вторник, 11 ноября 2014 г.

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΚΑΙΣΑΡΙΟΝ ΤΟΝ ΙΑΤΡΟΝ ΑΔΕΛΦΟΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΚΑΙΣΑΡΙΟΝ ΤΟΝ ΙΑΤΡΟΝ
ΑΔΕΛΦΟΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
οὗ ἡ μνήμη τελεῖται τῆ θ΄ Μαρτίου

ΕΝΤΩΜΕΓΑΛΩΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ποίημα Μοναχοῦ Ἰακώβου Ἁγιορείτου ἐν ἔτει σωτηρίῳ 1847.
Ἦχος δ΄: Ὡς γενναῖον ἐν μάρτυσιν.
Ποταμὸν τῆς σοφίας σε, ἰαμάτων τοῖς ῥεύμασι, πάντα καταρδεύοντα, γῆς τὰ πέρατα, Ναζιανζοῦ πολιοῦχόν τε σοφοῦ Γρηγορίου τε, Θεολόγου ἀδελφόν, ἐγνωκότες Καισάριε, εὐφημοῦμέν σε, κατὰ χρέος τελοῦντες τὴν σεπτήν σου καὶ πανέορτον νῦν μνήμην, θείοις κροτοῦντες ἐν ᾄσμασι.