воскресенье, 14 декабря 2014 г.
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΤΘΑΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ
ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΤΘΑΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΘΗΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΕΛΛΑΔΟΣ, ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ
Εἰς τὸν ἑσπερινὸν
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους γ' καὶ ψάλλομεν
Στιχηρὰ προσόμοια τρία
Ἦχος δ΄ Ὡς γενναῖον ἐν μάρτυσι
Ἐν τῷ Ἄθῳ ἐνήθλησας,
ταῖς νηστείαις καὶ
θλίψεσι
σὸν σαρκίον κατέτηξας,
πάτερ ἅγιε.
Σὺ γὰρ τοῦ πλάνου τὰ
ἔνεδρα
ἀνδρείως ἐπάτησας
καὶ εἰς πύλας οὐρανοῦ
ἀγαλλόμενος ἔφθασας
καὶ πρεσβεύεις νῦν
ὑπὲρ τοῦ σοῦ ποιμνίου
καὶ ὀρθοδόξων
τῶν ἐν πίστει ἐκτελούντων
τὴν πανσέβαστον μνήμην
σου.
Σὲ τῆς πίστεως πρόμαχον
οἱ πιστοὶ ἀναμέλποντες,
τὴν σὴν χάριν αἰτούμεθα
πάτερ ἅγιε,
ὅπως τοῦ βίου τὴν
θάλασσαν
νῦν διανηξώμεθα
καὶ τὴν θύραν τῆς Ἐδὲμ
ἀγαλλόμενοι ἴδωμεν.
Πάτερ ὅσιε,
ἀχλὺν τὴν τῶν πταισμάτων
σὺ διασκέδασον,
ὅπως σὴν μνήμην τελῶμεν
ἐσαεὶ τὴν πανσέβαστον,
Δύο μάνδρας ὡς εὔψυχος
τοῦ Κυρίου θεράπων σὺ
ἐνιδρύσας, ὦ πάτερ
παναοίδιμε,
τῶν ὀρθοδόξων συστήματα
σοῖς ἔργοις κατηύφρανας.
Ὅθεν οἱ σοὶ πιστοὶ
ἀνυμνοῦμεν τὰ ἄθλα σου
καὶ δοξάζομεν
τὸν σὲ δόντα ἐν καιρῷ
περιστάσεως
ὡς φωσφόρον ἐν κλύδωνι
θαλαττευούση τῆ ποίμνη σου.
Δόξα καὶ νῦν, Θεοτοκίον ὅμοιον
Τὰ δεινά μου συντρίμματα
ἀγορεῦσαι οὐ πέποιθα
σῷ Υἱῷ, πανθαύμαστε
Θεοτόκε, νῦν.
Διὸ εἰς σὲ καταπέφευγα,
Μαρία πανύμνητε,
ὀδυνωμένων ἡ κρηπίς,
τῶν δακρύων ἡ λύτρωσις.
Σύ, πανάχραντε,
τῆς ψυχῆς τὰ πταίσματα
ὡς νηπίου
λογίσασθαι ἀθύρματα
τὸν σὸν Υἱὸν καθικέτευε.
Ἢ Σταυροθεοτοκίον ἄλλο
Ἐν σταυρῷ καθορῶσα σε
Μαριὰμ ἡ θεόνυμφος
τὴν καρδίαν λόγχη
ἐτιτρώσκετο.
Κἀγὼ νῦν λόγχη κριμάτων
μου,
παρθένε πανύμνητε,
φεῦ, τετρωμένος δεινῶς,
σὲ ἐλπίδα κέκτημαι.
Σύ, πανάχραντε,
τῶν πταισμάτων τὰ αἴσχη
τοῦ ἀθλίου
πάντα λήθη καλύψασθαι
τὸν σὸν Υἱὸν καθικέτευε.
Εἰς τὸν ὄρθρον
Κανὼν εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν Ματθαῖον,
ἀρχιεπίσκοπον Ἀθηνῶν τὸν ὁμολογητήν.
Ὠδὴ α΄ Ἦχος δ΄ Ἀνοίξω τὸ στόμα μου
Τὴν χάριν τοῦ λόγου σου
δὸς ἐμοί, Λόγε συνάναρχε,
ὑμνῆσαί με, δέσποτα, τὸν
σὸν θεράποντα
Ἀθηνῶν κλεινῶν τὸν
πρόεδρον Ματθαῖον,
τὸν σεπτὸν καὶ πάντιμον
καὶ περικλέϊστον.
