἐν χερσὶν ἔχοντες, προδεδώκασιν, ἀλλὰ χρυσοχοῆσαι βουλόμενοι, καὶ πεπλασμένην, οὐκ ἀληθῆ, συστήσασθαι ἕνωσιν;
2. Τίνα δὲ καὶ τρόπον αὐτοῖς ἡνώθησαν, ἐπισκεπτέον· πᾶν γὰρ τὸ ἑτέρῳ ἑνούμενον, δι' ἑνός τινος μέσου πάντως, ἑνοῦται. Τῇ μὲν οὖν δόξῃ, τῇ περὶ τοῦ ἁγίου Πνεύματος, ἔδοξαν ἑνωθῆναι, σὺν αὐτοῖς ἀποφηνάμενοι «καὶ ἐκ τοῦ Υἱοῦ τοῦτο ἔχειν τὴν ὕπαρξιν»· τὰ δ' ἄλλα πάντα διάφορα, καὶ οὐδὲν ἐν αὐτοῖς ἓν, οὐδὲ μέσον, οὐδὲ κοινὸν, ἀλλὰ δύο μὲν σύμβολα καὶ παρηλλαγμένα λέγεται πάλιν, ὥσπερ καὶ πρότερον· διτταὶ δὲ καὶ διάφοροι λειτουργίαι τελοῦνται, ἡ μὲν δι' ἐνζύμου θυσίας, ἡ δὲ δι' ἀζύμου· διττά δὲ βαπτίσματα, τό μὲν διὰ τριττῆς καταδύσεως τελειοῦν, τὸ δὲ δι' ἐπιχύσεως ὕδατος ἐκ κορυφῆς ἄνωθεν, καὶ τὸ μὲν, τῷ μύρῳ προσχρώμενον, τὸ δὲ, οὐδ' ὁτιοῦν αὐτοῦ χρείαν ἔχον· διττὰ δὲ τὰ ἔθη πάντα, καὶ ἐν πᾶσι παρηλλαγμένα, νηστεῖαί τε καὶ ἐκκλησιαστικαὶ τάξεις καὶ εἴ τι τοιοῦτον. Τὶς οὖν ἡ ἕνωσις, ὅταν μὴ φανερὸν καὶ ἐπίδηλον σημεῖον ἔχῃ; Καὶ πῶς ἡνώθησαν οἱ τὰ οἰκεῖα στέργειν βουλόμενοι (τοῦτο γάρ που καὶ συνεφώνησαν) καί μὴ τοῖς ἐκ τῶν Πατέρων παραδεδομένοις ἀκολουθοῦντες;
четверг, 23 мая 2013 г.

Деяние Московского Собора 1667 года о принятии католиков через миро


Из книги соборных деяний Собора 1667 года.

Отъ римскiя вѣры къ православнѣй вѣрѣ святыя восточныя Церкве приходящая люди, како прiимати, правила, и сужденiе известное.

Во имя Отца, и Сына, и святаго Духа, аминь.
Нынѣшняго настоящаго лѣта, 7175 оть сотворенія свѣта, отъ воплощенія же Бога Слова 1667, марта въ 15 день. По богодохновенному тщанію великого государя царя и великого князя Алексіа Михайловича, всеа Великія и Малыя и Бѣлыя Россіи самодержца, всесвятѣйшіи патріарси, Александрійскій Паисій Божіею милостію папа и патріархъ и судія вселенскій, Макарій Божіею милостію патріархъ Божіяго града Антіохіи и всего востока, Іоасафъ Божіею милостію патріархъ Московскій и всеа Россіи, снидошася купно съ преосвященными митрополиты, со архіепископы и епископы, и со всѣмъ освященнымъ соборомъ. Къ нимъ же возгласи великій государь царь и великій князь Алексій Михайловичь, всеа Великія и Малыя и Бѣлыя Россіи самодержецъ, о преждебывшемъ соборѣ во 129-мъ году, при святѣйшемъ Филаретѣ Никитичѣ патріархѣ Московскомъ и всеа Россіи , о крещеніи отъ Римскія вѣры приходящихъ кь православиѣй вѣрѣ святыя Восточныя церкве, правилно ли повелѣся тѣхъ крестити?

