понедельник, 15 декабря 2014 г.

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΝΕΟΜΑΡΤΥΡΑ ΑΙΚΑΤΕΡΙΝΑΝ ΡΟΥΤΗ

ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΝΕΟΜΑΡΤΥΡΑ ΑΙΚΑΤΕΡΙΝΑΝ ΡΟΥΤΗ

Εἰς τὸν ἑσπερινὸν
Εἰς τὸ Κύριε ἐκέκραξα ψάλλομεν
τρία στιχηρὰ προσόμοια τῆς ἁγίας

Ἦχος πλ. δ΄ Ὢ τοῦ παραδόξου θαύματος

τῆς σῆς στερρᾶς ἀσκήσεως.
Ἀνδρισαμένη, ἁγνή,
τῶν ἐχθρῶν τὰ φρονήματα
κραταιῶς ἐστόρεσας
καὶ κατήσχυνας ἄθλιον
τριστάτην ψεύδους
ἐν γῇ ἀθλήσασα
τῆ σῆ γενναίᾳ
ὁρμῆ, πανόλβιε.
Ὢ τῶν μεγάλων σου
ἀθλημάτων, πάγκαλε,
Χριστοῦ νύμφη,
καὶ βραβείων, ἄσπιλε,
ὧν νῦν ἠξίωσαι.

άβδῳ σὸν κρανίον πλήττουσι
οἱ τῆς αἱρέσεως νῦν
ἀναιδῶς προασπίζοντες,
ἀλλὰ πύλας ἤνοιξαν
σοὶ μὴ θέλοντες, τῆς Ἐδέμ,
ἐν ἧ ἀγάλλη
ἀεὶ σὺν μάρτυσι
καὶ τῶν δικαίων
χοροῖς, πανόλβιε.
Διὸ αἰτούμεθα
τὴν σὴν χάριν, πάγκαλε,
Χριστομάρτυς,
καὶ τὴν σὴν ἀντίληψιν,
ἵνα σὲ δοξάζωμεν.

τοῦ παραδόξου θαύματος.
Γυνὴ τὸν πάλαι Ἀδὰμ
ἐξηπάτησε ἄθλιον
καὶ δαίμοσι παίγνιον
ἀναιδῶς παρεστήσατο.
Γυνὴ δὲ πάλιν
τούτου τὰ βέλεμνα
γενναιοφρόνῳ
ὁρμῆ κατήσχυνε.
τῆς ἀνδρείας σου
καὶ ἀρρήκτου πίστεως,
δι' ἧς Θεοῦ
ἔτυχες, πανάγαστε,
νῦν βραβείων σύ.

Δόξα καὶ νῦν. Θεοτοκίον ὅμοιον

Λύπαις ὁ κακὸς τετρύχωμαι
καὶ ἁμαρτίαις ἐγώ,
τῆς σαρκὸς ἔχων φρόνημα,
καὶ δεινῶς νῦν μέμηνα
τῆς ἁμαρτίας τῆ τρυφῆ.
Ὅθεν σύ, κόρη,
τῶν οἰκτιρμῶν σου,
ἁγνή, ἄνοιξόν μοι,
δέομαι, πέλαγος
καὶ κρουνούς μοι δίδου
τῆς σῆς ἀντιλήψεως,
ἵνα βοῶ,
«χαῖρε, παμμακάριστε,
Θεοτόκε ἁγνή ».

Σταυροθεοτοκίον ἄλλο

Λύπη Μαριὰμ συνείχετο
ἐν τῷ Κρανίου τόπῳ
τὸν δεσπότην τῆς κτίσεως
σὲ σταυρῷ ὑψούμενον
βλέπουσα, θέαμα φρικτόν.
Ὅθεν σύ, κόρη,
τὸν σὸν ἱκέτην
ἐμέ, οἴκτειρον νῦν
ζάλη ὀχλούμενον
ἁμαρτάδων ὄντως
καὶ παροράσεων,
ἵνα βοῶ,
«χαῖρε, παμμακάριστε
Θεοτόκε ἁγνή ».

Εἰς τὸν ὄρθρον Κανὼν τῆς ἁγίας.

Ἦχος πλ. δ΄ Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηρὰν

Κοσμίως ἀθλήσασα ἐν τῆ γῆ
καὶ τὸ σὸν σαρκίον κατατήξασα σθεναρῶς,
στεφάνων τῆς νίκης ἠξιώθης
καὶ παραδείσου χορείαις συντέταξαι.

Σταυρώσασα σάρκα σήν, καλή,
καὶ ἄμωμος νύμφη, τετρωμένη πόθῳ Χριστοῦ
ὀπίσω τούτου ἔδραμες ταχέως
καὶ μάρτυς ὤφθης, σεμνή, ἀξιάγαστος.