Τοῦ βίου περίστασις
δεινὴ ἐκύκλωσεν, ἅγιε,
πρεσβείαις σου σῶσόν με
πρὸς τὴν πανεύφημον
Θεοτόκον σήν, τὴν δέσποιναν
τοῦ κόσμου,
ἧς μονὴν ἀνήγειρας σοῖς
μόχθοις, ὅσιε.
Τῆς Κρήτης τὸν γόνον νῦν
καὶ ἱεράρχην σεμνότατον
ὑμνήσωμεν ἅπαντες, βροτοὶ ὀρθόδοξοι.
Οὗτος γὰρ ἐδείχθη στῦλος ἐκκλησίας
ἀθλήσει ἀσκήσει τε καὶ διδαχαῖς ταῖς σεπταῖς.
Θεοτοκίον
Ὁ κτίστης τοῦ σύμπαντος
οἰκίαν εὑρών σε, ἄχραντε,
ἐν σοὶ κατεσκήνωσε
ἐσχάτοις χρόνοις λαμπρῶς
καὶ διέσωσε τὸ γένος τῶν ἀνθρώπων
ἀπάτης τοῦ δολόφρονος,
κακίστου δαίμονος.
Ὠδὴ γ΄ Τοὺς σοὺς ὑμνολόγους
Τὸν σὸν ποιμενάρχην,
Θεοτόκε,
ὡς κήρυκα δογμάτων ἱερῶν
μυροβλήτην ἀνέδειξας
παθῶν πάντων ἀκέστορα
καὶ τὸν δρόμον τελέσαντα
στεφάνων δόξης ἠξίωσας.
Ἐν ὄρει τοῦ Ἄθω ὁ παμμάκαρ
Ματθαῖος ἐβίου ἱερῶς.
Νηστείαις καὶ ἀσκήσεσι
τὴν σάρκα γὰρ κατέτηξε,
ἐν τάχει δὲ ὁ πάντιμος
θεωρίας θείας ἠξίωτο.
Τῷ πόθῳ Κυρίου τετρωμένος
Ματθαῖος ὁ μύστης ὁ
σεπτός,
εἰς Παλαιστίνην ἔδραμεν,
τόπους ἰδεῖν βουλόμενος,
ἐν οἶς ὁ δόξης Κύριος
ὑπὲρ ἡμῶν παθεῖν ηὐδόκησεν.
Θεοτοκίον
Παντάνασσα, μῆτερ Θεοτόκε,
ἡ σώτειρα καὶ δέσποινα ἡμῶν
στή ριξόν με κλονούμενον
καὶ ἴθυνον τοὺς πόδας μου
εἰς τρίβους σούς,
πανύμνητε
πρεσβείαις τοῦ σοῦ
θεράποντος.
Κάθισμα Ἦχος α΄ Τὸν τάφον σου, Σωτήρ
Ματθαῖος ὁ κλεινὸς
τῆ ἐλλάμψει τοῦ Λόγου
τὸν νοῦν ὡραϊσθεὶς
τοὺς πιστοὺς ἀγλαίζει,
στερρῶς ἀντεχόμενος
τῶν δογμάτων τῆς πίστεως.
Ὅθεν ἅπαντες
θεοπρεπῶς νῦν τιμῶντες
ἐν τοῖς ᾄσμασι
τὴν ἱερὰν αὐτοῦ μνήμην,
τὸν νοῦν καινιζόμεθα.
Δόξα. ῏Ηχος δ΄ Ὁ ὑψωθεὶς
Ἐν ὄρει Ἄθῳ διαβὰς
ὡς
θεόφρων,
πτεροφυήσας,
τὸν σὸν νοῦν
ἀνεβίβασας
ἀπὸ τῆς ματαιότητος ὁ ἔμφρων σὺ
καὶ εἰς ὕψος ἤλυθας
τῆς Θεοῦ θεωρίας.
Ὅθεν ἐν τῷ γνόφῳ νῦν
ἐναργῶς κατοπτεύεις
τὰ μεγαλεῖα, πάτερ τοῦ Θεοῦ.
Σὺ τοῦ Μωϋσέως γὰρ
ἀνεδείχθης ὁμότροπος.