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΟΥΣ ΕΚ ΤΩΝ ΛΑΤΙΝΙΚΩΝ ΑΙΡΕΣΕΩΝ ΕΠΙΣΤΡΕΦΟΝΤΑΣ ΤΗ ΟΡΘΟΔΟΞΩ ΤΕ ΚΑΙ ΚΑΘΟΛΙΚΗ ἘΚΚΛΗΣΙΑ


ΑΚΟΛΟΥΘΙΑ
Τυπωθεῖσα ὑπ' αὐτῆς τῆς ἁγίας καὶ μεγάλης συνόδου, εἰς τοὺς ἐκ τῶν λατινικῶν αἱρέσεων ἐπιστρέφοντας τῇ ὀρθοδόξῳ τε καὶ καθολικῇ Ἐκκλησίᾳ τῆς Κωνσταντινουπόλεως, ἀλλὰ δὴ καὶ τοῖς τρισὶν ἁγιωτάτοις πατριάρχαις τῆς Ἀνατολῆς, Ἀλεξανδρείας δηλονότι, Ἀντιοχείας, καὶ Ἱεροσολύμων.
ΕΤΥΠΩΘΗ δ' αὕτη ἐν ἔτει 1492, ἐν Κωνσταντινουπόλει, ἐπὶ τῆς πατριαρχείας τοῦ ἁγιωτάτου πατριάρχου κυρίου Συμεών. Ἰστέον δὲ, ὅτι ἡ σύνοδος αὕτη, οἰκουμενικὴ οὖσα, πρώτη σὺν Θεῷ τὴν ἐν Φλωρεντίᾳ ἐκείνην παρανομωτάτην κατέβαλε καὶ ἀνέτρεψε σύνοδον (1484), ὡς κακῶς καὶ ἀθέσμως προβᾶσαν, καὶ μὴ ἀκολουθήσασαν ταῖς πρὸ αὐτῆς ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις, διὸ καὶ τὸν ὅρον τῆς καθ' ἡμᾶς ὁρθοδόξου καὶ ἁγίας ταύτης συνόδου, τῆς ἐν Κωνσταντινουπόλει δηλαδὴ, κατετάξαμεν τοῦτον ἐν τῷ παρόντι ἱερῷ κώδικι τῆς ἁγίας τοῦ Χριστοῦ μεγάλης Ἐκκλησίας, ἐπὶ τῶν ἡμερῶν ἠμῶν ταύτης συστάσης. Καὶ ταῦτα μὲν ὧδέ πως εἰρήσθω.
Ὁ δὲ ἀρχιερεὺς, ἢ καὶ ὁ ἱερεὺς, προτροπῇ αὐτοῦ, βαλὼν ἐπιτραχήλιον, ποιεῖ εὐλογητὸν ἔμπρσθεν τῶν ἀγίων θυρῶν τοῦ βήματος.
понедельник, 1 октября 2012 г.

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΕΡΓΙΟΥ ΤΟΥ ΡΑΝΤΟΝΕΖ


Τῌ ΚΕ'  ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Σέργιοῦ τοῦ Ράντονεζ



ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια, δευτεροῦντες αὐτά.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου ματαιότητα, ἀποτιθέμενος μάκαρ, σὸν Σταυρὸν δ’ ἀράμενος, τῷ Χριστῷ θερμότατα ἠκολούθησας, καὶ νοΐ ᾤκησας, σταθερῷ Ὅσιε, ἐν ἐρήμοις τε καὶ ὄρεσι, ψυχῆς παθήματα, πρόῤῥιζα ἐκτέμνων καὶ σώματος, εὐχαῖς δὲ καὶ δεήσεσι, συνεχῶς παννύχοις τε στάσεσι, χάριν ὑπεδέξω, τὰ πάθη θεραπεύειν τῶν ψυχῶν, καὶ τῶν σωμάτων τοὺς μώλωπας, Σέργιε θεσπέσιε.
четверг, 15 марта 2012 г.

Канонъ иконѣ Божіей Матери «Державная»


Канонъ иконѣ Божіей Матери «Державная», гласъ 4.

Пѣснь 1
Ирмосъ: Отверзу уста моя, и наполнятся Духа, и слово отрыгну Царицѣ Матери, и явлюся, свѣтло торжествуя, и воспою, радуяся, Тоя чудеса.
Самоизмышленная пагуба покрыла есть всю землю Твою, и мракъ веліи воцарися днесь въ вертоградѣ Твоемъ. Тяжко ми есть, и рыдаю Тебѣ, Мати Пречистая, и, аще услышиши, ничесоже устрашуся, и воспою имя Твое, славно бо прославися.
Покаянію научи мя, Владычицѣ, да день и нощь излію слезы моя и да смиренъ отъ врагъ моихъ воскликну Тебѣ: никтоже чистъ, развѣ Тебѣ, Отроковицѣ Чистая, и сохранитъ мя Держава Твоя, славно бо прославися.
Азъ изъ глубины золъ моихъ вопію Ти, и не промолчитъ стонъ мои предъ Тобою: виждь, о, виждь, Владычицѣ Дево, и не отвержи мѣнѣ, услыши убо вопль гласа моего и покрыи мя ризою смиренномудрія Твоего, славно бо прославися.
Судъ гнѣвенъ пріиде на ны, и разсыпася радость людеи Твоихъ, вси бо плачемъ и рыдаемъ и тако глаголемъ: о мечу Божіи, доколѣ не упокоишися? Престани убо, пощади ны, и воспоемъ Державу Владычици нашея, славно бо прославися.
Изъ нощи дѣлъ прелести погубиша ны, палъ есть Сіонъ, и заключени есмы; Іерусалимѣ, Іерусалимѣ, почто тако омрачился еси? Того же ради и возопіимъ Владычицѣ сице: токмо Твоя Держава сохранитъ ны, славно бо прославися.
среда, 14 марта 2012 г.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΦΑΝΕΡΩΜΕΝΗΝ