Τοῦ κόσμου τὰ μάταια καὶ ψευδῆ
σκύβαλα ἡγήσω, μάρτυς πάναγνε καὶ σεμνή,
καὶ τρίβῳ στενῆ βαδίζειν εἵλου,
Αἰκατερίνα, ἀνδρῶν ὀρθῷ φρονήματι.

Θεοτοκίον

νοῦς σου, παρθένε, πρὸς τὸν Θεὸν
ἦν ἐπτερωμένος παιδιόθεν, μῆτερ ἁγνή,
ὅθεν ἠξιώθης ἐπαξίως
ὅλον βαστάσαι, κόρη, τὸν δεσπότην σου.

Ὠδὴ γ΄. Οὐρανίας ἁψίδος

Πύλας σὺ μαρτυρίου
διέβης θαρραλεώτατα,
νύμφη Χριστοῦ θεοφόρε,
ἐπεὶ ἐπόθησας
κατασκηνῶσαι φαιδρῶς
ἐν ταῖς σκηναῖς τῶν δικαίων
καὶ φωτὸς τοῦ θείου νῦν
μετέχεις ἄπαυστα.

Τρίβον, μάρτυς, στενήν τε
καὶ δυσδιόδευτον σὺ
εἵλου βαδίσαι γενναίως
ἀνδρῶν φρονήματι,
καὶ τότε Κύριος
λαμπρῶς τὴν νίκην βραβεύει.
Σὺ γὰρ ἐκ κοιλίας γε
μητρὸς ἡγίασαι.

Μήτηρ, μάρτυς ἁγία,
ἐδείχθης σὺ ἄριστα
καὶ τῆ σῆ πιστῶς παρρησίᾳ
τὸ στέφος εἴληφας
τοῦ μαρτυρίου νῦν,
ὡς Παῦλός ποτε θεῖος,
ὀρθοδόξου δόγματος
προκινδυνεύουσα.

Θεοτοκίον

Πᾶσα φύσις ἀγγέλων
καὶ βροτησία γέγηθε,
σοῦ, μητροπάρθενε κόρη,
χωρησάσης γαστρὶ
τῆ σῆ τὸν πλάστην σου,
ἀγγέλων σὺ ὑπερτέρα,
διὸ νῦν ὑμνοῦμέν σε
καὶ σὲ γεραίρομεν.

Κάθισμα. Ἦχος δ΄ Ταχὺ προκατάλαβε

σκήσει καθάρασα
τὴν σὴν ψυχήν, ὦ σεμνή,
τὴν φύσιν τῶν ὄντων σὺ
κατανοεῖς καὶ Θεῷ
ἀπαύστως συγγέγονας.
Ὅθεν τοῦ μαρτυρίου
σὺ ἀπείληφας στέφος
καὶ νῦν σὺν τοῖς ἀγγέλοις
ἀνυμνεῖς καὶ γεραίρεις
αὐτὸν φωναῖς δοξαστικαῖς,
μῆτερ ἡμῶν ἁγνή.

Δόξα, καὶ νῦν, Θεοτοκίον ὅμοιον

Τὴν πᾶσαν ἐλπίδα μου
σοὶ ἀνατίθημι νῦν
καὶ δέομαι, ἄχραντε,
ἐμὴν σωθῆναι ψυχὴν
δεινῶν περιστάσεων.
Πάντες γὰρ οἱ ἐχθροί μου
νῦν ἐκύκλωσαν ἅμα
ὄντως ἐπενεγκόντες
ὄλεθρον καὶ αἰσχύνην.
Σὺ ἔχεις παρρησίαν πρὸς Χριστὸν,
πρέσβευε σωθῆναί με.

Θεοτοκίον ἄλλο ἐκ τῶν Μηναίων

Ὠδὴ δ΄ Εἰσακήκοα, Κύριε

Εὐσεβείας, ὦ μάρτυς σύ,
ἐχομένη ὄντως στερρότατα,
κατεφρόνησας τὸ φρύαγμα
τοῦ Βελίαρ, μῆτερ, ἀξιάγαστε.

λον, μάρτυς, τὸν πόθον σου
τῷ νυμφίῳ, μάκαρ, σὺ ἀνέτεινας,
τὰ φθαρτά τε καὶ τὰ πρόσκαιρα
εὐσεβείᾳ ὄντως παραβλέπουσα.

Τὴν στενὴν καὶ δυσόδευτον
τρίβον ἡρετίσω  βαδίζειν,  πανάγαστε,
πόθῳ θείῳ ἀκατάπαυστα,
σοὺς ὡραίους πόδας κατιθύνουσα.
Θεοτοκίον

λος νῷ νῦν ἐξέστηκα,
τῆς οἰκονομίας σου τὸ ἐξαίσιον
ἐκπληττόμενος τάλας ἐγώ,
καὶ τὴν ἀρωγήν σου ἐξαιτούμενος.