Καὶ νῦν. Θεοτοκίον ὅμοιον ἐν τοῖς Μηναίοις:
Οὐ σιωπήσομεν ποτέ
Ὠδὴ δ΄ Ὁ καθήμενος ἐν δόξη
Πρᾶξιν θείᾳ θεωρίᾳ
σὺ συζεύξας, πανόσιε,
μύστης ἀνεδείχθης
θείων μυστηρίων τοῦ Πνεύματος.
Διὸ καὶ μέγας ἐφάνθης ἐν σμικρότητι
τοῦ σοῦ σώματος
ὡς λαμπρὸς κῆρυξ τῆς χάριτος.
Εἰς τὸ ὄρος τὸ τοῦ Ἄθω
ἐπανέστρεψας, ἅγιε,
ἐν τῆ Βίγλης σκήτη,
νύκτωρ μεθ' ἡμέραν τ' ἀσκούμενος.
Ὅθεν φωτὸς ὑπερφώτου κατηξίωσαι
τοῖς ἀγῶσί σου
καὶ ταῖς στερραῖς σου
ἀσκήσεσι.
Πατὴρ ὄντως ἀνεφάνης
λογικῆς μάνδρας, ὅσιε,
σύριγγι δογμάτων,
ἄγων εἰς νομὰς τὸ σὸν
ποίμνιον.
Ὅθεν εἰς ἄκρα Ἑλλάδος
φθόγγος ἦλθεν σός,
καθαγιάζων ἀκούοντας.
Θεοτοκίον
Ὁ παμμάκαρ ἱεράρχης,
σῷ θελήματι, δέσποινα,
ἐν βίῳ ὑπείκων,
σὲ τὴν κοσμοσώτειραν εὕρατο
καταφυγήν τε καὶ σκέπην
ἐν ταῖς θλίψεσιν,
ὑμνολογῶν σε,
πανθαύμαστε.
Ὠδὴ ε΄ Ἐξέστη τὰ σύμπαντα
Ἐφρύαξεν ἄθεος
Μεταξάκης, πανόσιε.
Ὅρους τῶν πατέρων γὰρ
κινήσας,
βλάσφημον γλῶσσαν εἰς
ὕψος ἔθετο
καὶ βάλλει αἰκίαις τοὺς
πιστοὺς
τοὺς τῆς θείας πίστεως
ἐχομένους στερρότατα.
Ὁρῶν οὖν περίστασιν
δεινῶς τὴν ποίμνην
συνέχουσαν,
ὄρος καταλείπεις τὸ τοῦ
Ἄθω
καὶ εἰς Ἀθήνας σπεύδεις,
μακάριε,
τοῖς λόγοις ἐρείδων τοὺς
πιστοὺς
κλυδωνιζομένους τε
καὶ δεινῶς παραπαίοντας,
Σῆ ῥάβδῳ, τρισάγιε,
θλάττεις τὴν κάρα τοῦ δράκοντος.
Δαίμων οὐκ ἰσχύει ἀντιβλέψαι
σῆ, μάκαρ, γλώττῃ ἐρευγομένη
ῥήματα θεῖα το ῖς πιστο ῖς
καὶ τοὺς αἱρετίζοντας
ἐκτεφρούση παντέλειον.
Θεοτοκίον
Λαμπρῶς κατηρτίσω σὺ
σκῆνος τὸ σὸν θεῖον τέμενος
πόνοις καὶ ἀσκήσει καὶ ἁγνείᾳ,
ὅπως εἰσέλθη ἐντὸς ὁ ὕψιστος,
ὁ κόσμου ἀνάσσων σὺν Πατρὶ
καὶ τῷ θείῳ Πνεύματι,
ᾧ ἐν βίῳ ἐλάτρευσας.
Ὠδὴ ς΄ Τὴν θείαν ταύτην καὶ πάντιμον
Πολλῷ καμάτῳ καὶ μόχθοις σου
σὴν ἐκκλησίαν, πάτερ, ἐνεύρωσας
δεινῶς τὴν πάσχουσαν
ταῖς μηχαναῖς τῆς αἱρέσεως
καὶ τοῖς δεινοῖς προσκόμμασιν τοῦ ἀλάστορος.
Τοὺς ὅρους, ὅσιε, ἄνομοι
ἠθέτησαν ποιμένες τῆς πίστεως.