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΗΣ Η ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΟΙΚΩΝ
ΕΥΡΗΤΑΙ ΕΝ ΤΗ ΝΗΣΩ ΤΗΣ ΛΕΥΚΑΔΟΣ

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Εὐλογήσαντος τοῦ Ἱερέως, τό· Κύριε εἰσάκουσον, μεθ' ὃ τό· Θεὸς Κύριος, ὡς συνήθως καὶ τὰ ἑξῆς·
῏Ηχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Λευκαδίων ἀσφαλὴς προστασία, Φανερωμένη Θεοτόκε Μαρία, τοὺς τῇ Μονῇ σου πίστει καταφεύγοντας, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, τούτων τὰ αἰτήματα, συμπαθῶς ἐκπληροῦσα. Σὺ γὰρ ὡς Μήτηρ, Πάναγνε, Χριστοῦ, πᾶσι παρέχεις, ταχεῖαν ἀντίληψιν.
Δόξα. ῏Ηχος πλ. δ'.
Ἐν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες, καὶ προσκυνοῦντες τὴν θαυμαστήν σου Εἰκόνα, μετ' εὐλαβείας ἀντλοῦμεν τὰς χάριτας· καὶ δι' αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καὶ νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα.
Καὶ νῦν.
῏Ηχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν Βυξαντίῳ ἡ ἁγία σου ὄψις, θεοτυπώτως τῇ σεπτῇ σου Εἰκόνι, ὑπερφυῶς τετύπωται Πανύμνητε· ἣν ὡς πλοῦτον ἄσυλον, ἐν τῇ νήσῳ Λευκάδος, θαύματα βλυστάνουσαν, μετεκόμισαν Κόρη, ᾗ εὐλαβῶς προσπίπτοντες Ἁγνή, Φανερωμένην, αὐτὴν ὀνομάζομεν.
вторник, 13 марта 2012 г.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΦΑΝΕΡΩΜΕΝΗΣ


 ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ
ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΦΑΝΕΡΩΜΕΝΗΣ
ΤΗΣ ΕΝ ΤΗ ΝΗΣΩ ΛΕΥΚΑΔΙ ΕΥΡΙΣΚΟΜΕΝΗΣ

Ψαλλομένη τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος
Ὑπὸ ἀγνώστου ὑμνογράφου
Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει ἐν ἔτει 1816


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ ΤΗΣ ΓΟΝΥΚΛΙΣΙΑΣ
Τῇ Κυριακῇ τῆς Πεντηκοπῆς μετὰ τὴν Θείαν Λειτουργίαν, ψάλλεται ὁ ῾Εσπερινὸς τῆς Γονυκλισίας.
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν στιχηρὰ ᾽Ιδιόμελα τῆς ῾Εορτῆς γ'.

῏Ηχος δ',
Παράδοξα σήμερον.
Τὸ Πνεῦμα τὸ ἅγιον.
Τὸ Πνεῦμα τὸ ἅγιον.
Εἶτα τῆς Θεοτόκου γ'.
῏Ηχος δ'. ῾Ως γενναῖον ἐν   Μάρτυσιν.
Αὑτοδέσποτον ἔλευσιν, τοῦ ἁγίου νῦν Πνεύματος, οἱ πιστοὶ καὶ σύναξιν θεοπρόβλητον, τῆς Θεοτόκου φιλέορτοι, ἐν τῇδε δοξάξομεν, ἣν παρέθετο ἡμῖν, τὴν αὐτῆς θείαν Μόρφωσιν, ἡ πανάμωμος, ἣν ἐκ πόθου τιμῶντες ἀπαντλοῦμεν, ἐκ πηγῆς ὡς ἀειζώου, τὰς ἐξ αὐτῆς θείας χάριτας.