Ὠδὴ ε΄ Φώτισον ἡμᾶς

κεν ἑορτὴ
τῆς κοιμήσεώς σου, μῆτερ νῦν,
καὶ οἱ λάτρεις σου συνήλθοσαν
ἐν τῷ ναῷ σου
ᾀσματικῶς σε γεραίροντες.

θλησας στερρῶς
χαλεποῖς καιροῖς, μῆτερ ἡμῶν,
ὀρθοδοξίας ἐχομένη σύ,
πληγεῖσα ξύλῳ,
ὅθεν τρυφῆς Ἐδὲμ ἠξίωσαι.

σχυνας, σεμνή,
τῶν ἀθέων τὰ φρυάγματα
ἐν τῷ σκάμματι ἐμμένουσα.
Ὅθεν ἐν πίστει
φωναῖς αἰσίαις νῦν γεραίρομεν.

Θεοτοκίον

Λυτρωτὴν Χριστὸν
τὸν τοῦ κόσμου ὑπεδέξω γαστρί,
τὸν υἱὸν σου καὶ δεσπότην σου,
Ὅθεν κατάρας
νόμου βροτοὶ ἐλυτρώθημεν.
ς΄ Τὴν δέησιν ἐκχεῶ

Νηστείαις καὶ προσευχαῖς καθαρθεῖσα
τὴν ψυχήν σου σὺ ἐνεύρωσας, μῆτερ,
ὅθεν, ἁγνή, θεωρίας τῆς θείας
ἀξιωθεῖσα, θεόπτις γέγονας,
καὶ ἐν Ἐδὲμ νῦν ἀληθῶς
συνευφραίνη ἁγίοις, πανάμωμε,

Ματθαῖον σὺ τὸν πανάξιον θύτην
σώματι σου φραξαμένη, ὦ μῆτερ,
πλήττη δεινῶς ξύλῳ αἱρετίζοντος
καὶ σὴν ψυχὴν τῷ σῷ πλάστη παρέθηκας,
στεφάνου δὲ μαρτυρικοῦ
ἠξιώθης, ὦ μῆτερ πανάγαστε.

Τὸ σκήνωμα τὸ σὸν νῦν καθορῶντες,
εὐφροσύνης ἐγεγόνειμεν πλήρεις
τῆς θεϊκῆς, μῆτερ ἡμῶν πάντιμε,
καὶ τῶν θαυμάτων πηγήν σε γεραίρομεν
ἐν χρόνοις τοῖς ἐσχάτοις νῦν,
μάρτυς σεμνή, Αἰκατερίνα πανθαύμαστε.

Θεοτοκίον

Εὐδόκησε κατελθεῖν Θεὸς ἐξ ὕψους
καὶ ἐν σοὶ κατασκηνῶσαι βουλήσει,
ὡς καὶ παθεῖν τῷ σταυρῷ κρεμάμενος.
Ὅθεν κἀγὼ τῆ σῆ, κόρη, νῦν πέποιθα
ἀφράστῳ μεσιτείᾳ γε
τοῦ βορβόρου τῶν ἔργων ῥυσθῆναί με.

Κοντάκιον. Τὰ ἄνω ζητῶν

Τὴν δόξαν Χριστοῦ,
σύ, μάρτυς, ἐπεπόθησας
καὶ στέφος, ἁγνή, ἐζήτεις μαρτυρίου,
εὑροῦσα ηὐφράνθης σύ,
καὶ δικαίων χορείαις συντέταξαι.
Ὅθεν ἀφάτως γηθόμενοι
σὲ πρέσβιν πρὸς Κύριον ἔχομεν.

οἶκος, Τράνωσον

Τοῦ μαρτυρίου τὸ ποτήριον ἤχθη
ταῖς σοῖς χείλεσιν, σεμνή.
Τοῦτο πιοῦσα εὐθύς,
στεφάνων, μῆτερ, κατηξίωσαι.
Ἦν οὖν ἰδέσθαι θαῦμα θαυμάτων,
πῶς γυνὴ Βελίαρ θάρσει πλήττει.
Νῦν δὲ σεμνῶς
σὺν ἀγγέλοις τὸν κτίστην γεραίρουσα,
ἀγάλλη ἐπαξίως σύ.
τῶν πιστῶν γὰρ τὸ κέρας ἐξύψωσας,
ὑμᾶς δὲ ἐξανέστησας
ἐκ τῆς πλάνης, ἐν κατεκείμεθα.
Σὲ πρέσβιν πρὸς Κύριον ἔχομεν.