Σὺ δ' ὡς θεόπνευστος
πᾶν τοῦ Βελίαρ μηχάνημα
καθελών, πάτερ, Θεὸν ἐδόξασας.
Βρεσθένης σὲ ἀρχιπο ίμενα
τὸ πνεῦμα τὸ πανάγιον ἔδειξεν
τῆ ψήφῳ χρώμενον
ἀρχιερέων, μακάριε,
ὀρθοδοξούντων, ἀξιάγαστε.
Θεοτοκίον
Ἐμὲ τὸν φαῦλον καὶ ἄσωτον,
παρθένε μῆτερ, σπεῦσον, διάσωσον
σὺ ἡ φιλάνθρωπος
ἐν τῷ πελάγει τοῦ βίου νῦν
δεινῶς ὄντως, νηχόμενον.
Τὸ κοντάκιον. Ἐπεφάνης σήμερον
Ἡ σὴ μνήμη ἔλαμψε
τῆ οἰκουμένῃ
καὶ ἡμεῖς δοξάζομεν
σὲ ἀρχιθύτην τὸν σεπτόν.
Τῶν γὰρ πιστῶν κέρας ἤγειρας,
Ματθαῖε μάκαρ,
ὀρθοδόξων κλέος σύ.
Ὁ οἷκος. Τῆ Γαλιλαίᾳ
Ἐν τοῖς ἐσχάτοις νῦν καιροῖς
ἔλαμψε φῶς ἀρρήτως,
Ματθαῖος ὁ παμμάκαρ.
Ἐν χρόνοις ἀνομίας
προφήτην ἤγειρε Χριστὸς
καὶ τὴν ἐκκλησίαν
ἐκπεσοῦσαν ὤρθωσεν
ἀνὴρ ἐν λόγῳ ἔργῳ τε
δυνατὸς ὡς θεόπτης.
Τὰ δόγματα
πάση τῆ οἰκουμένῃ
ὀρθοδόξων ἐκράτυνε.
Ὡς ἥλιος τοῖς ἐν σκότει οὖσι
λαμπηδόνας ζωῆς ἀρρήτως
πέμπων,
τοὺς πιστοὺς ζωοποιεῖ,
ὅπως ῥυσθῶσι
πάντων τῶν δεινῶν
Σατὰν κακοῦ ὀλετῆρος.
Χαῖρε, Ματθαῖε,
ὀρθοδόξων κλέος σύ.
Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν
Ὡς κατέπτυσας
πάντα κτιστἀ, πανάγιε,
καὶ παρερχόμενα,
τῷ σῷ Κυρίῳ στερρῶς
προσέφυς σοφώτατα
καὶ χαίρων ἔψαλλες,
«ὑπερύμνητε,
ὁ τῶν πατέρων Κύριος
καὶ Θεός, εὐλογητός εἶ».
Οὐκ ἐκάμφθη σόν,
μάκαρ, Ματθαῖε φρόνημα,
οὐδ' ἐδειλίασας,
ἀλλ' ὡς στερρὸς ἀθλητὴς
τῷ μύρῳ τοῦ Πνεύματος
τρεῖς θύτας ἔχρισας.
Ὑπερύμνητε,
ὁ τῶν πατέρων Κύριος
καὶ Θεός, εὐλογητός εἷ.
Μάνδρας δύο σύ,
μάκαρ Ματθαῖε ὅσιε,
σεπτῶς ἀνήγειρας
ἐν Ἀττικῆ τῆ, κλεινῆ
μιγάδων σκηνώματα
ψαλλόντων ἄπαυστα.
«Ὑπερύμνητε,
ὁ τῶν πατέρων Κύριος
καὶ Θεός, εὐλογητὸς εἷ».
Θεοτοκίον
Μηχαναῖς ἀεὶ
Βελίαρ δολιότητος
κακῶς τιτρώσκει με,
σὺ δέ, Παρθένε σεμνή,
δυσωπῶ σε, σῶσόν με
Ματθαίου νῦν ταῖς λιταῖς
καὶ θεράπευσον
σὺ ὡς ἀκέστωρ σοφώτατα
τραύματα ἐμῆς καρδίας.
Ὠδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῆ καμίνῳ
Βέλεμνα Σατὰν οὐκ ἐδειλίας
ὡς τῆς Θεοτόκου Υἱοῦ,
ὅσιε,
λάτρης εὐσεβέστατος.
