понедельник, 1 октября 2012 г.

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΕΡΓΙΟΥ ΤΟΥ ΡΑΝΤΟΝΕΖ


Τῌ ΚΕ'  ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Σέργιοῦ τοῦ Ράντονεζ



ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ προσόμοια, δευτεροῦντες αὐτά.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου ματαιότητα, ἀποτιθέμενος μάκαρ, σὸν Σταυρὸν δ’ ἀράμενος, τῷ Χριστῷ θερμότατα ἠκολούθησας, καὶ νοΐ ᾤκησας, σταθερῷ Ὅσιε, ἐν ἐρήμοις τε καὶ ὄρεσι, ψυχῆς παθήματα, πρόῤῥιζα ἐκτέμνων καὶ σώματος, εὐχαῖς δὲ καὶ δεήσεσι, συνεχῶς παννύχοις τε στάσεσι, χάριν ὑπεδέξω, τὰ πάθη θεραπεύειν τῶν ψυχῶν, καὶ τῶν σωμάτων τοὺς μώλωπας, Σέργιε θεσπέσιε.