Ζ΄ Οἱ ἐκ τῆς Ἰουδαίας

Νηστείαις, ἐγκρατείᾳ
κατατήξασα σῶμα,
μῆτερ ἡμῶν ἁγνή,
ἐκαίνισας εἰκόνα
θεόθεν τὴν δοθεῖσαν
τῆ προμήτορι, κράζουσα,
« τῶν πατέρων ἡμῶν
Θεὸς εὐλογητός εἶ».

Δοχεῖον σὺ χαρίτων
τῶν τοῦ Πνεύματος, μῆτερ
νῦν ἀναδέδειξαι.
Ὅθεν τοῦ μαρτυρίου
τοῦ στέφους ἠξιώθης.
Αἰκατερίνα, κράζουσα,
« τῶν πατέρων ἡμῶν
Θεός, εὐλογητός εἷ».

Πόθῳ ὀρθοδοξίας
καὶ τῆς ὀρθοπραξίας
καταφλεγεῖσα σύ,
θαρραλέως ἀντέστης
τοῦ πλάνου μεθοδείαις,
στεντο ρείως κραυγάζουσα,
« τῶν πατέρων ἡμῶν,
Θεός, εὐλογητὸς εἷ».

Θεοτοκίον

Μῆτερ, τῆ σῆ δεήσει
σωθῆναι ἱκετεύω
ῥυπαρὸς ἐγώ.
Διὸ κἀμοὶ παράσχου,
παρθένε, θησαυρόν σου
ἁγιασμάτων τὸν ἀνέκφραστον.
τῶν πατέρων ἡμῶν
Θεός, εὐλογητὸς εἷ.

Ὠδὴ η΄ Τὸν βασιλέα

Αἰκατερίναν
μεγαλομάρτυρα ὄντως
οἱ πιστοὶ νῦν σεμνῶς εὐφημοῦμεν
καὶ ὑπερυψοῦμεν
εἰς πάντας τοὺς αἰῶνας.

Αἱρετιζόντων
σὺ τὰ φρονήματα, μῆτερ,
ὡς πιστὴ κατελέγχεις ἀνδρείως
καὶ τοῦ μαρτυρίου
τὸ στέφος ἀνεδήσω.

Νῦν τὴν σορόν σου,
μεγαλομάρτυς, ἀξίως
προσκυνοῦμεν οἱ πιστοὶ εὐλαβείᾳ
καὶ δοξολογοῦμεν
τὴν σὴν μυροβλυσίαν.

Θεοτοκίον

ξιώθης σὺ
Θεοῦ μήτηρ γενέσθαι,
Παναγία μητροπάρθενε ὄντως,
καὶ τῆς σωτηρίας
γέγονας νῦν αἰτία.

Ὠδὴ θ΄ Τὴν τιμιωτέραν

Σὲ τὴν ὑπερένδοξον τοῦ Χριστοῦ
μάρτυρα ὑμνοῦμεν
μετὰ πόθου νῦν οἱ πιστοί,
ἵνα μεσιτεύσης
τῷ κτίστη τῶν ἁπάντων
δωρήσασθαι εἰρήνην
πᾶσι τοῖς δούλοις σου.

φθης ἀκηλίδωτον, σύ, ἁγνή,
ἔσοπτρον ἀξίως
τῆς τοῦ πνεύματος καλλονῆς,
καθαρθεῖσα πᾶσα
τῆς πλάνης τῶν ματαίων,
διὸ νῦν ἀπαστράπτεις
τοῖς κόσμου πέρασι.

Σ μόνην πρὸς Κύριον νῦν πλουτῶ
μεσίτιν, προσταΡ τιν,
βοηθόν τε, μῆτερ σεπτή,
Αἰκατερίνα θεία,
διὸ ἀντιβολῶ σε,
εἰρήνην δός μοι βίου,
καὶ τὴν ἀγαλλίασιν.

Θεοτοκίον

Σὺ ὑψηλοτέρα τῶν οὐρανῶν,
πνεύματος ἁγίου
τὰς ἐλλάμψεις εἶδες τρανῶς,
Μαρία θεοτόκε.
Διὸ καὶ τριετίζον
ναοῦ ἀδύτοις βρέφος
σὺ εἰσελήλυθας.

Εἰς τὸν στίχον τὰ στιχηρὰ τῆς Ὀκτωήχου

Ἀπολυτίκιον. Ἦχος γ΄

Πανάχραντε μάρτυς σύ,
δέσποινα ἡμῶν Αἰκατερίνα,
πρέσβευε τῷ ἐλεήμονι Θεῷ,
ὅπως πταισμάτων ἄφεσιν

παράσχη ταῖς ψυχαῖς ἡμῶν.