Διὸ καὶ οὐκ ἔπτηξας
δικὰς δεινὰς καὶ σκώμματα
τῶν μὴ ψαλλόντων ποτέ,
«τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα
καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας».
Λάμψεσι φωτὸς
λελαμπρυσμένος
τοῦ Πνεύματος τοῦ θείου,
ὡς σοφὸς
ἀπήστραψας τοῖς πέρασι
σὺν Νεκταρίῳ, ἅγιε,
τῆς οἰκουμένης, ὡς ἀστὴρ
ἐγείρων ψάλλοντας,
«τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».
Τὸν νόμον τὸν θεῖον, ὦ τρισμάκαρ,
ὡς ἔμφρων καὶ ἄγαν
συνετός,
ἐκ παιδὸς ἐμελέτησας.
Ὅθεν εἰς τρίβους πόδας
σου
τῆς σωτηρίας ἴθυνας,
μὴ παύων ψάλλειν σύ,
«τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα
καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας».
Θεοτοκίον
Ἤλπισα, παρθένε Θεοτόκε,
θερμῆ μεσιτείᾳ σου, ἁγνή,
ἐμὲ σῶσαι τὸν τάλανα
παντο ίων περιστάσεων
τοῦ βίου, χορηγήσασαν
γαλήνην σὴν καὶ χαράν,
Παντάνασσα.
Διὸ σὺν τῷ Ματθαίῳ
σὲ ὑμνῶ ἀπαύστως, κἂν
πέλω ἀνάξιος,
Ὠδὴ θ΄ Ἅπας γηγενὴς
Εἵλου ὡς σοφὸς
ἐν οἴκῳ Κυρίου σὺ
παραρριπτεῖσθαι ἀεὶ
καὶ μὴ ἐν σκηνώμασι
ἁμαρτωλῶν ἐναβρύνεσθαι
παγκάκων,
Θεοῦ τὰ δικαιώματα
ἐμμελετῶν ἀεὶ
εκβοῶν τε,
«χαίροις, παμμακάριστε,
Θεοτόκε ἁγνή, ἀειπάρθενε».
Ἔφθης ὡς σοφὸς
ἐκχέαι τὴν χάριν σου
ἐμοί, φιλάνθρωπε.
Διὸ ἀπεκδέχομαι
καὶ ἔτι μᾶλλον
τὰ σὰ θαυμάσια,
ἃ τελεῖς σὺ πᾶσι,
πάτερ, πταίσασι
καὶ βοῶσι,
«χαίροις, θύτα ὅσιε
καὶ ἡμῶν τῶν πιστῶν ἀγαλλίαμα».
Στῆσαι, ὁ κλεινὸς
πατήρ, ἐκκλησίαν σὴν
ταραττομένην δεινῶς
φθόνῳ τοῦ ἀλάστορος
ἐπὶ τὴν πέτραν
στερρῶς τῆς πίστεως,
ἵνα ὑμνῶμεν σεμνῶς
τὴν Θεομήτορα,
ἐκβοῶντες,
«χαίροις, μητροπάρθενε
καὶ ἡμῶν τῶν πιστῶν τὸ στερέωμα».
Θεοτοκίον
Σύμπαντες,
πιστοί,
Ματθαῖον τὸν κήρυκα
Θεοῦ τῆς χάριτος
ᾄσμασι γεραίρομεν
προφρόνως ὄντως ὡς θύτην ἔνθεον
καὶ ἱερὸν δομήτορα
τῆς Θεομήτορος
τῆς πανάγνου
τῆς μονῆς καὶ Ἀθηνῶν
τῶν κλεινῶν καὶ λαμπρῶν τὸ θησαύρισμα,
Εἰς τὸν στίχον τὰ Στιχηρὰ τῆς Ὀκτωήχου
Ἀπολυτίκιον. Ἦχος πλ. δ΄ Ὀρθοδοξίας ὁδηγέ.
Ὀρθοδοξίας ὁ φωστήρ,
ἐκκλησίας τὸ καύχημα καὶ στερέωμα,
τῶν μοναζόντων καλλονή,
Ἀττικῆς πάσης τὸ θεῖον ἐγκαλλώπισμα,
Ματθαῖε πάτερ,
πασῶν αἱρέσεων σκότος ἐδίωξας.
Θεοῦ θεράπον,
πρέσβευε Χριστῷ τῷ Θεῷ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
0 коммент.: