четверг, 13 октября 2011 г.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΓΟΡΓΟ∙Υ∙ΠΗΚΟΟΥ


Τῌ Α´ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ

Ἐπιτελοῦμεν τὴν ἐτησίαν Σύναξιν τῆς Ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας τῆς ἐπικαλουμένης Γοργοϋπηκόου.


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ.

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στ. δ΄, καὶ ψάλλομεν τὰ ἑπόμενα στιχηρὰ Προσόμοια. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Κροτήσωμεν σήμερον φαιδρῶς, Ἑορτὴν ὑπέρλαμπρον, τὴν Θεοτόκον δοξάζοντες, τὴν ἀναβλύζουσαν, δωρεῶν ἀΰλων, κρουνηδὸν τὰς χάριτας, τοῖς πίστει ἀῤῥαγεῖ ἀνακράζουσι· Γοργοϋπήκοε, σὺ εἶ σκέπη καὶ ἀσφάλεια, τῶν τιμώντων, τὴν θείαν Εἰκόνα Σου. 
Πηγὴ ἰαμάτων δαψιλής, πέτρα θεολάξευτος, ὡς ἀληθῶς ἀναδέδεικται, ἡ ἡλιόμορφος, Ἄχραντε Εἰκών Σου, ὡς νέκταρ ἀθάνατον, ὡς μάννα ψυχοτρόφον παρέχουσα, Γοργοϋπήκοε, τῆς ἀφάτου εὐσπλαγχνίας Σου, τοῖς αἰτοῦσι, τὴν θείαν ἐνέργειαν.
Λυχνία φωτὸς τοῦ πατρικοῦ, ὡς νεφέλην πάμφωτον, ζωοδωρήτως ἐφήπλωσας, τὰς τῆς Εἰκόνος Σου, ἀΰλους ἀκτῖνας, δι᾿ ὧν κἀμοῦ φώτισον, τὰ ὄμματα θερμῶς ἀνεβόα Σοι, Γοργοϋπήκοε, ὁ παιδεύσει Σου γενόμενος, τῆς σῆς δόξης, κῆρυξ διαπρύσιος.
ς πρύτανιν Κόρη καὶ φρουρόν, ὡς λιμένα ἄκλυστον, Δοχειαρίου σὲ εὕρατο, Μονὴ ἡ ἔνδοξος· ὅθεν εὐχαρίστως, μέλπει τῶν θαυμάτων Σου, τὴν χάριν Θεοτόκε τὴν ἄφθονον, καὶ πόθῳ κράζει Σοι· Εὐμενὲς οὖς τεῖνε πάντοτε, τοῖς σοῖς δούλοις, ὡς Γοργοϋπήκοος.
Δόξα. Καὶ νῦν. Ἦχος α´.
Τῆς ἀῤῥήτου οὐσίας τὸ τέμενος, τὴν Θεοχώρητον παστάδα, ἐξ ἧς ὁ Λόγος ὡμοιώθη βροτοῖς, τὴν Θεοτόκον Μαρίαν, χαρμονικῶς ὑμνήσωμεν αὕτη γὰρ κατ ἐξαίρετον τρόπον, ἀρωγὸς ἡμῶν καὶ κηδεμών, ὡς ἀψευδῶς ἐπηγγείλατο ἀναδέδεικται· ὅθεν καὶ τὸν ὁλοφαῆ αὐτῆς χαρακτῆρα, κεκαθαρμέναις ἐννοίαις προσκυνοῦντες, σὺν τῷ Δαβὶδ βοήσωμεν· Δεδοξασμένα ἐλαλήθη πανταχοῦ, περὶ τῆς θείας Εἰκόνος Σου, Γοργοϋπήκοε Δέσποινα· ἰαμάτων γὰρ βλυστάνει ποταμούς, καὶ λυτροῦται πάσης θλίψεως, τοὺς ὀρθοδόξως προσιόντας Σοι.


Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος Β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Χάρις ζωαρχική, ὡς δρόσος προϊοῦσα, ἐκ τῆς Μορφῆς Σου Κόρη, ἀρδεύει καὶ εὐφραίνει, τὰς αὔλακας τῆς Ποίμνης Σου.
Στιχ.: Ἄκουσον Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου·
βάθους Σου Ἁγνή, προνοίας ἀνεκφράστου! Σὺ γὰρ γοργῶς ἀκούειν, ἐνθέως ἀπεφήνω, τῶν ἐπιβοωμένων Σε.
Στιχ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στέφανον χρυσαυγές, Μονὴ Δοχειαρίου, τὴν Σὴν λαμπρὰν Εἰκόνα, Παρθένε κεκτημένη, ἀγάλλεται τῇ δόξῃ Σου.
Δόξα.
Λόγος ὁ τοῦ Πατρός, ἐν σοὶ κατασκηνώσας, Πνεύματος ἐπελεύσει, ἑστιάν Σε δεικνύει, ζωῆς Γοργοϋπήκοε.
Καὶ νῦν.
Πλήρου διαπαντός, Θεογεννῆτορ Κόρη, τὴν Σὴν ἐπαγγελίαν, καὶ φύλαξ ἡμῶν ἔσο, καὶ βοηθὸς ἐν θλίψεσι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
ς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων Σου, τὴν θαυματουργόν Σου Εἰκόνα Θεοτόκε πλουτίσαντες, ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς, ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ· σὺ γὰρ Γοργοϋπήκοος βοηθός, πέλεις τῶν ἐκβοώντων Σοι· Δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή· δόξα τῇ παρθενίᾳ Σου· δόξα τῇ πρὸς ἡμᾶς Σοῦ ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.

Καί Ἀπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος Ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα. ἱστῶμεν Στ. η´, καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Προσόμοια. Ἦχος Α´. Ὤ τοῦ παραδόξου θαύματος!
τοῦ παραδόξου θαύματος! ὡς λαμπὰς θεαυγῆς, ἡ Εἰκὼν ἡ ἄχραντος, ἐδείχθη περιφανῶς, τῆς Θεομήτορος. Ἀστράφθητι οὖν φαιδρῶς, ἡ κληρουχία Αὐτῆς ἡ ἀπόλεκτος, φαιδρύνθητι εὐσεβῶς, Δοχειαρίου Μονὴ ἀνακράζουσα· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ Κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος. (δίς)
Βαβαί, τῶν σῶν θαυμασίων Ἁγνή! δι᾿ ὧν καταρδεύεις, ἐμφανῶς τὸν κλῆρόν Σου, καὶ σῴζεις διαπαντός, τοὺς προσιόντας Σοι· κρατῆρα γὰρ δαψιλῆ, τῆς οὐρανίου χρηστότητος ἔδειξας, Εἰκόνα Σου τὴν λαμπράν, ὕδωρ ζωῆς τοῖς βοῶσι προῤῥέουσαν, Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ Κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Τὴν Σήν, δοξάζομεν πρόνοιαν, Θεομῆτορ Κόρη, οἱ οἰκτροὶ ἱκέται Σου, τρυφῶντες τῶν παρὰ Σοῦ, Θεουργικῶν ἀγαθῶν, ὑπέρμαχος γὰρ ἡμῶν, καὶ προμηθεὺς καὶ δοτὴρ ἀπειρόδωρος, ἐδείχθης ὡς συμπαθής, Γοργοϋπήκοε τῶν ἐκβοώντων Σοι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ Κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
ς σκηνὴ ἡ ὑπέρτιμος, ἡ ἀνήροτος ἄμπελος, ὥσπερ κλῆμα εὔφορον καὶ ἀείζωον, Δοχειαρίου ἐξέτεινεν, Αὐτῆς τὴν Ἐμφέρειαν, τῷ Σεμνείῳ εὐκλεῶς, τῶν θαυμάτων τοὺς βότρυας, ἀναθάλλουσαν, τοῖς ἐκ πόθου βοῶσι τῇ Παρθένῳ· Σὺ εἶ ἡμῶν ἡ Προστάτις, Γοργοϋπήκοε Δέσποινα. (δίς)
ς ἐλαία κατάκαρπος, ἡ Εἰκών Σου ἡ πάνσεπτος, Κόρη ἐγεώργηται ὡς ηὐδόκησας, τῆς θεϊκῆς ἱλαρότητος, τὸ πλούσιον ἔλεος, ἀποστάζουσα ἀεί, τοῖς προστρέχουσι πάντοτε, τῇ πρεσβείᾳ Σου, καὶ τὴν Σὴν ὀξυτάτην προστασίαν, ἐν κινδύνοις ἐκζητοῦσι, Γοργοϋπήκοε Ἄχραντε.
λαστήριον ἔμψυχον, ἰατρεῖον ἀδάπανον, πλοῦτος ἀναφαίρετος πάσης δόσεως, Γοργοϋπήκοε πέφηνας, ταχέως προφθάνουσα, τοῖς καλοῦσί Σε θερμῶς, καὶ κινδύνων τοὺς δούλους Σου, διασῴζουσα, καὶ κατ’ ὄναρ Παρθένε φαινομένη, καὶ καθ᾿ ὕπαρ παραδόξως, χαρᾶς πληροῖς τοὺς ὑμνοῦντάς Σε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´.
Σήμερον εὐσήμου ἑορτῆς ὑπόθεσις, ἡ τῶν θαυμάτων Σου ἔλλαμψις, Θεοτόκε ἐπέστη· σὺ γὰρ ὡς τοῦ Ἀδαμιαίου γένους σωτηρία, καὶ ἀγαθότητος πέλαγος, αὐτεπαγγέλτως ὤφθης ἡμῖν, ὀξυτάτη ἀντίληψις, καὶ εὐεπήκοος βοηθός. Τί οὖν ἀξίως Σοι προσκομίσωμεν, ἀνθ᾿ ὧν τρυγῶμεν ἀπείρων δωρεῶν Σου; ἑτοίμην γὰρ ἀρωγόν, ἐν τῷ βίῳ Σε εὑράμεθα, καὶ ὡς ἐλπίδος ἄγκυραν, τὰς ἐπαγγελίας Σου κεκτημένοι, διασῳζόμεθα. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, κηρύττομεν τὴν εὐεργεσίαν, καὶ ἀναξίοις χείλεσι τὴν Σὴν ἁγίαν προσκυνοῦντες Εἰκόνα, φαιδρῶς βοῶμέν Σοι· Ἔργον τοῦτο τῆς προνοίας Σου Δέσποινα, ὃ κατειργάσω πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Της Ἐξόδου τὸ Ἀνάγνωσμα.
λάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων· Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, στήσεις τὴν Σκηνὴν τοῦ μαρτυρίου· καὶ θήσεις τὴν Κιβωτὸν τοῦ μαρτυρίου· καὶ σκεπάσεις αὐτὴν τῷ καταπετάσματι· καὶ εἰσοίσεις τὴν τράπεζαν, καὶ τὴν λυχνίαν· καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾷν, ἐναντίον τῆς Σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐπιθήσεις το κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ μαρτυρίου· καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος· καὶ χρίσεις τὴν Σκηνήν, καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἔσται ἁγία· καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς ὅσα ἐνετείλατο οὕτω Κύριος, οὕτως ἐποίησε· καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ μαρτυρίου· καὶ δόξης Κυρίου, ἐπλήσθη ἡ Σκηνὴ τοῦ μαρτυρίου· καὶ οὐκ ἠδύνατο Μωσῆς εἰσελθεῖν εἰς τὴν Σκηνὴν τοῦ μαρτυρίου· ὅτι ἐπεσκίασεν αὐτὴν ἡ νεφέλη· καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή,

Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.
ξῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ· ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου· καὶ ὁρᾷ ὅτι ἡ βάτος καίεται πυρί, καὶ οὐ καταφλέγεται· εἶπε δὲ Μωσῆς; Παρελθὼν ὄψομαι τὸ ὅραμα τούτο τὸ μέγα, τί ὅτι οὐ κατακαίεται ἡ βάτος; ὡς δὲ εἶδε Κύριος ὅτι προάγει τοῦ ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ τῆς βάτου λέγων· Μωσῆ, Μωσῆ· ὁ δὲ εἶπε· τί ἐστι Κύριε; ὁ δὲ Κύριος εἶπε· μὴ ἐγγίσας ᾧδε, λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν Σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστι· καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός Σου Ἀβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ· ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· εἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθήν, καὶ πολλήν, εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 27 & 44, 1-4)
σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδ' 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ Δοχειαρίου Μονή, καὶ μυστικῶς ἑστιάθητι, ἐκ τῶν παρθενικῶν ἡδυσμάτων· ἰδοὺ γάρ, ἡ τοῦ ὑπερουσίου ὄμβρου νεφέλη, καὶ ἀῤῥαγὴς τῶν Χριστιανῶν ἐλπίς, τῆς προμηθείας ἑαυτῆς ἀῤῥήτῳ εὐδοκία, διαπετάσασα τὰς πτέρυγας, ὡς σκηνὴν σὲ κατεκάλυψεν ὅθεν καὶ τὸ φωτοεῖδες Αὐτῆς Ἐκτύπωμα, ὡς πέτραν Πνευματοφόρον, καὶ στάμνον χρυσήλατον, ἐν σοὶ ἐθησαύρισεν ἐξ ἧς τῶν οἰκτιρμῶν ἀρυομένη τὸ νᾶμα, πρὸς εὐφροσύνην τὰς κύκλῳ Μονὰς κάλεσον, τῇ τῆς σοφίας φωνῇ βοῶσα· Ἔλθετε καὶ φάγετε ἐκ τῶν ἀδαπανήτων ἀγαθῶν, ὧν ἐν ἐμοὶ ἡ Παρθένος ἡτοίμασεν. Ἀλλ᾿ ὦ Γοργοϋπήκοε Θεοτόκε, μὴ ἀντανέλῃς ἀφ᾿ ἡμῶν, τὴν ἐναργῆ κηδεμονίαν Σου· σὲ γὰρ σωτηρίας κρηπῖδα οἱ δοῦλοι Σοῦ ἔχομεν.
Ἦχος β´.
ς βάτος πυρφόρος, ἀΰλῳ λαμπομένη φωτί, ἡ ὑλική Σου Μορφή, Γοργοϋπήκοε πρόκειται ἡμῖν· ἐν αὐτῇ γὰρ προσιόντες, τῆς σῆς φωτοδοσίας τὴν ἔλλαμψιν, ὡς δι᾿ ἐσόπτρου μυούμεθα. Ὢ τοῦ θαύματος! ὑπερφερὲς ἱλαστήριον, τῇ σῇ ἐπισκιάσει, ταύτην εἰργάσω· ἐν αὐτῇ γὰρ ψυχῶν αὐτουργεῖται καινισμός, καὶ σωμάτων ἴασις, τῶν πιστῶς λιτανευόντων Σε.
Ἦχος γ´.
Τίς λαλήσει τὰ μεγαλεῖά Σου Δέσποινα; ἢ τίς ἀκουστὰς ποιήσει, τὰς αἰνέσεις τῆς δόξης Σου; οὐ μόνον γὰρ τῷ τῇ τραπέζῃ διακονοῦντι, φιλανθρώπως ἔνευσας, καὶ τῷ ξένῳ Σοῦ θαύματι, εὐπειθῆ τοῦτον κατέστησας, ἀλλὰ καὶ τῆς Ἱερᾶς ταύτης Μάνδρας, οἰακοστρόφος ἀσφαλής, φιλοστόργως πέφηνας. Ὄντως πηγὴ ζωαρχική, καὶ βυθὸς ὑπερχειλής, φιλανθρωπίας πέφυκας. Τυφλοῖς γὰρ ἐχαρίσω τὸ ὁρᾶν, παρειμένους ἠνώρθωσας, καὶ ἀγόνους καλλιγόνους ἔδειξας· τὴν γὰρ ἀγαθώνυμόν Σου κλῆσιν, τοῖς ἔργοις βεβαιοῦσα, ἑτοίμη εὑρίσκῃ βοήθεια, τοῖς πᾶσιν ὡς Γοργοϋπήκοος.
Ἦχος δ´.
Τῆς ἀῤῥήτου εὐδοκίας τοῦ Θεοῦ, φωτοφανὲς ὄχημα, ἀναδειχθεῖσα Μαριάμ, ὡς ξύλον ζωῆς ηὐδόκησας, φανῆναι ἡμῖν ἡ Εἰκών Σου· ἐξ ἧς τοὺς ψυχοτρόφους τρυγῶντες καρπούς, εὐχαρίστως βοῶμέν Σοι· Χαῖρε κιβωτὲ πάγχρυσε; τοῦ ὑπερουσίου ἁγιάσματος, τοῦ βλυστάνοντος ἡμῖν διὰ Σοῦ ἁγιασμῶν καὶ λύτρωσιν. Χαῖρε λαβὶς πυρσοβόλος, ἡ καθαιροῦσα ἡμᾶς, τῇ τῶν κρειττόνων, μεταδώσει. Χαῖρε προστασία ἄμαχε, καὶ Γοργοϋπήκοε ἀρωγὴ τῶν δούλων Σου· ὧν τῇ δεήσει συμπαθὲς οὖς κλῖνον, καὶ σῶσον ἡμᾶς Πανύμνητε, πάσης ὀργῆς καὶ θλίψεως.
Δόξα. Καὶ νῦν.
Δεῦτε δὴ καὶ κυκλώσατε, καὶ Δαβιτικῶς περιλάβετε, τὴν Δοχειαρίου εὐαγῆ Μονὴν ἐν αὐτῇ γὰρ ὑπερφυῶς, ἡ τοῦ ἐλέους Μήτηρ, τὰς πλουτοποιοὺς αὐτῆς ἐνεργείας, ἐμφανεστέρας δείκνυσι πιστοῖς· τὸ γὰρ Ἱερὸν αὐτῆς Ἐκτύπωμα, θησαυρὸν εὐεργεσίας, εἰς περιποίησιν ἡμῶν ἀπειργάσατο· ὅθεν τῆς Παρθενικῆς, γευσάμενοι χρηστότητος, ὁμοφώνως εἴπωμεν Γοργοϋπήκοε Κόρη, μὴ ἐλλείπῃς φρουρεῖν ἡμᾶς, ἐν ταῖς τοῦ βίου περιστάσεσι, καὶ παρέχειν ἡμῖν, τὰ πρὸς σωτηρίαν αἰτήματα.

Εἶτα λέγονται αἱ συνήθεις Εὐχαί, καὶ εἰσερχόμεθα ἐν τῷ Ναῷ βάλλοντες τὰ Ἀπόστιχα.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἀγαθῶν ἡ πηγή, τῆς εὐσπλαγχνίας τὸ ἀκένωτον πέλαγος, νεφέλη ἡ ζωηφόρος, ἡ γλυκασμὸν ἀληθῆ, τοῖς κεκακωμένοις ἐπομβρίζουσα· τυφλῶν ἡ ἀνάβλεψις, παραλύτων ἀνόρθωσις, χειμαζόμενων, ἀσφαλὴς χειραγώγησις, λιμὴν ἄκλυστος, τῶν ἐν ζάλῃ καὶ θλίψεσι. Κόρη Γοργοϋπήκοε, νοσούντων τὸ ἴαμα, τοῦ Σιλωὰμ Κολυμβή6ρα, τῆς ἀτεκνίας ἡ λύτρωσις· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχ: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Χαίρει, Δοχειαρίου Μονή, οἷάπερ στέφος τιμαλφὲς χρυσοκόλλητον, τὸν ἔνσωμον Χαρακτῆρα τῆς σῆς ἀχράντου Μορφῆς, ἀναδησαμένη Παντευλόγητε· ἐντεῦθεν τῆς δόξης Σου, καρπουμένη τὴν ἔλλαμψιν, τὰς πρωτοδότους, διαδόσεις Σου δέχεται, ὡς ἀθάνατον, μετουσίαν κραυγάζουσα· Σκέπη μου καὶ ὑπέρμαχος, τροφεύς τε καὶ ἔφορος, ὡς συμπαθῶς ἐπηγγείλω, ἔσο Παρθένε Πανάμωμε, ἀεὶ δωρουμένη, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος,
Στίχ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
λη, πανευμενὴς καὶ λαμπρά, θεουργικαῖς μαρμαρυγαῖς ἐξαστράπτουσα, ἐφίστασαι ἀοράτως, τοῖς ἐν κινδύνους Ἁγνή, ἐπιβοωμένοις τὸ σὸν ὄνομα, καὶ πάσιν ἐπίσκεψις, καὶ ταχεῖα ἀνάῤῥωσις, ἀεὶ εὑρίσκῃ, τοῖς ἐκ πόθου βοῶσί Σοι, τὰ τοῦ ᾌσματος, ἁγιόφθογγα ῥήματα· δεῖξον ἡμῖν τὴν ὄψιν Σου, καιρῷ τῷ τῶν θλίψεων, ὡς θυμηδίας ἡμέραν, καὶ τὴν φωνήν Σου ἀκούτισον, ὡς ἔνθεον λύτρον, καὶ παράκλησιν γλυκεῖαν, Γοργοϋπήκοε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.
Δεῦτε ἅπαντες πιστοί, τὰ παμφαῆ μεγαλεῖα, τῆς Θεοτόκου δοξάσωμεν ὡς γὰρ πύλη τοῦ ἀΰλου φωτός, πρὸς ἀποῤῥήτων ἀναβάσεων μύησιν, ἀνάγει καὶ εἰσάγει, τοὺς ἐντρυφῶντας ἐν τοῖς θαύμασιν Αὐτῆς. Ἐλλαμφθῶμεν οὖν ταῖς φρεσίν, οἱ τῷ φωτὶ Αὐτῆς πορευόμενοι· ἰδοὺ γὰρ παραγίνεται, ἑνὶ ἑκάστῳ χορηγοῦσα, ἀγαθοποιοὺς δωρεάς. Ὁ ἔμψυχος οὐρανός, ἡ χρυσοφαὴς λυχνία, ὁ ἐπηρμένος τοῦ Δεσπότου Θρόνος, ἡ περίβλεπτος καὶ περιώνυμος πόλις, ἐν ᾖ τὸ ἀκατάληπτον μυστήριον, τῆς τοῦ Λόγου κενώσεως τετέλεσται, εἰς ἀνάπλασιν ἡμῶν , καὶ ζωὴν αἰώνιον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
ς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων Σου, τὴν θαυματουργόν Σου Εἰκόνα Θεοτόκε πλουτίσαντες, ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς, ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ· σὺ γὰρ Γοργοϋπήκοος βοηθός, πέλεις τῶν ἐκβοώντων Σοι· Δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή· δόξα τῇ παρθενίᾳ Σου· δόξα τῇ πρὸς ἡμᾶς Σοῦ ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.

Καί Ἀπόλυσις. Καὶ ἡ λοιπὴ Ἀκολουθία τῆς Ἀγρυπνίας.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΜΕΤΑ ΤΗΝ Α´ ΣΤΙΧΟΛΟΓΙΑΝ.

Καθίσματα. Ἦχος Α·. Τὸν τάφον Σου.
ς πύργον ἀσφαλῆ, ὡς ἐλπίδος κρηπῖδα, καὶ ἔφορον ζωῆς, καὶ κρουνῶν συμπαθείας, τὴν θείαν Σου προμήθειαν, Θεομῆτορ κτησάμενοι, μεγαλύνομεν, τὴν Σὴν ἀνείκαστον χάριν, καὶ γεραίρομεν, Γοργοϋπήκοε Κόρη, τὰ θεῖά Σου θαύματα.
Δόξα. Καὶ νῦν.
ς ὤφθης μυστικῶς, λειτουργῷ τῷ τραπέζης, καὶ τοῦτον εὐπειθῆ, ξενοτρόπως εἰργάσω, οὕτως ἡμῖν ἐμφάνηθι, ὡς ὑπέσχου Πανάμωμε, καὶ καταύγασον, τὸν νοῦν ἡμῶν τοῦ εἰδέναι, καὶ πληροῦν ἀεί, τὰ τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, ἐντάλματα Ἄχραντε.


ΜΕΤΑ ΤΗΝ Β´ ΣΤΙΧΟΛΟΓΙΑΝ.

Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, τῶν Μοναζόντων ὁ χορός, τὸν ἀόμματον ἰδών, ὀμματωθέντα ὑπὲρ νοῦν, τῇ προϊούσῃ ἐκ τῆς Εἰκόνος Σου ἐνεργείᾳ· ὅθεν τὴν λαμπράν, μεγαλουργίαν Σου, πόθῳ ἀκλινεῖ, Ἁγνὴ ἐδόξασε, καὶ ὡς πυρσὸν τὰς σὰς ἐπαγγελίας, πεπλουτηκὼς ἀνακράζει Σοι· Μεγάλη ὄντως, ἡ πρὸς ἡμᾶς Σοῦ, Γοργοϋπήκοε προμήθεια.
Δόξα. Καὶ νῦν. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῆς εὐσπλαγχνίας Σου, πλοῦτον τὸν ἄπειρον, καὶ τῶν θαυμάτων Σου, βυθὸν τὸν ἄμετρον, τίς ἀνυμνήσει ὡς εἰκός, Παρθένε δεδοξασμένη; Σὺ γὰρ ὡς φιλόστοργος, ἀναβλύζεις τοῖς πέρασι, τῆς εὐεργεσίας Σου, τὰ γλυκύῤῥοα νάματα, καὶ σῴζεις συμφορῶν καὶ κινδύνων, τοὺς σοὺς ἱκέτας Γοργοϋπήκοε.

ΜΕΤΑ ΤΟΝ ΠΟΛΥΕΛΕΟΝ

Κάθισμα. Ἦχ. πλ. Δ´. Τὸ προσταχθέν.
Τὸ προσταχθὲν ὑπὸ Σοῦ μὴ ἐκπεράνας, ὁ τῆς τραπέζης λειτουργὸς Θεογεννῆτορ, τῆς σῆς δόξης πεπείραται καὶ ἔγνω, Σοῦ τὴν χάριν ὦ πλήρους χρηστότητάς Σου θείας φωνῆς! ἀπαύστως γὰρ προνοεῖσθαι ὡς ἀγαθή, ἐπηγγείλω Πανύμνητε, τῶν σοὶ βοώντων πιστῶς, Ἁγνὴ Γοργοϋπήκοε· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δόξα. Καὶ νῦν, τὸ αὐτό.


ΟΙ ΑΝΑΒΑΘΜΟΙ.

Τὸ Α΄ ἀντίφωνον τοῦ Δ´ Ἤχου
Προκείμενον: Ἄκουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σοῦ καὶ ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Στίχ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ἐκ τοῦ κατὰ Λουκᾶν Ἀγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν: Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσαν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.


Μετὰ τὸν Ν´ ψαλμόν.

Δόξα. Ἦχος Β΄:
Σήμερον εὐσήμως κροτοῦντες, τῶν σῶν θαυμάτων τὰς δυναστείας, βοῶμέν Σοι Πανύμνητε· Γοργοϋπήκοος ὑπέρμαχος, τῇ λογικῇ Σου ἔσο Μάνδρα, μέχρι τερμάτων βίου δεόμεθα.
Καὶ νῦν.
Στίχ.: Ἐλεῆμον, ἐλέησόν μὲ ὁ Θεός… καὶ τὸ ἰδιόμελον.
Ἦχος πλ. Β΄.
Σήμερον ὁ Ἁγιώνυμος Ἄθως, τὸ ἐμφανὲς τῆς Θεοτόκου Ὄρος, προφητικῶς σταλαξάτω γλυκασμόν, καὶ ῥηξάτω εὐφροσύνην, ἡ γὰρ ἔφορος αὐτοῦ καὶ πρύτανις καὶ σκέπη, ἡ μόνη Ἀειπάρθενος, εἰς εὐφημίαν πρόκειται. Ὅθεν καὶ τῶν εὐεργετικῶν Αὐτῆς δυνάμεων, τὰς ἀκτῖνας ἁπλώσασα, καταπυρσεύει τοὺς κράζοντας· Φύλαξον ἡμᾶς, Γοργοϋπήκοε Ἄνασσα· Ἰδοὺ γὰρ ὡς νοσσία τῇ σῇ σκέπῃ προστρέχομεν, καὶ διὰ Σοῦ σωθῆναι ἐλπίζομεν.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν Σου…


ΟΙ ΚΑΝΟΝΕΣ
Ὁ α΄ κανών μετὰ τῶν εἱρμῶν εἰς η΄, καὶ ὁ β´ εἰς στ΄.

Κανὼν Πρῶτος. Οὗ ἡ ἀκροστιχίς: Γοργοϋπηκόου τὴν χάριν αἰνέσω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος Α´. Ὁ εἱρμός. Ἀνοίξω τὸ στόμα μου.
Γαλήνης τὸν πρύτανιν, Γοργοϋπήκοε τέξασα, εἰρήνην καὶ ἄφεσιν, βλύσον μοι ἄνωθεν, καὶ καταύγασον, τὸν νοῦν μου Θεοτόκε, ὡς ἄν Σοι ἐπάξιον, μέλψω ἐφύμνιον.
πλήρης τῆς δόξης Σου, ζωαρχικώτατος Ἄχραντε, χειμάῤῥους ἀπέσταξε, τῇ σῇ Εἰκόνι τερπνῶς· ὅθεν πάντοτε, πηγὰς ζωοδωρήτους, βλυστάνει τῇ ποίμνῃ Σου, Γοργοϋπήκοε.
ημάτων Σου Δέσποινα, μὴ συνιεὶς τὸ ἐπάγγελμα, ὁ ἤδη γευσάμενος, τῆς σῆς παιδεύσεως, ἀναδέδεικται, αὐτόπτης καὶ θεράπων, τῆς αὐτεπαγγέλτου Σου, ἐπισκιάσεως.
Γνωστῶς τεθεάμεθα, ὡς ὁ Μωσῆς ὁ θεόληπτος, τὴν Σὴν φωτοφάνειαν, ὥσπερ ἐν βάτῳ πυρός, κατ᾿ ἐνώπιον, τῆς θείας Σου Εἰκόνος, ἑστῶτες καὶ ψάλλοντες, τὰς δυναστείας Σου.
Κανὼν Δεύτερος.
Οὗ ἡ Ἀκροστιχίς: Σὺ εἶ Γοργοϋπήκοε ἡμῶν σκέπη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Σωτηριώδους εὐδοκίας Ἄχραντε, καὶ ἀποῤῥήτου βουλῆς, θησαυρὸς ἐδείχθης, ὡς καλὴ καὶ ἄμωμος· ὅθεν σκήνωμα πάγκαλον, τοῦ ἀΰλου φωτός Σου, τὸ σὸν εἰργάσω Ἐκτύπωμα, αἴγλην ἀπαυγάζον χρηστότητος.
περεκβλύζει ὡς πηγὴ ἀκένωτος, θαυματοβρύτους ῥοάς, Κεχαριτωμένη, μόνη Παντευλόγητε, ἡ θεαυγὴς Ἐμφέρεια, τῆς ἀχράντου Μορφῆς Σου, καὶ καταρδεύει ταῖς χάρισι, Κόρη τὸν ἀπόλεκτον κλῆρόν Σου.
παγγελίας ὁσημέραι Δέσποινα, τῆς πρὸς ἡμᾶς Σου Ἁγνή, τὰς ἀγαθοδότους, δωρεὰς δρεπόμενοι, ἑόρτιόν Σοι αἴνεσιν, κατὰ χρέος κροτοῦμεν, καὶ χαρμοσύνως γεραίρομεν, τὰ ὑπερφυῆ Σου θαυμάσια.
Στερoτύπως ἡ φαιδρὰ Ἐμφέρεια, τῆς σῆς Εἰκόνος Ἁγνή, ἀφανῶς γραφεῖσα, ἐμφανῶς ἐξέλαμψεν, ὥσπερ σελήνη πάμφωτος, καὶ ἠὼς γλυκύτατη, ἐν τῇ Μονῇ ὡς ηὐδόκησας, τοῦ Δοχειαρίου Πανάμωμε.
Καταβασία. Ἀνοίξω τὸ στόμα μου.

Κανὼν Πρῶτος· ᾠδὴ Γ´. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
λόγος Σου ἴαμα ἐδείχθη, ὡς δρόσος Ἁγνὴ ἑωθινή, τῷ παιδευθέντι Δέσποινα, τῇ ῥάβδῳ τῶν κριμάτων Σου· τὸ γὰρ ὁρᾶν ἀπέλαβε, καὶ τὴν Σὴν χάριν ἐκήρυττεν.
φάψασα οἵα περ λυχνίαν, ἑπτάφωτον ὄντως καὶ λαμπράν, τὴν ἱερὰν Εἰκόνα Σου, φωταγωγεῖς τοῖς θαύμασι, τὴν Ἐκκλησίαν ἅπασαν, Γοργοϋπήκοε Δέσποινα.
Πλήρης ἀγαθῶν πλήρης ἐλπίδος, πλήρης εὐσπλαγχνίας καὶ στοργῆς, ἡ θεία Σοῦ ὑπόσχεσις, πέλει Γοργοϋπήκοε, τοῖς ἀφορῶσι πάντοτε, τῇ ἀρωγῇ τῆς προνοίας Σου.
χάρις τῆς θείας Σου Εἰκόνος, διέδραμεν ὥσπερ ἀστραπή, εἰς τὰ τοῦ κόσμου πέρατα, ἀῤῥώστους θεραπεύουσα, καὶ τὰς ἀτέκνους Ἄχραντε, εὐτέκνους ἀποδεικνύουσα.
Κανὼν Δεύτερος· Ὁ στερεώσας κατ ἀρχάς.
Γνόφῳ ἀΰλῳ καλυφθείς, τῆς θείας ἐπισκοπῆς σου, ὁ αὐτήκοος τῶν σῶν προσρημάτων, πορθμευτὴς διαφανής, τῆς πρὸς ἡμᾶς Σου γέγονεν, ἀμάχου προστασίας, Παρθένε Γοργοϋπήκοε.
Οἱ ὀφθαλμοί Σου γραφικῶς, ὡς Ἐσεβὼν δύο λίμναι, οἰκτιρμῶν πεπληρωμένοι ὁρῶνται, καὶ τὰ χείλη Σου Ἁγνή, ὥσπερ σπαρτίον κόκκινον, εἰρήνην αἰωνίαν, Γοργοϋπήκοε φθέγγονται.
αγεῖσα Κόρη μυστικῶς, τῇ ῥάβδῳ τῆς χάριτός Σου, ὡς τερπνὴ καὶ πνευματέμφορος πέτρα, ἡ ἁγία Σου Εἰκών, ὡς ὕδωρ ζῶν ἁλλόμενον, ἰάσεων τὰ ῥεῖθρα, , ἀναβλυστάνει τοῖς πέρασι.
Γέρας καὶ στέφος χρυσαυγές, τὸ σὸν Ὁμοίωμα Κόρη, ἡ Μονὴ Δοχειαρίου πλουτοῦσα, εἰς ὀσμὴν μύρων τῶν σῶν, ἀπαύστως προσανέχουσα, τῷ πόθῳ καρδιοῦται, τῆς σῆς θερμῆς ἀγαπήσεως.
Καταβασία: Τοὺς σοὺς ὑμνολόγους.

Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Πιστῶν καταφύγιον, ἁμαρτανόντων λιμήν, στειρῶν ἀπολύτρωσις, καὶ ἀσθενῶν ἰατήρ, ἐδείχθης Πανύμνητε· σὺ γὰρ τοὺς τῶν πενήτων, στεναγμοὺς δεχομένη, φέρεις γοργῶς εἰς πέρας, τὰς ἡμῶν παρακλήσεις· διὸ Γοργοϋπήκοε ὑμνοῦμεν τὴν δόξαν Σου.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Κανών Πρῶτος. ᾨδὴ α´. Ὁ Εἱρμός. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Κῆπον κεκλεισμένον καὶ εὐθαλῆ, τῇ σῇ ἐπομβρίᾳ ἀνέδειξας, Δοχειαρίου, τὸ Σεμνεῖον ἀληθῶς, ἐν ᾧ ὡς ξύλον εὔκαρπον, Κόρη τὴν Εἰκόνα Σου ἤνεγκας.
λη ὡραιώθη Σου ὑπὲρ χρυσόν, ἡ ἡλιοστάλακτος ὄψις Σου, ἀχράντῳ κάλλει, καὶ τὰ χείλη Σου Ἁγνή, σμύρναν καὶ κρόκον στάζουσιν, ὡς βρέφος Θεὸν ἀσπασάμενα.
Οὖς Σου τὸ φιλάγαθον καὶ συμπαθές, κλῖνον εὐμενέστατον Ἄχραντε, ὡς ἐλεήμων, ἱκετῶν Σου ταῖς φωναῖς, τῶν προσκυνούντων πάντοτε, τὸν φωτοειδῆ Χαρακτῆρά Σου.
πὲρ τὰ ἀρώματα πάντα τῆς γῆς, ἢ τῶν ἱματίων Σου δέδεικται, ὀσμὴ Παρθένε, δυσωδίαν τῶν παθῶν, καὶ νοσημάτων βόρβορον, ἐκ τῶν προσιόντων ἐλαύνουσα.
Κανὼν Δεύτερος. Σύ μου ἰσχὺς Κύριε.
μμα τερπνόν, καὶ οἴκτου θείου ἀνάπλεων, Θεοτόκε, ὡς Γοργοϋπήκοος, τῷ προσεδρεύοντι ἀκλινῶς, τῇ σεπτῇ Μορφῇ Σου, κλίνασα τούτου κατηύγασας, τὰς κόρας τῶν ὀμμάτων, διατόρως βοῶντος, τῶν θαυμάτων Σου Κόρη τὸ μέγεθος.
περχειλής, καὶ διαυγὴς καὶ ἀδάπανος, Θεομῆτορ, ἃ κρατὴρ ὁ ἄϋλος, τῶν ψυχοτρόφων Σου δωρεῶν, ἐξ οὗ οἱ ἀντλοῦντες, κορέννυνται εὐφραινόμενοι· καλῶν γὰρ θημωνιά, καὶ τρυφῆς χορηγία, ἀναδέδειξαι Γοργοϋπήκοε.
Πηγὴ ζωῆς, Παράδεισος θεοφύτευτος, ἀναθάλλων, κύπρον νάρδον κάλαμον, κιννάμωμόν τε ἀειθαλές, καὶ κρίνα καὶ ῥόδα, Γοργοϋπήκοε πέφηνας· αἱ γὰρ ἀποστολαί Σου, ὥσπερ αὔρα πραεῖα, ἀνακτῶνται Ἁγνὴ τοὺς ἐκλείποντας.
ρθη Ἁγνή, καὶ ὑπὲρ ἥλιον ἔλαμψε, σῆς Εἰκόνος, ἡ μεγαλοπρέπεια, καὶ τῆς σῆς δόξης πλήρης ἡ γῆ· τὸ γὰρ ὄνομά Σου, ἐντρύφημα καὶ μελέτημα, εὑροῦσα πᾶσα γλῶσσα, ἐκβοᾷ Σοι τὰ χαῖρε, καρπουμένη πταισμάτων συγχώρησιν.
Καταβασία: Τὴν ἀνεξιχνίαστον θείαν βουλήν...

Κανὼν Πρῶτος. ᾨδὴ ε΄. Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.
Τὸ ὄρος τὸ ἅγιον, καὶ πῖον καὶ κατάσκιον, τὴν ἐσφραγισμένην θείαν πύλην, τοῦ ἐξ ἀνάρχου Πατρὸς ἐκλάμψαντος, τὴν Θεοχαρίτωτον Ἁγνήν, πάντες ἀνυμνήσωμεν, ὡς ἡμᾶς διασῴζουσαν.
γίασται Ἄχραντε, καὶ ἀληθῶς δεδόξασται, τῇ ἐπιφοιτήσει τῆς σῆς δόξης, ὁ τῆς Μορφῆς Σου Χαρακτὴρ ἔνσωμος, καὶ καταφαιδρύνει εὐκλεῶς, ἀοράτοις λάμψεσι, τὴν ἀπόλεκτον Ποίμνην Σου.
Νοσοῦσιν ἀνάῤῥωσιν, τυφλώττουσιν ἀνάβλεψιν, τοῖς χειμαζομένοις εὐπλοΐαν, καὶ αἰχμαλώτοις ταχεῖαν λύτρωσιν, Κόρη πρυτανεύεις ἐσαεί, ὡς Γοργοϋπήκοος, τοῖς φωνοῦσι τὴν κλῆσίν Σου.
Χορεύει τῇ δόξῃ Σου, καὶ τέρπεται Θεόνυμφε, τοῦ Δοχειαρίου τὸ Σεμνεῖον, οἷα παστὰς γάρ, καὶ φωτοφόρος νυμφών, κέκτηται ὡς νύμφην νοητήν, τὴν σεπτὴν Εἰκόνα Σου, κοσμουμένην τοῖς θαύμασε.
Κανὼν Δεύτερος. Ἵνα τί μὲ ἀπώσω.
Καρδιῶν τεθλιμμένων, ὡς στειρευουσῶν Σὺ παράκλησις γέγονας, Κεχαριτωμένη, πρυτανεῖον ἀῤῥήτων δυνάμεων, αἱ γὰρ προσπεσοῦσαι, τῇ παναχράντῳ Σου Εἰκόνι, ἀπαιδείας τὸ ὄνειδος ἔφυγον.
Οὐρανόθεν φανεῖσα, Κόρη ἐν ὁράματι οἷάπερ Ἄνασσα, τῶν ὑποζυγίων, ἀπεκάλυψας τὴν ἀποσύλησιν, τοῖς μετὰ δακρύων, καὶ στεναγμῶν αἰτησαμένοις, τὴν θερμήν Σου Παρθένε ἀντίληψιν.
κ γαστρός Σου τεκοῦσα, Δεξιὰν Πανάμωμε Πατρὸς τὴν σύνθρονον, ὡς Υἱὸν καὶ Λόγον, ἑνωθέντα παχύτητι σώματος, παμφαὴς ὡράθης, γυναίῳ Κόρη τῷ ἀλγοῦντι, καὶ τὴν χεῖρα αὐτοῦ ἐθεράπευσας.
κουσας τῶν ῥημάτων, ὡς Γοργοϋπήκοος τοῦ δεομένου Σου, καὶ αὐτῷ ἐνδίκως, ἐφανέρωσας τὸν ὑπεξάραντα, ἀπανθρώπῳ γνώμῃ, Παρθενομῆτορ τὰ οἰκεῖα· ὅθεν θάμβους πλησθείς Σε ἐδόξαζεν.
Καταβασία: Ἐξέστη τὰ σύμπαντα...

Κανὼν πρῶτος. ᾨδὴ στ´. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
γεωργήτως βλαστήσασα, τὸν τρέφοντα τὰ πάντα χρηστότητι, ὡς βότρυν πέπειρον, θεοπρεπῶς ἐγεώργησας, ἡμῖν τὴν Σὴν Εἰκόνα, Γοργοϋπήκοε.
ήσεις τῶν θείων χειλέων Σου, ἡμῖν ἅς ἀπεφήνω Πανάμωμε, διακατέχοντες, ὥσπερ πυρσὸν ἀσφαλέστατον, τὰ κύματα τοῦ βίου, εὐπλόως τρέχομεν.
δοὺ Ἁγνὴ κεχαρίτωται, τὸ εἶδος τῆς Μορφῆς Σου ὡς Λίβανος, καὶ ὡς περίοπτον, τοῦ Ἀερμὼν ὄρος δείκνυται, σταλάζον τοῖς ἐν κόσμῳ, δρόσον οὐράνιον.
Νέκταρ ζωῆς ὑπερκόσμιον, ὡς πόμα εὐφροσύνης ἀείζωον, νέμεις ἑκάστοτε, τοῖς ὡς πηγὴ τῇ Εἰκόνι Σου, χαρίτων προσιοῦσι, Γοργοϋπήκοε.
ρτοποιοῦσα τὴν χάριν Σου, πυρὶ τῷ δροσοβόλῳ τοῦ Πνεύματος, Γοργοϋπήκοε, καθάπερ Μήτηρ φιλόστοργος, ἐκτρέφεις καὶ εὐφραίνεις, τὴν δὲ τὴν Μάνδραν Σου.
Κανὼν Δεύτερος.
Μύρον Παρθένε τὸ ζῶν, ὑπερφυῶς σωματώσασα, ἀλάβαστρον νοητόν, τὴν θείαν Εἰκόνα Σου, τῇ Ποίμνῃ Σου ἔδειξας, δωρεῶν ποικίλων, τὴν ὀσμὴν ἀρωματίζουσαν.
ραία Σου ἡ Μορφή, ἡ ὄψις Σου γαληνόμορφος, τὸ ὄμμα Σου ἱλαρόν, τὸ στόμα μελίῤῥυτον, ὅλη εὐπροσήγορος, ὅλη φωτοφόρος, ἡ Εἰκών Σου ὤφθη Ἄχραντε .
Ναμάτων ζωοποιῶν, τὸν ποταμὸν ἀναβλύζουσα, ξηραίνεις διὰ παντός, νοσημάτων βόρβορον, καὶ ἀγόνων στείρωσιν, λύεις καὶ κινδύνων, διασῴζεις τοὺς καλοῦντάς Σε.
Συμπάθειαν μητρικήν, Γοργοϋπήκοε ἔχουσα, ἐπέστης αὐτοφανῶς, καὶ τὸν παῖδα ἔσωσας, ὢ τῆς προμηθείας Σου! τῆς αἰχμαλωσίας, προφανῶς τοῦτον φωνήσασα.
Καταβασία: Τὴν θείαν ταύτην.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Τῇ ἀρωγῇ Σου Θεοτόκε καταφεύγοντες, ὡς εἰς λιμένα γαληνότατον σῳζόμεθα, ἐκ κινδύνων πολυτρόπων καὶ νοσημάτων· σὺ γὰρ ὤφθης βοηθὸς Γοργοϋπήκοος, τοῖς πιστῶς προσπτυσσομένοις τὴν Εἰκόνα Σου, καὶ βοῶσί Σοι· Χαῖρε κόσμου ἀντίληψις.
Ὁ Οἶκος.
νωθεν ἀοράτως, ἐπιστᾶσα Παρθένε, ὥσπερ ἀγαθὴ εὐηγγελίσω, τῇ δὲ τῇ θεολέκτῳ Μονῇ, ἔφορον εἶναί Σε Γοργοϋπήκοον διό Σου τὸ ἐξαίρετον τῆς προνοίας ὑμνοῦντες βοῶμεν Χαῖρε, δι᾿ ἧς ὁ Θεὸς σαρκοῦται· χαῖρε, δι᾿ ἧς ὁ ἐχθρὸς νεκροῦται. Χαῖρε, τοῦ φθαρέντος Ἀδὰμ ἡ ἀνάπλασις· χαῖρε, τῶν ἱδρώτων τῆς Εὔας ἀνάπαυσις. Χαῖρε, ὕψος ἀθεώρητον εὐσπλαγχνίας θεϊκῆς· χαῖρε, βάθος. ἀνεξάντλητον χάριτος ζωαρχικῆς. Χαῖρε, ὅτι ἐδείχθης ποταμὸς ἰαμάτων· χαῖρε, ὅτι τυγχάνεις θησαυρὸς χαρισμάτων. Χαῖρε, πολλῶν νοσούντων ὑγίανσις· χαῖρε, στείρων ταχεῖα ἐκλύτρωσις, Χαῖρε, Μονῆς Δοχειαρίου σκέπη· χαῖρε, παντὸς Ἄθω Ὄρους προστάτες. Χαῖρε, κόσμου ἀντίληψις.

Συναξάριον.
Μὴν Ὀκτώβριος, ἔχων ἡμέρας ΛΑ´. Ἡ ἠμέρα ἔχει ὥρας ΙΑ´, καὶ ἡ νῦξ ὥρας ΙΓ´. Τῇ α΄ τοῦ αὐτοῦ μηνός, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Γοργοϋπηκόου, τῆς εὑρισκομένης ἐν τῇ ἱερᾷ Μονῇ Δοχειαρίου τοῦ Ἁγίου Ὄρους.

Στίχοι:
Γοργῶς τῆς φωνῆς εἰσακούειν Παρθένε,
ἡμῶν μὴ ἐλλείπῃς τῶν σοὶ ἀφορώντων.

θαυματουργὸς αὕτη καὶ περίφημος τῆς Θεοτόκου Εἰκών, ἧς τὴν Σύναξιν ἑορτάζομεν, ἀπόκειται ἐν τῇ κατὰ τὸν Ἁγιώνυμον Ἄθω Ἱερᾷ Μονῇ τοῦ Δοχειαρίου, ἔχει δὲ ἡ ὑπόθεσις ὡς ἑξῆς:
Ἐπὶ τοῦ ἀνατολικοῦ τοίχου τῆς κοινῆς τῶν Πατέρων τῆς Μονῆς τραπέζης καὶ ὡς εἰσερχόμεθα εἰς αὐτὴν δεξιά, ἢν τίς Εἰκὼν τῆς Ὑπεραγίας Θεοτόκου ἀπὸ ἀδήλων ἐτῶν ἐζωγραφισμένη. Παράδοσίς τις διήκουσα διὰ τῶν πλέον σεβαστῶν Πατέρων τῆς Μονῆς, ἀνάγει Αὐτὴν ἐπὶ τῆς ἐποχῆς τοῦ Ἁγίου Νεοφύτου τοῦ καὶ Κτίτορος τῆς Ἱερᾶς ταύτης Μονῆς χρηματίσαντος. Πάντως ἀνήκει εἰς παλαιὰν ἐποχήν, ἀλλ’ ἡ θεία πρόνοια διαφύλαξε ταύτην ἐκ τοῦ πανδαμάτορος χρόνου σώαν καὶ ἀβλαβῆ μετὰ τῶν χαρακτήρων ἀναλλοιώτων, ὥστε νὰ φανῇ εἰς τοὺς ἐσχάτους χρόνους δεδοξασμένη καὶ θαυματουργός, καὶ τῆς Ἱερᾶς ταύτης Μονῆς ἀντιλήπτωρ καὶ κυβερνήτις καὶ προστάτις ἑτοίμη, ὡς Αὕτη παραδόξῳ τρόπῳ ὑπέσχετο.
Ἔμπροσθεν λοιπὸν τῆς ἐν λόγῳ πανσέπτου Εἰκόνος ἦτο διάδρομος, δι᾿ οὗ διήρχοντο οἱ Πατέρες εἰσερχόμενοι εἰς τὴν τράπεζαν καὶ ἰδίᾳ ὁ ἑκάστοτε τραπεζοκόμος πρὸς ἐκτέλεσιν τῆς ὑπηρεσίας τοῦ· μάλιστα δὲ διερχόμενος πολλάκις ἐν καιρῷ, νυκτὸς ἐκράτει συνήθως δᾷδας ἀνημμένας πρὸς φωτισμὸν τοῦ.
Κατὰ τὸ σωτήριον ἔτος ἀπὸ Χριστοῦ 1664 ἦτο τραπεζοκόμος ἀδελφός τις Νεῖλος ὀνόματι, ὅστις διερχόμενος ἔμπροσθεν τῆς Ἁγίας Εἰκόνος μὲ τὰς συνήθεις ἀνὰ χεῖρας δᾷδας, ἤκουσε τὰ ἑξῆς· Ἄλλοτε νὰ μὴ διέλθῃς ἐντεῦθεν μὲ δᾷδας, καπνίζων τὴν ἐμὴν Εἰκόνα. Ἀλλ᾿ οὗτος μὴ ἐννοήσας ὅτι ἡ φωνὴ προέρχεται ἐκ τῆς Εἰκόνος, ὑπολαβὼν ὅτι ἀδελφὸς τίς κεκρυμμένος πλησίον που πειράζει αὐτόν, ἐξηκολούθει ὡς καὶ πρότερον τὸ ἔργον τοῦ. Παρελθουσῶν οὕτω πολλῶν ἡμερῶν, καθ᾿ ἢν ὥραν ἡ πρώτη φωνὴ ἠκούσθη, ἤκουσε καὶ αὔθις φωνῆς φθεγγομένης πρὸς αὐτὸν τοιαῦτα· Ὦ μοναχὲ ἀμόναχε, ἕως πότε ἀνευλαβῶς καὶ ἀτίμως θὰ καπνίζῃς τὴν ἐμὴν Μορφήν; Καὶ σὺν τῇ φωνῇ, ἀορασίᾳ αὐτὸν ἐπάταξεν. Ὡς δὲ κατελήφθη ὑπὸ τῆς ὀφθαλμίας, τότε ἐμνήσθη καὶ τῆς προλαβούσης φωνῆς, καὶ ἐγνώρισεν, ὅτι δικαίως πλέον ἔπαθε, καθότι παρήκουσεν ἐξ ἀπροσεξίας τῆς ἐντολῆς τῆς Κυρίας Θεοτόκου.
Πρωΐας δὲ γενομένης εὗρον αὐτὸν οἱ ἀδελφοὶ πρηνῆ καὶ τυφλὸν κείμενον ἐπὶ τοῦ ἐδάφους τοῦ διαδρόμου, ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ πληροφορηθέντες παρ’ αὐτοῦ τὰ καθ᾿ ἕκαστα μετὰ φόβου καὶ εὐλαβείας διήρχοντο ἔκτοτε ἐκεῖθεν, κρεμάσαντες δὲ ἐπὶ τῆς Εἰκόνος κανδήλαν ἀκοίμητον, διέταξαν τὸν νέον ἤδη τραπεζοκόμων νὰ θυμιᾷ Αὐτὴν μετὰ πάσης εὐλαβείας καθ’ ἑκάστην ἑσπέραν. Ὁ δὲ τυφλωθεὶς Νεῖλος δεν ἠθέλησε πλέον ν᾿ ἀπομακρυνθῇ ἐκεῖθεν, ἀλλ’ ἐν στασιδίῳ παρέμενεν ἔμπροσθεν τῆς ἁγίας Εἰκόνος, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν παρεκάλει μετὰ θερμῶν δακρύων τὴν Ὑπεραγίαν Θεοτόκον νὰ συγχωρήση ὡς συμπαθέστατη Μήτηρ τοῦ Θεοῦ Λόγου καὶ μεσίτρια τοῦ ἀνθρωπίνου γένους τὴν ἐξ ἀπροσεξίας ἁμαρτίαν τοῦ, καὶ ὡς σημεῖον τῆς ἀφέσεως νὰ χαρίσῃ αὐτῷ το φῶς τῶν ὀφθαλμῶν τοῦ. Ἀλλ’ ὅμως δεν ἐψεύσθη τῶν χρηστῶν ἐλπίδων διότι ἡ πηγὴ τῆς εὐσπλαγχνίας καὶ ταχίστη ἀντίληψις τῶν θλιβομένων, ἡ Κυρία Θεοτόκος, κλίνασα φιλάνθρωπον οὖς, ὑπήκουσεν εὐμενῶς τῆς συντετριμμένης αὐτοῦ καρδίας καὶ ἐν μια τῶν ἡμερῶν ἀπεκάλυψεν εἰς αὐτὸν τὰ ἑξῆς, φωνήσασα ἐκ τρίτου ἐκ τῆς Εἰκόνος οὕτως· Ὦ Μοναχέ, εἱσηκούσθη ἡ δέησίς σου πρὸς μέ, καὶ ἔσο συγχωρημένος καὶ βλέπων ὡς τὸ πρότερον ἀνάγγειλον δὲ καὶ τοῖς λοιποῖς ἐνασκουμένοις πατράσι καὶ συναδέλφοις Σου, ὅτι ἐγὼ εἶμαι ἡ Μήτηρ τοῦ Θεοῦ Λόγου, καὶ μετὰ Θεὸν τῆς Ἱερᾶς ταύτης Μονῆς τῶν Ἀρχαγγέλων σκέπη καὶ βοήθεια καὶ κραταιὰ προστασία, προνοουμένη ὑπὲρ αὐτῆς ὡς ὑπέρμαχος κυβερνήτις· καὶ εἰς τὸ ἑξῆς οἱ μοναχοὶ ἂς καταφεύγωσι πρὸς ἐμὲ διὰ κάθε τῶν ἀνάγκην, καὶ γοργῶς θέλω ὑπακούω αὐτῶν, καὶ πάντων τῶν μετ᾿ εὐλαβείας καταφευγόντων εἰς ἐμὲ ὀρθοδόξων Χριστιανῶν, ὅτι Γοργοϋπήκοος καλοῦμαι .
Αὕτη ἡ ὑπερκόσμιος φωνὴ καὶ τὰ χαρμόσυνα εὐαγγέλια ἐκ τῆς Εἰκόνος τῆς Θεοτόκου· καὶ σὺν τῇ φωνῇ ἠνεῴχθησαν παραχρῆμα ὑπερφυῶς οἱ ὀφθαλμοὶ τοῦ τυφλωθέντος καὶ ἤδη ἀναβλέψαντος τραπεζοκόμου Νείλου, ὅστις ἀνήγγειλε μετὰ χαρᾶς τὰ χαρμόσυνα εἰς πάντας τοὺς ἀδελφούς. Τότε προσῆλθον ἅπαντες ὁμοθυμαδὸν ἔμπροσθεν τῆς θαυματουργοῦ Εἰκόνος τῆς Γοργοϋπηκόου, καὶ ηὐχαρίστησαν Αὐτὴν μετὰ δακρύων καὶ κηρῶν καὶ θυμιαμάτων, διὰ τὴν μητρικὴν Αὐτῆς κηδεμονίαν καὶ τὰς μεγάλας περὶ τῆς Μονῆς ἐπαγγελίας. Πάντα ταῦτα καὶ ἰδίᾳ τὸ θαῦμα τοῦ ἀναβλέψαντος τυφλοῦ ἀδελφοῦ διεφημίσθησαν εἰς ἅπαν τὸ Ἁγιώνυμον Ὄρος, καὶ πλεῖστοι ἀδελφοὶ ἐξ ὅλων τῶν Μονῶν συνήρχοντο, ἵνα προσκυνήσωσι τὴν χαριτόβρυτον Γοργοϋπήκοον, καὶ ἴδωσι τὸν ὀμματωθέντα, παρὰ τοῦ ὁποίου μετὰ θάμβους ἤκουον ὅσα τῷ συνέβησαν καὶ ὅσα ἡ Κυρία Θεοτόκος τῷ εἶπεν.
Ἔκτοτε ἐσφαλίσθη ὁ μέχρι τότε πρὸ τῆς Εἰκόνος διάδρομος, καὶ ἐπειδὴ τὸ μέρος ἦτο ἀκατάλληλον να κτισθῇ Ἐκκλησία, καθότι ὁ ἱστάμενος πρὸ τῆς ἁγίας Εἰκόνος βλέπει πρὸς δυσμάς, ἐκτίσθη αὕτη κατὰ τὸ δεξιὸν μέρος τῆς Εἰκόνος, τῆς θαυματουργοῦ Γοργοϋπηκόου. Ἀλλὰ καὶ εἰδικὸς ἀδελφὸς διωρίσθη πρὸς διακονίαν καὶ εὐτρεπισμὸν τόσον τοῦ Προσκυνηταρίου, ἐν ὢ ἡ ἁγία Εἰκών, ὅσον καὶ τοῦ Παρεκκλησίου Αὐτῆς, ὁ πλέον δόκιμος καὶ εὐλαβὴς ἐκ τῶν Ἱερομόναχων, Προσμονάριον αὐτὸν καλέσαντες, ὅστις ψάλλει τακτικώτατα ἑκάστην πρωΐαν καὶ ἑσπέραν παρακλήσεις ἔμπροσθεν τῆς θαυματουργοῦ Γοργοϋπηκόου, καὶ καθ’ οἱανδήποτε ἄλλην ὥραν ὁπότε παραστῇ ἀνάγκη, ἡ ἔλθῃ προσκυνητής τις. Ἐν δὲ τῇ ἑσπέρᾳ ἑκάστης Τρίτης καὶ Πέμπτης μετὰ τὴν ἀπόλυσιν τοῦ Ἑσπερινοῦ ποιεῖ ὁ ἐφημέριος εὐλογητὸν ἐν τῷ Καθολικῷ Ναῷ καὶ οὕτως ἐξερχόμενοι οἱ Πατέρες κατὰ τάξιν ἀπέρχονται ἔμπροσθεν τῆς ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος, ἔνθα ψάλλεται κοινὴ παράκλησις παρὰ τῶν διατεταγμένων τῆς Μονῆς ψαλτῶν, ὁ δὲ ἐφημέριος μνημονεύει πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν, προσδεόμενος καὶ ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου. Εἰς δὲ τὸ Παρεκκλήσιον τῆς Γοργοϋπηκόου τελεῖται τακτικῶς δίς τῆς ἑβδομάδος Λειτουργία, καὶ ὅταν παραστῇ ἄλλη τίς ἀνάγκη· ἐπίσης καὶ Ἀγρυπνίαι συνήθως τελοῦνται ὑπὲρ τῶν εὐσεβῶν χριστιανῶν. Πλεῖστα ἀναθήματα καὶ ἀφιερώματα τῶν εὐσεβῶν ἐπὶ τῆς ἁγίας Εἰκόνος μαρτυροῦσι τὰ πολλὰ θαύματα Αὐτῆς, καὶ τὰς μεγάλας ἀντιλήψεις, ἂς ἐν ἑκάστῳ κρισίμῳ στιγμῇ εἰς τοὺς ἐπικαλουμένους ταύτην ἐνδείκνυται συμπαθῶς. Ἀλλὰ καὶ αἱ πολυτελεῖς καὶ ἀργυραὶ Αὐτῆς κανδῆλαι περιτράνως τοῦτο βεβαιοῦσιν, ἐξ ὧν ἕξ εἰσιν ἀκοίμητοι, ὧν τὸ ἔλαιον ἀποστέλλεται κατ’ ἔτος παρὰ ἕξ εὐλαβῶν προσκυνητών, οἵτινες πολλάκις ἐλυτρώθησαν ἀπὸ ποικίλους κινδύνους, ἐπικαλούμενοι τὴν θαυματουργὸν Γοργοϋπήκοον.
Ἀλλὰ τίς δύναται νὰ διηγηθῇ λεπτομερῶς καθ᾿ ἕν τὰ ἐξαίσια ὡς ἀληθῶς θαύματα, ἅτινα ἐνήργησε καὶ ἐνεργεῖ καθ᾿ ἑκάστην ἡ Κυρία ἡμῶν Γοργοϋπήκοος εἰς τοὺς ἐπικαλουμένους Αὐτὴν εἰς βοήθειαν; Καθότι Αὕτη ἀναδειχθεῖσα ὡς ἄλλη Κολυμβήθρα Σιλωάμ, τυφλοὺς ὠμάττωσε, χωλοὺς ἀνώρθωσε, παραλύτους συνέσφιγξε, κατ’ ἐξοχὴν τὰς στειρευούσας μητέρας ἐποίησεν, ἐκ ναυαγίου κινδύνου πολλοῖς διεφύλαξεν, αἰχμαλώτους ἠλευθέρωσε, τὰς ἀκρίδας πολλάκις ἀπεδίωξε καὶ κατηφάνισε, καὶ ἄλλας ἀπείρους θαυματουργίας ἐποίησε καὶ ποιεῖ εἰς τοὺς μετ’ εὐλαβείας καταφεύγοντας εἰς τὴν θερμοτάτην ἀντίληψιν Αὐτῆς. Ἧς ταῖς ἀκοιμήτοις πρεσβείαις καὶ μητρικαῖς ἱκεσίαις Λόγε, Θεοῦ Σοφία καὶ Δύναμις, συμπαθῶς καμπτόμενος, ἐλέησον καὶ σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Ἰωάννης ὁ ψάλτης, ὁ καλούμενος Κουκουζέλης, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν Ἄθῳ Μεγίστης Λαύρας ἐν ταπεινώσει ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι:
Τῇ μητρὶ καὶ νῦν τοῦ Θεοῦ ψάλλεις ἄνω,
Σὺν τοῖς ἀΰλοις, ὦ Ἰωάννη μάκαρ.

Οὗτος ἦτο νέος ἐκ τῆς μεγαλοπόλεως Δυῤῥαχίου τῆς πρώτης Ἰουστινιανῆς, ὀρφανός πατρός. Ἡ δὲ μήτηρ αὐτοῦ, ὡς ευσεβὴς καὶ φιλόθεος, ἔδωσε τὸν παῖδα νὰ μανθάνῃ τὰ ἱερὰ γράμματα· τὸν ὁποῖον ἅπαντες ἐπονόμαζον αὐτὸν ἀγγελόφωνον. Τὸν καιρὸν ἐκεῖνον ἐζητοῦσαν εὐλάλους καὶ καλοφώνους, καὶ εὑρόντες αὐτόν, ἔβαλον εἰς σχολεῖον βασιλικόν, νὰ μανθάνῃ τὴν μουσικήν, ἕως νὰ τελειοποιηθῇ. Οὗτος δὲ ἐν ὀλίγῳ χρόνῳ, ὡς ἀγχίνους καὶ φρόνιμος, ὑπερέβη ἅπαντας, ὅθεν καὶ ὁ βασιλεὺς ἠγάπα αὐτὸν κατὰ πολλά, καὶ ἐσκέπτετο ἵνα ὑπανδρεύσῃ αὐτὸν πλουσίως.
Βλέπων δὲ ὀ Ὅσιος ὅτι οἱ ἄρχοντες ὅλοι ἐτίμων αὐτὸν διὰ τὴν ἀγάπην τοῦ βασιλέως, καὶ τὴν ἔμμουσον αὐτοῦ μελῳδίαν, ἐλυπεῖτο, φοβούμενος μήπως διὰ τὴν πρόσκαιρον δόξαν ζημιωθῇ ὠς πρὸς τὴν οὐράνιον, ὄθεν ἐζήτει καιρὸν κατάλληλον νὰ ἀναχωρήσῃ ἀπὸ τὸν κόσμον. Κατ’ ἐκείνας τὰς ἡμέρας ἔτυχεν ἐκεῖ εἰς τὸν βασιλέα ὀ ἡγούμενος τῆς Μεγάλης Λαύρας τοῦ Ἁγίου Ὄρους, δι’ ἀναγκαίαν ὑπόθεσιν, τὴν ὁποίαν καλῶς διορθώσας ἔστρεψεν πάλιν εἰς τὸ μοναστήριον αὐτοῦ. Ὁ δὲ Κουκουζέλης, ἰδὼν τὴν εὐκοσμίαν τοῦ ἡγουμένου καὶ τὴν ἀγγελικὴν αὐτοῦ πολιτείαν, εὐλαβηθεὶς κατέλιπε πᾶσαν δόξαν καὶ φαντασίαν βασιλικήν, καὶ αὐτὰ τὰ συρικὰ καὶ μεταξωτὰ ἱμάτια ἐκδυθείς, ἐνεδύθη τρίχινα, καὶ ῥάβδον ἐργατικὴν εἰς χεῖρας λαβών, ἀπῆλθεν εἰς τὴν Λαύραν. Ἠρώτησε δὲ αὐτὸν ὁ θυρωρός, πόθεν ἤτο καὶ τί ἐζήτει, καὶ τίνα τέχνην ἐγίνωσκε. Ὁ δὲ ἀπεκρίνατο· Μοναχὸς ποθῶ νὰ γένω, ἤμουν ποιμήν. Ταῦτα μαθὼν διὰ τοῦ θυρωροῦ ὁ ἡγούμενος ἐχάρη, διότι εἶχε ἀνάγκην τοιούτου ἀνθρώπου. Δοκιμάσαντες δὲ αὐτὸν ὀλίγον καιρόν, ἔκειραν αὐτὸν μοναχόν, καὶ τὸν ἔστειλαν εἰς τὴν ἔρημον νὰ βόσκῃ τράγους. Οὗτὸς δὲ ἀπῆλθε μετὰ χαρᾶς καὶ πόθου πολλοῦ εἰς τὴν ἡσυχίαν ὅπου ὠρέγετο, καὶ ἔκαμνε τὴν ὑπηρεσίαν ταύτην ἀόκνως προσευχόμενος ἀδιαλείπτως πρὸς Κύριον.
Ὁ δὲ βασιλεύς, εἶχε θλίψιν πολλὴν δι’ αὐτόν, καὶ ἀποστείλας ἀνθρώπους, οἵτινες ἀνεζήτουν αὐτὸν εἰς πόλεις καὶ ἐρήμους καὶ μοναστήρια. Καὶ ἀπελθόντες εἰς τὸν Ἄθωνα, ἡρεύνησαν καὶ ἐκεῖ ἕκαστον τόπον ἐπιμελέστατα, ἀλλὰ οὐδεὶς ἐνόμιζεν ὅτι ἦτον αὐτὸς ὁ ζητούμενος, ἐπειδὴ ἦτον ἐνδεδυμένος παλαιὰ καὶ διεῤῤωγῶτα ἰμάτια.

Ἐν μιᾷ δὲ τῶν ἠμερῶν, βόσκων τοὺς τράγους ἐξ ἑνὸς ἀκρωτηρίου, καὶ θεασάμενος ἔνθεν κἀκεῖθεν, ὅτι δὲν ἦτον τὶς νὰ τὸν ἀκούσῃ, ἤρξατο νὰ ψάλλῃ ὕμνον τινὰ μετὰ τέχνης πολλῆς καὶ κατανύξεως. Ἀσκητὴς δέ τις, ὅστις κατῴκει ἐκεῖ πλησίον εἰς ἕνα σπήλαιον, ἀκούσας τοσαύτην μελῳδίαν γλυκυτάτην καὶ παναρμόνιον, ἐθαύμασε, καὶ ἐξελθὼν τοῦ σπηλαίου, βλέπει τὸν μὲν ποιμένα ψάλλοντα, τοὺς δὲ τράγους μὴ βόσκοντας, ἀλλὰ ἱσταμένους καὶ βλέποντας αὐτὸν ὥσπερ ἐκπληττομένους καὶ χαίροντας εἰς τὴν ἀγγελικὴν ἐκείνην καὶ οὐχὶ ἀνθρωπίνην μελῳδίαν. Ταῦτα θεασάμενος, ἀπῆλθεν εἰς τὴν Λαύραν, καὶ ἀνήγγειλεν αὐτὰ εἰς τὸν ἡγούμενον, ὅστις ἔστειλε καὶ ἔφεραν αὐτόν, καὶ λέγει αὐτῷ· Ὁρκίζω σε εἰς τὸν Θεὸν νὰ μοῦ εἰπῆς τὴν ἀλήθειαν. Ἐσὺ εἶσαι ὁ Κουκουζέλης Ἰωάννης, ὁ παρὰ τοῦ βασιλεώς τοσοῦτον ζητούμενος; Ὀ δὲ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, ἐζήτει συγχώρησιν μετὰ δακρύων, λέγων· Ἐγὼ εἰμὶ ὁ ἀμαρτωλὸς καὶ ἀνάξιος δοῦλος τῆς ἁγιωσύνης σου, ὅμως δέομαι πολλὰ καὶ σὲ παρακαλῶ νὰ μὲ ἀφήσῃς εἰς αὐτὸ τὸ εὐτελὲς διακόνημα, ὅπερ μου ἔδωκε ἐξ ἀρχῆς, νὰ ποιμαίνω τοὺς τράγους, διὰ νὰ μὴ μάθη αὐτὸ ὁ βασιλεύς. Οὕτω ποιήσας, ἀπῆλθεν ὁ προεστὼς εἰς τὴν Πόλιν, καὶ πεσὼν ἐπὶ τοὺς πόδας τοῦ βασιλέως, εἶπε ταῦτα· Δέομαι καὶ παρακαλῶ τὸ κράτος τῆς ἐξουσίας σου, δέσποτα, νά μοι χαρίσῃς ἄνθρωπόν τινα διὰ ψυχικὴν αὐτοῦ σωτηρίαν, καὶ ἐὰν ἐλύῆσε τὴν βασιλείαν σου νὰ τὸν συγχωρήσῃς. Ὁ δὲ βασιλεὺς ἠρώτησε τοῦ ζητουμένου τὸ ὄνομα. Ὁ δὲ ἡγούμενος λέγει αὐτῷ· Ἐὰν μὴ μοῦ δώσῃς ἐγγράφως τὸ συμπαθές, δὲν σοῦ λέγω αὐτό. Τότε ὁ βασιλεὺς ἐκέλευσε
νὰ ποιήσουν ἔγγραφον, καὶ ὑπέγραψεν αὐτό. Ἔπειτα ὁ ἡγούμενος διηγήθη περὶ τοῦ μοναχοῦ Κουκουζέλη ἀκριβῶς ἅπαντα. Ὁμὲν βασιλεῦς ταῦτα ἀκούσας, ἐδάκρυσε, καὶ ἔλαβε χαρὰν καὶ λύπην εἰς τὴν καρδίαν ἀνείκαστον. Ἐχάρη μέν, ὅτι ἦτον τοσοῦτον εὐλαβής, καὶ ἐνεδύθη σχῆμα ἀγγελικόν, μισήσας πᾶσαν σαρκικὴν ἡδυπάθειαν. Ἐπικράνθη δὲ πῶς ἔδωκε τὴν χάριν ἐγγράφως, καὶ δὲν ἠδύνατο νὰ ἀρνηθῇ αὐτήν. Ὁ δὲ ἡγούμενος κατεπράϋνε διὰ λόγων παρακλητικῶν τὴν καρδίαν αὐτοῦ. Ἔπειτα, εὐχαριστήσας αὐτόν, καὶ εὐχόμενος, ἀπῆλθεν εἰς τὴν Μονὴν αὐτοῦ, καὶ διηγήθη πᾶσι τοῖς ἀδελφοῖς τὰ γενόμενα. Ὅθεν ἔμεινεν ὀ θαυμάσιος ἀνενόχλητος ἀπὸ τὸν ἐπίγειον βασιλέα, καὶ ὑπηρέτει τὸν ἐπουράνιον, ψάλλων καὶ ὑμνολογῶν αὐτὸν ἀόκνως καθ’ ἑκάστην ἡμέραν. Μετὰ ταῦτα λαβὼν ἀπὸ τὸν προεστώτα συγχώρησιν, ἔκτισε κελλίον καὶ ἐκκλησίαν τῶν Ἀρχαγγέλων ἔξωθεν τοῦ μοναστηρίου νὰ ἡσυχάζῃ κατὰ τὰς ἕξ ἡμέρας τῆς ἑβδομάδος, τὰς δὲ Κυριακὰς καὶ λοιπὰς ἑορτὰς δὲν ἔλειπεν ἀπὸ τὸν δεξιὸν χορὸν τῆς μεγάλης ἐκκλησίας, ἀλλὰ ἔψαλλε τῷ Θεῷ μετὰ πόθου καὶ κατανύξεως.
Ἐν δὲ τῷ Σαββάτῳ τῆς Ἀκαθίστου, ἀφ’ οὗ ἔψαλλεν ἐπιμελῶς τὰ ἰδιόμελα, καὶ τὸν Κανόνα τῆς Θεοτόκου κατὰ τὴν συνήθειαν, ἀπὸ τὸν κόπον ὕπνωσεν ὀλίγον εἰς τὸ στασίδιον αὐτοῦ ὄρθιος. Τότε φαίνεται αὐτῷ ἡ Κυρία Θεοτόκος, καὶ λέγει αὐτῷ· Χαίροις Ἰωάννῃ τέκνον μου, ψάλε μοι, καὶ οὐ μὴ σὲ ἐγκαταλίπω. Ταῦτα εἰποῦσα, ἔδωκεν αὐτῷ χρυσοῦν τι νόμισμα. Ὁ δὲ ἔξυπνος γενόμενος, εὗρεν εἰς τὴν αὐτοῦ δεξιὰν τὸ νόμισμα. Ὅθεν χαρᾶς ἀπείρου πλησθείς, ηὐχαρίστει τὴν Θεομήτορα. Ἐκεῖνο δὲ τὸ νόμισμα ἔβαλαν εἰς τὴν ἐκκλησίαν, ἔνθα ἐτελεσε μεγάλα θαυμάσια. Ἔκτοτε λοιπὸν δὲν ἔλειπεν ἀπὸ τὸν δεξιὸν χορὸν πώποτε, ψάλλων προθύμως, καὶ δοξολογῶν ἀόκνως τὸν Κύριον. Ὅθεν ἀπὸ τὸν πολὺν κόπον καὶ τὴν ὀρθοστασίαν ἐσάπη ὁ ποῦς αὐτοῦ καὶ ἔτρεχεν ὕλη δυσώδης, ἀλλ’ ἡ παντοδύναμος Δέσποινα ἰάτρευσεν αύτόν, ὠς τὸν Δαμασκηνὸν Ἰωάννην, ἐμφανισθεῖσα αὐτῷ καὶ λέγουσα· Ἔσῃ ἀπὸ τοῦ νῦν ὑγιής· καὶ εὐθὺς ἔλαβεν τὴν θεραπείαν τελείαν. Ὅθεν, εὐχαριστήσας τὴν Θεομήτορα, ἔμεινεν ἄνοσος ἕως τέλους βιώσας ἐν νηστείαις, ἀγρυπνίαις καὶ ἐξόχως εἶχε πολλὴν ταπείνωσιν. Προεῖδε δὲ καὶ τὴν τελευτὴν αὐτοῦ, καὶ πᾶσι τοῖς ἀδελφοῖς συνταξάμενος, καὶ προσευξάμενος δι’ αὐτούς, παρήγγειλε νὰ ἐνταφιάσωσιν αὐτὸν εἰς τὸν οἶκον τῶν Ἀρχαγγέλων, ὅν αὐτὸς ᾠκοδόμησε. Καὶ οὕτως ἀνεπαύσατο τὴν πρώτην τοῦ Ὀκτωβρίου ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Τῆ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Φωβηνῆς, Κουκουζελίσσης καὶ Τριχερούσης.

Στίχοι:
Στέφος τηλαυγὲς χαρίτων πολυπλόκων,
Τῇ Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.

Εἰκὼν αὕτη, ἵσταται ἐν τω Παρεκκλησίῳ τῶ πλησίον τῆς Πύλης τῆς Μονῆς ἀνεργεθέντι, ἐπὶ τοῦ καταπετάσματος, ἐν τῇ θέσει, καθ’ ἥν ὡς ἔθος ἡ Εἰκὼν τῆς Θεοτόκου ἵσταται, ἐνώπιον τῆς ὁποίας καίουσι τρεῖς ἀκοιμήτους κανδήλας.

Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἤτοι τοῦ ἱεροῦ αὐτῆς Μαφορίου, τοῦ ἐν τῇ σορῷ τοῦ ἱεροῦ ναοῦ τῶν Βλαχερνῶν, ὄτε ὁ Ὅσιος Ἀνδρέας, ὁ διὰ Χριστὸν σαλὸς κατεῖδεν ἐφηπλωμένην αὐτὴν ἄνωθεν, καὶ πάντας τοὺς εὐσεβεῖς περισκέπουσαν.

Στίχοι:
Σκέπη σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις,
Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις ποιούμεθα τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Ὁδηγητρίας, τῆς παραδόξως ἐκ τῆς τοῦ Βατοπεδίου Ἱερᾶς Μονῆς, πρὸς τὴν Ἱερὰν Μονὴν τοῦ Ξενοφώντος ἀφιχθείσης, τῇ βουλήσει τῆς Ἀχράντου Θεομήτορος.

Στίχοι:
Θηΐη ἱρή, ὄπα θεοκύμονος,
ἶκεν ἐκτόπως, θαρσεῦσαι ἡμέων ψυχάν.

Θεομητορικὴ αὕτη Εἰκὼν εὑρίσκετο ἐξ ἀμνημονεύτων χρόνων, εἰς τὴν Ἱερὰν καὶ Βασιλικὴν Μονὴν τοῦ Βατοπεδίου, ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, καὶ κατὰ τὸ 1730 ἔτος, παραδόξως ἐγένετο ἄφαντος τῶν θυρῶν κεκλεισμένων, καὶ ἐκρύβη οὐ μόνον ἐκ τῆς Ἐκκλησίας, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Μονῆς. οἱ δὲ Πατέρες τῆς τοῦ Βατοπεδίου, τὴν θαυματουργίαν ταύτην τῆς Θεομήτορος, ὡς ἱεροσυλίαν τινὰ νομίσαντες, ἤρξαντο τὴν περὶ αὐτῆς ἐντὸς τῆς Μονῆς ἀναζήτησιν, ὅτε αἴφνης διεδόθη ἡ φήμη, ὅτι ἡ Ἁγία Εἰκὼν εὑρέθη ἐν τῇ Ἱερᾷ μονῇ τοῦ Ξενοφώντος, τῇ κειμένι ἐν διαστήματι τριῶν ὡρῶν ἐκ τῆς του Βατοπεδίου Μονῆς. Ὅθεν, ἄνευ βραδύτητος ἀπέστειλον ἀνθρώπους τινὰς ἵνα μετακομίσωσιν αὐτὴν ἐκεῖθεν, εἰς τὰ ἴδια, ὅπερ καὶ ἐγέντο. Οὕτως οὖν μετεκομίσθη ἡ Ἁγία Είκὼν εἰς τὴν τοῦ Βατοπεδίου, καὶ ἐτέθη ἐκ νέου εἰς τὴν ἰδίαν αὐτῆς θέσιν, καὶ ἐπομένως ἐλήφθησαν μέτρα αὐστηρότατα εἰς προφύλαξιν καὶ ἀσφάλειαν, ὁποίαι οὐδέποτε πρότερον ἐλήφθησαν. Ἀλλὰ καὶ μ’ ὅλα ταῦτα, ἡ σεβάσμιος αὕτη Εἰκών, μετὰ τῆς ἰδίας ἀσφαλείας, ἤγουν τῶν θυρῶν καὶ σφραγίδων ἀσφαλῶς ἐχόντων, καὶ μετέβη θαυμασίως πρὸς ὅν ἐξελέξατο ἱερὸν τόπον εἰς τὴν τοῦ Ξενοφώντος.
Μετ’ ὀλίγης οὖν ὥρας παρέλευσιν, ἐλθόντες οἱ ἀδελφοὶ τοῦ Βατοπεδίου ἐν τῷ Ναῷ, καὶ πάλιν τὸν τόπον ὅπου ἡ ἱερὰ ἵστατο Εἰκὼν κενὸν θεασάμενοι, ἐπιστώθησαν τὴν ἑκούσιον τῆς Θεοτόκου καὶ θαυμαστὴν ἀπ’ αὐτῶν ἀναχώρησιν, ἅμα δὲ καὶ τὴν πρὸς τὸ ἴδιον μέρος αὐτῆς μετάβασιν, πληροφορηθέντες, δὲν ἔκριναν εὔλογον τὸ νὰ ἐναντιωθῶσιν ἔτι εἰς τὴν τὰς Θεοτόκου ἀπόφασιν, ἀλλ’ ἅπαντες ὁμοθυμαδὸν συνέδραμον εἰς τὴν αὐτῆς προσκύνησιν. Καὶ εἰς ἀνάμνησιν τῆς θαυματουργίας ταύτης, ἀπεφάσισαν ἅπαντες ἵνα κομίζωσιν αὐτῇ εἰς τὴν τοῦ Ξενοφώντος κηροὺς καὶ ἔλαιον, ὅπερ καὶ ἐποίουν ἐπὶ διαστήματι πολλῶν ἐτῶν. Μετὰ δὲ ταῦτα οἱ τῆς τοῦ Ξενοφώντος ἀδελφοί, ἐμπόδισαν αὐτοὺς τοῦ νὰ ποιῶσι τοῦτο.
Ἡ Ἁγία αὕτη Εἰκών, εὐρίσκεται ἐντὸς τοῦ Καθολικοῦ, ἐπὶ τοῦ κίονος τοῦ ἀριστεροῦ χοροῦ, ὡς πρὶν καὶ ἐν τῷ τοῦ Βατοπεδίου Καθολικῶ.
Ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως τῶν Ἑλλήνων, εἷς Οθωμανὸς ἠθέλησε νὰ ἐμπαίξῃ τὴν Ἀγίαν ταύτην Εἰκόνα, ἀλλ’ ἀμέσως ἐτιμωρήθη διὰ τὴν ἰδίαν του ἀνοησίαν.

Τῆ αὐτῇ ἠμέρᾳ, μνήμη τοῦ Ἀγίου Ἀποστόλου Ἀνανίου.

Στίχοι:
Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,
Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.

Εἰς τὰ μέρη τῆς Ἀνατολῆς ἦτον ἡγεμὼν ἄνθρωπος τύραννος σκληρὸς ὀνόματι Λουκιανός, ὅστις εἶχε πολλὴν ὀργὴν κατὰ τῶν χριστιανῶν, διὰ νὰ φανῇ πρὸς τὰ προστάγματα τῶν βασιλέων τὰ παράνομα καὶ ἀσεβῆ εὐσεβὴς καὶ ὑπήκοος. Ὅσοι λοιπὸν ὡμολόγουν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Θεὸν ἀληθῆ, τοὺς ἐτιμώρει δι’ ἀσπλάγχνων ὑπηρετῶν μὲ διάφορα κολαστήρια. Οἱ ὁποῖοι ὑπηρέται ἐτιμώρουν ἄλλους μὲν εἰς τὸ πῦρ καταφλέγοντες, καὶ εἰς τοὺς ποταμοὺς καὶ θαλάσσας βυθίζοντες· ἄλλους δὲ βορὰν τῶν θηρίων προδίδοντες· καὶ ἄλλους ποικιλοτρόπως καὶ ἀπανθρώπως βασανίζοντες. Κατ’ ἐκεῖνον τὸν καιρὸν εὑρίσκετο καὶ οὗτος ὁ Ἅγιος Ἀνανίας ὁ Ἀπόστολος ἐκ πόλεως Δαμασκοῦ, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι Ταρσέα. Ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ ὁ Ἀνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε τοῖς Ἁγίοις Σου ἐν Ἱερουσαλήμ. Καὶ ᾦδε ἔχει ἐξουσίαν παρὰ τοῦ Ἀρχιερέως δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά Σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά Μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ταῦτα μὲν εἶπε πρὸς τὸν Ἀνανίαν ὁ Κύριος.
Ὁ δὲ Σαῦλος, ἡμέρας ὀλίγας πρότερον εἶχε μῖσος πολὺ πρὸς τοὺς Μαθητὰς τοῦ Κυρίου, προσελθὼν δὲ τῷ Ἀρχιερεῖ, ᾐττήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως, ἐὰν τινὰς εὕρῃ καθ’ ὁδὸν ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Ἐν ῷ δὲ ἐπορεύετο, καὶ προσήγγιζε τῇ Δαμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαούλ, Σαούλ, τί με διώκεις; Εἶπε δέ· Τίς εἶ, Κύριε; Ὁ δὲ Κύριος εἶπε· Ἐγὼ εἰμὶ Ἰησοῦς, ὅν σὺ διώκεις, σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Τρέμων τε καὶ θαμβῶν εἶπε· Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος εἶπε πρὸς αὐτόν· Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄδρες, οἱ συνοδεύοντες αὐτῶ, ἵσταντο ἔκθαμβοι, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε. Χειραγωγοῦντες δὲ αὐτόν, εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἧν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν, οὐδὲ ἔπιεν.
Τότε, ἔφθασεν ὁ Ἀνανίας, καὶ ἔβαλεν ἐπ’ αὐτὸν τὰς χεῖράς του λέγων· Σαούλ, ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος Ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψε τε παραχρήμα, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνδυναμώθη.
Οὕτω μὲν οὖν χειραγωγήσας ὁ Ἀνανίας τὸν Μέγαν Παῦλον ἐν ἔτει 36 πρὸς τὴν ἀλήθειαν, καὶ φωτίσας τὰ τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος ὄμματα, καὶ βαπτίσας αὐτὸν τῶ γ΄ ἔτει μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου, κατὰ τοὺς ἀκριβεστέρους χρονολόγους, ἀπῆλθεν ἔπειτα εἰς τὴν Βηθαγαυρῆν τῆς Ἐλευθερουπόλεως, κηρύττων τὸ Ἅγιον Εὐαγγέλιον, καὶ ὡς ἔμπειρον ἀλιεὺς ἔσυρε διὰ τῶν δικτύων τῆς διδασκαλίας του πολλοὺς πρὸς τὴν εὐσέβειαν. Τοῦτο μαθόντες οἱ υἱοὶ τοῦ σκότους, ἔδεσαν καὶ ἀπήγαγον αὐτὸν εἰς Λουκιανὸν τὸν ἡγεμόνα τῆς πόλεως, ὁ ὁποῖος βλέπων αὐτὸν εἰς τὴν ὄψιν ὡραῖον, εἰς τὴν γλῶσσαν σοφὸν καὶ ῥήτορα, καὶ εἰς τὰ ἤθη συνετόν, γνωστικὸν καὶ πεπαιδευμένον, ἐθαύμασε, καὶ κρύπτων τὴν φυσικὴν ἀγριότητα, ὑποκείνεται χρηστότητα, λέγων αὐτῶ μετὰ πολλῆς ἱλαρότητος· Ποίησον Ἀνανία τὸ πρόσταγμά μου, διότι πρὸς τὸ συμφέρον σου σὲ συμβουλεύω, καὶ ἀρνήσου τὸν Ἐσταυρωμένον, προσκύνησον τοὺς ἡμετέρους θεούς, καὶ μὴ θελήσῃς νὰ γένῃ ἡ ἀξιοθέατός σου ὡραιότης πυρὸς παρανάλωμα. Ὁ δὲ ἀπεκρίνατο· Ἐγὼ προσκυνῶ τὸν ἀληθινὸν Θεόν, τοῦ ὁποίου ὑπηρέτης καὶ διάκονος ἐγενόμην, χειραγωγήσας τὸν Μέγαν Παῦλον πρὸς τὴν εὐσέβειαν, ὅστις καὶ Σαῦλος ὠνομάζετο πρότερον, περιπατῶν εἰς τὸν σάλον τῆς ἀγνωσίας καὶ κλύδωνα. Ἀλλὰ τώρα ἦλθεν εἰς τὸν λιμένα τῆς τοῦ Χριστοῦ πίστεως, γινώσκων ὡς πάνσοφος τὴν ἀλήθειαν. Ὁ δὲ ἡγεμὼν λέγει αὐτῷ· Θαῤῥῶ, ὅτι ἐλπίζω εὶς τὴν δύναμίν σου καὶ μεγαλειότητα, νομίζεις ὅτι δὲν θὰ φοβηθῇς τὸ δριμὺ τῶν κολάσεων, διὰ τοῦτο ἐτράπη εἰς ἀγνωσίαν ἡ γνῶσίς σου, καὶ ἡ φρόνησίς σου εἰς κουφότητα. Ταῦτα ἀκοὺσας ὁ τῆς ἀληθείας διδάσκαλος, ὕψωσε πρὸς οὐρανὸν τὰς χεῖρας καὶ ὄμματα, λέγων · Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς τῶν δυνάμεων, μὴ ἀφήσῃς νὰ μὲ βάλῃ ὁ ἐχθρὸς εἰς τὰ δίκτυά του, ἀλλ’ ἀξίωσόν με νὰ πάθω διὰ τὸ ὄν0ομά σου, νὰ γίνω κοινωνὸς τοῦ Παύλους εἰς τὴν Οὐράνιον Βασιλείαν Σου, νὰ λάβω καὶ ἐγὼ μὲ τους λοιποὺς μαθητάς σου τὸν στέφανον τῆς ἀθλήσεως. Ταῦτα εὐξάμενος ἐγύμνωσαν, καὶ ἔδερον αὐτὸν ἀνηλεῶς λέγοντες· Ὑπάκουσον εἰς τὰ βασιλικὰ προστάγματα, θυσίασον τοῖς θεοῖς, νὰ λυτρωθῇς τῶν κολάσεων. Ὁ δὲ Ἅγιος προσηύχετο νοερῶς, ὑπομένων ἀνδρείως τὰ λυπηρὰ σιωπηλὸς καὶ ἀτάραχος. Καὶ ὅταν ἀπέκαμον οἱ ὑπηρέται ῥαβδίζοντες, τότε κατέβασαν αὐτόν, καὶ ἄρχεται πάλιν νὰ κολακεύῃ αὐτὸν ὁ ἡγεμὼν λέγων· Λυπήθητι τὴν ζωήν σου, καὶ μὴ θελήσῃς νὰ ἀπολεσθῇ ἡ ὡραιότης σου, διότι, μὰ τοὺς θεοὺς αὐτούς, πικροτέρας κολάσεις θέλω δώσει, καὶ χαλεπώτερα παιδευτήρια. Ὁ δὲ Ἅγιος ἔχων εἰς τὴν καρδίαν του ἔνθεον ἔρωτα, ἀπεκρίθη γενναίως, καὶ λέγει αὐτῷ· Δὲν ἐντρέπεσαι ἄθλιε, ποτὲ μὲν νὰ μὲ μαστίζῃς, ποτὲ δὲ νὰ μὲ κολακεύῃς, ὥσπερ νὰ ἦμουν βρέφος μωρὸν καὶ ἄγνωστον; Ἤξευρε βἐβαια, ὅτι οὐ μόνον ἐγὼ δὲν θὰ θυσιάζω ποτὲ εἰς τοὺς δαίμονας, καὶ ἄν μοῦ δώσῃς ὅλα τοῦ κόσμου τὰ παιδευτήρια, ἀπαίδευτε, ἀλλὰ καὶ ὅσους δυνηθῶ ἀπὸ ὑμᾶς θέλω ποιήσει νὰ ἐπιστρέψουν πρὸς τὴν εὐσέβειαν. Ταῦτα ἀκούσας ὁ ἄδικος δικαστὴς ἐθυμώθη, καὶ προστάσσει νὰ γυμνώσουν αὐτόν, καὶ νὰ τὸν ἐκσχίζουν ὅλον τὸ σῶμα αὐτοῦ μὲ σιδηρὰ ὀνύχια, καὶ μὲ λαμπάδας πυρὸς νὰ τὸν κατακαίουν, διὰ νὰ ἀναλυθῶσιν ὀλίγον κατ’ ὀλίγον αἱ σάρκες αὐτοῦ, νὰ αἰσθανθῇ ἔως τῆς καρδίας τὸν πόνον καὶ βάσανον. Ἀλλ’ ὁ Ἅγιος, τοὺς μὲν ἐκσχισμοὺς τῶν σιδήτωρ εἰς οὐδὲν ἐλογίζετο ἀλλ’ ὡσὰν νὰ ἔπασχεν ἄλλος οὕτως ἐφαίνετο. Τὸ δὲ πῦρ αὐτὸν μὲν ἐδρόσιζε, τοῦ δὲ τυράννου τὴν καρδίαν μᾶλλον ἐφλόγιζε, καὶ ὠργίζετο ὁ ἀσύνετος λέγων· Ἕως πότε δὲν ὑποτάσσεσαι εἰς τὸ βασιλικὸν πρόσταγμα, νὰ τιμήσῃς καὶ σὺ τοὺς θεοὺς τοὺς ὁποίους σέβομαι; Ὁ δὲ Ἅγιος λέγει εἰς αυτόν· Τί περιστρέφεις τὰ ἴδια λόγια, καὶ περιτριγυρίζεις, ὡς τὰ παιδία παίζουν εἰς τὸ χωράφιον; Γίνωσκε βέβαια καὶ ἀλάθητα, ὅτι οὕτε διὰ δωρεῶν, οὔτε δι’ ἀπειλῶν, οὔτε δὲ ἄλλον τινὰς τρόπον, θέλεις δυνηθῆ νὰ μὲ νικήσῃς τελείως. Μάλιστα, λυποῦμαι καὶ κλαίω πικρῶς καὶ διὰ τὴν ἀπώλειάν σου, καθόσον δέν σε φθάνει νὰ εὑρίσκεσαι εἰς τὴν πλάνην μόνος ἐσύ, ἀλλὰ καὶ τοὺς ἄλλους βιάζεις νὰ βυθίσῃς εἰς τὴν ἀσέβειαν. Δὲν ἠξεύρεις ὅτι τὰ εἴδωλα ἅτινα σέβεσθε εἶναι ξύλα, λίθοι, καὶ μέταλλα, ἀπὸ ἀνθρώπους γενόμενα; Πόση ἀτοπία εἶναι λοιπὸν καὶ ἀσέβεια νὰ προσκυνῆτε ἀντὶ τοῦ Δημιουργοῦ τὸ κτίσμα καὶ δημιούργημα; Καὶ τίς ἔχων γνώσιν θέλει προσκυνήσει τὰ ἔργα τῶν χειρῶν αὐτοῦ πώποτε; Ἐθυμώθη εἰς ταῦτα ὁ τῆς ἀπωλείας ὑπόδουλος, καὶ ἐπειδὴ δὲν εἶχε πλέον ἐλπίδα τινα εἰς ἑαυτόν, προσέταξε νὰ ἐκβάλωσιν αὐτὸν ὁ τῶν λίθων ἀναισθητότερος. Ὁ δὲ Ἅγιος ἀπερχόμενος νὰ λάβῃ ἐν τῷ διατεταγμένῳ τόπῳ τὸν θάνατον, ἔλεγε ταῦτα εἰς ἔλεγχον τῶν παρανόμων ἐννόμως εὐχόμενος· Ἄς ἀπολεσθοῦν οἱ θεοί, οἵτινες δὲν ἔκαμαν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν. Καθ’ ὅν χρόνον ἐλίθαζον αὐτὸν διὰ πλήθους λίθων, εἶχε τὰς χεῖρας ὑψωμένας πρὸς τὸν οὐρανὸν καὶ τὰ ὄμματα, λέγων· Δέξαι Κύριε μου, ὁ Βασιλεὺς τῶν βασιλευόντων ὡς εὐπρόσδεκτον θυσίαν μου τὴν διὰ τῶν λίθων τελείωσιν, καὶ συναρίθμησόν με μετὰ τῶν δούλων σου. Ταῦτα εἰπὦν, ἔλαβε τὸν μακάριον στέφανον παρὰ Χριστοῦ τοῦ οὐρανίου Βασιλέως, νὰ βασιλεύσῃ μετ’ αὐτοῦ αἰωνίως. Τὸ δὲ τίμιον αὐτοῦ καὶ μακάριον λείψανον ἐπῆραν τινὲς φιλομάρτυρες, καὶ ἐνεταφίασαν αὐτὸ ἐν τῇ Δαμασκῷ, εἰς τὸν πατρικὸν αὐτοῦ κλῆρον λαμπρότατα εἰς δόξαν Πατρός, Υἱοῦ καὶ Ἁγίου Πνεύματος, τῆς μιᾶς ἐν Τριάδι Θεότητος.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανού, τοῦ Ποιητοῦ τῶν Κοντακίων.

Στίχοι
Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,
Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.

Οὗτος ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ῥωμανός κατήγετο ἐκ Συρίας, πατρίδα ἔχων τὴν πόλιν Ἔμεσαν, ἡ ὁποία τώρα λέγεται τουρκιστὶ Ἐμς. Ἐχρημάτισε δὲ καὶ διάκονος τῆς Ἐκκλησίας τῆς Βηρυττοῦ. Ἐκεῖθεν δὲ ἀνέβη εἰς Πόλιν κατὰ τοὺς χρόνους Ἀναστασίου τοῦ βασιλέως ἐν ἔτει 496. Καὶ διέτριβεν εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου τῆς ἐπιλεγομένης Κύρου μετὰ πάσης εὐλαβείας καὶ σεμνότητος. Οὗτος λοιπὸν ποιῶν πολλάκις ἀγρυπνίαν εἰς τὸν ναὸν τῆς Θεοτόκου τῆς ἐπιλεγομένης τῶν Βλαχερνῶν, πάλιν ἐπέστρεφεν εἰς τὸν ναὸν τῆς αὐτῆς Θεοτόκου τὸν ἐν τοῖς Κύρου. Ὅθεν καὶ ἐκεῖ, εἰς τὸν ἐν τοῖς Κύρου δηλαδὴ ναόν, διατρίβων ὁ Ὅσιος, ἔλαβε τὸ χάρισμα τοῦ νὰ συντάξῃ καὶ νὰ μελουργήσῃ τὰ τοῦ χρόνου ὅλου κοντάκια, ἐφάνη δηλαδὴ εἰς αὐτὸν κατ’ ὄναρ ἡ Κυρία Θεοτόκος, καὶ δοῦσα εἰς αὐτὸν ἕνα τόμον χάρτου, προσέταξεν αὐτῷ νὰ φάγῃ. Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ὁ Ὅσιος, ἐφάνη ὅτι κατέπιεν αὐτόν. Καὶ λοιπὸν ἔξυπνος γενόμενος, ἀνέβη ἐπάνω εἰς τὸν ἄμβωνα καὶ ἤρχισε νὰ ψάλλῃ τό· Ἡ Παρθένος σήμερον.... Ἦτον δὲ ἡ ἑορτὴ τῶν Χριστουγέννων. Ποιήσας λοιπὸν καὶ εἰς τὰς λοιπὰς ἑορτὰς ἀλλὰ δὴ καὶ εἰς Ἁγίους, κοντάκια ὑπὲρ τὰ χίλια καὶ εὐλαβῶς καὶ ὁσίως διανύσας τὴν ζωήν του, πρός Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως.

Στίχοι
Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,
Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.
Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας,
Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.

Οὗτοι οἱ Ἅγιοι ἦσαν κατὰ τοὺς χρόνους τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης ἐν ἔτει ψπ΄ (780), κατοικοῦντες εἰς μοναστήριον ὀνομαζόμενον Ζώβη, τὸ ὁποῖον ἦτον παρὰ τὴν Σεβαστούπολιν. Ἐπειδὴ δὲ τότε ὁ Ἀμηρᾶς τῶν Ἀγαρηνῶν, Ἀλείμ, ἐπολέμει τὴν χώραν ἐκείνην, συνέλαβε καὶ τούτους τοὺς Ἁγίους Πατέρας, καὶ παρεκίνει αὐτοὺς νὰ ἀρνηθῶσι τὴν πίστιν τοῦ Χριστοῦ. Ὁ δὲ ὁσιώτατος ἡγούμενος Μιχαήλ, τὸν μὲν ἀσεβῆ ἐκεῖνον γενναίως ἤλεγξε καὶ κατῄσχυνε, τοὺς δὲ ὑποτασσομένους εἰς τὸν ἑαυτόν του μοναχοὺς παρεκίνησε καὶ ἐθαῤῥύνε, διὰ νὰ ὑπομείνωσι ἀνδρείως τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὅθεν τοσαύτην γενναιότητα ἔδειξαν οἱ ἀοίδιμοι, ὥστε αὐτοὶ πρῶτοι ἔκλιναν τὰς κεφαλάς των ὑποκάτω τοῦ ξίφους καὶ ἀπεκεφαλίσθησαν. Ἔπειτα ὁ πανόσιος αὐτῶν ἡγούμενος Μιχαήλ, ξίφει καὶ αὐτὸς ἀπετμήθη τὴν κεφαλήν. Καὶ οὕτω πρὸς ὅν ἐπόθουν Χριστὸν οἱ μακάριοι ἐξεδήμησαν.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου

Στίχοι
Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων,
Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει.

Οὗτος ἦτον ἐκ τῆς μεγαλοπόλεως Θεσσαλονίκης ἐν ἔτει σπ΄ (280). Ὅτε δὲ ὁ Μαξιμιανὸς ἔκτιζε βασιλικὰ παλάτια εἰς τὴν πόλιν αὐτήν, τότε ἐπιάσθη καὶ ὁ Ἅγιος οὕτος ὡς χριστιανὸς καὶ κήρυξ τῆς εὐσεβείας, καὶ παρεστάθη εἰς τὸ νῆμα τὸ βασιλικόν. Παρασταθέντος δὲ αὐτοῦ, λέγει πρὸς αὐτὸν ὁ Μαξιμιανός· Διατὶ σὺ τολμᾷς νὰ ὁμολογῇς ἄλλον Θεόν, ἐνῷ ὁ βασιλεὺς τιμᾷ καὶ ὁμολογεῖ τοὺς παλαιοὺς θεοὺς τῶν πατέρων αὐτοῦ; Ἀνίσως λοιπὸν θέλῃς νὰ ζήσῃς, θυσίασον εἰς τοὺς θεούς. Ἐπειδὴ δὲ ὁ Ἅγιος δὲν ἐπείθετο, προσέταξεν ὁ τύραννος νὰ καταξεσχίσωσι τὸ σῶμα τοῦ Μάρτυρος· ὁ δὲ Μάρτυς καὶ τὴν βάσανον ταύτην πάσχων, περιεγέλα τὸν τύραννον. Τούτου χάριν ἐπρόσταξεν ὁ δυσσεβὴς νὰ ἐκβάλωσι τὸν Ἅγιον ἔξω τῆς πόλεως, καὶ ἐκεῖ νὰ θλάσωσι τὰ σκέλη αὐτοῦ. Ἀφ’ οὗ λοιπὸν ἔκοψαν τοὺς πόδας αὐτοῦ, ἔμεινεν ἀκόμη ζωντανὸς ἑπτὰ ὁλοκλήρους ἡμέρας χωρὶς νὰ φάγῃ τελείως. Καὶ οὕτως εὐχαριστῶν τῷ Κυρίῳ, παρέδωκεν αὐτῷ τὴν ψυχὴν ὁ μακάριος.

Τη αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθω ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι:
Οὐ λαμβάνει νόμισμα νῦν ἐν τοῖς ἄνω,
ὦ Γρηγόριε· ἀλλὰ δόξαν Κυρίου.

Οὗτος ὁ Ὅσιος Γρηγόριος ἦτο καὶ αὐτὸς τῆς Λαύρας περίφημος ψάλτης, ὁ ὁποῖος ἡγουμενεύοντος τοῦ κυρίου Ἰακώβου τοῦ Πρικανᾶ, εἰς τὴν αὐτὴν μεγίστην Λάυραν τοῦ Ἁγίου Ὄρους, ἔψαλλεν ἐν τῇ παραμονῇ τῶν Φώτων, οὐχὶ τὸ · Ἄξιον ἐστί, ἀλλὰ τὸ Ἐπὶ σοὶ χαίρει, εἰς τὴν Λειτουργίαν. Ἐν τῶ τέλει δὲ τῆς ἀγρυπνίας ὕπνωσειν ὀλίγον, καὶ ἰδοὺ βλέπει τὴν Δέσποινα ἡμῶν Θεοτόκον ἱσταμένην ἐπάνωθεν αὐτοῦ, καὶ λέγουσαν· Δέξαι σου τὸ ψαλτικόν, ὦ Δομέστικε, καὶ εὐχαριστῶ σοι πολλά. Καὶ τοῦτο εἰποῦσα, ἔδωκεν αὐτῷ ἰδιοχείρως ἕν φλωρίον, τὸ ὁποῖον ἦτον κρεμασμένος εἰς τὴν Ἁγίαν Εἰκόνα τῆς Θεοτόκου, ἐν τῇ Μεγίστῇ Λαύρᾳ. Καὶ οὕτως ἐτελειώθη ἐν ειρήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ ἐν Βησερίᾳ θαυματουργοῦ Ῥώσσου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

Κανών Πρῶτος. ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν.
αμάτων Σε ταμεῖον ἀδαπάνητον Γοργοϋπήκοε, ἐπεγνωκότες πιστοί, ἐκ πόθου προστρέχομεν, τῇ ἀντιλήψει Σου, καὶ λυτρούμεθα, παθῶν ψυχῆς καὶ σώματος, κατὰ χρέος Σὲ ὑμνοῦντες.
Νόμου πλήρωμα καὶ Προφητῶν ἐκσφράγισμα, ὤφθης Πανύμνητε, ἀποτεκοῦσα Χριστόν, τὸν κόσμον ῥυσάμενον, τῆς κατακρίσεως, ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥύσασθαι, τοὺς πιστῶς σὲ προσκυνοῦντας.
ξεῤῥύη Σου ὡς ὑετὸς οὐράνιος, ἡ χάρις ἄνωθεν, τῇ ὑλικῇ Σου Μορφῇ, καὶ ταύτην εἰργάσατο, νεφέλην ἔνθεον, ἐπιῤῥαίνουσαν, διὰ παντὸς τοῖς πέρασι, τῶν θαυμάτων τὰς ψεκάδας.
Στόμα ἤνοιξας καὶ ἄφεσιν ἐβράβευσας Γοργοϋπήκοε, τῷ ἀπειθήσαντι πρίν, τῷ σῷ ἐπιτάγματι· ὅθεν γενόμενος, ἔνθους Πάναγνε, Δαβιτικῶς ἐξήγγειλε, τὰς ἐνθέους Σου αἰνέσεις.
ς ὑπέρλαμπρον λαβίδα καὶ πυρίμορφον Γοργοϋπήκοε, τὸν Χαρακτῆρα τὸν σόν, πλουτοῦντες τῷ ἄνθρακι, τῆς σῆς ἐλλάμψεως, καθαιρόμεθα, τὸν νοῦν καὶ τὴν διάνοιαν, καὶ ἁπάσας τὰς αἰσθήσεις.
Κανὼν Δεύτερος. Θεοῦ συγκατάβασιν.
Κωφοῖς ὡς εὐήκοος, παραμυθία Γοργοϋπήκοε, τὸ ἀκούειν παρέχεις, καὶ τοῖς φωνοῦσι σὲ θαλαττεύουσι, καθοδηγὸς ἀσφαλὴς ἀναδέδειξαι, ὅθεν ὑμνοῦμεν ἀεί, σὲ τὴν τοῦ Λόγου σκηνήν.
λαία κατάκαρπος, τῇ γεωργία τῆς προμηθείας Σου, ἡ Εἰκών Σου ἐδείχθη, Δοχειαρίου ἐν τῇ Μονῇ ἀληθῶς· τοῦ γὰρ ἐλαίου τῆς σῆς ἱλαρότητος, κατατρυφῶμεν ἀεί, οἱ προσκυνοῦντες αὐτήν.
Πληγὴν τὴν ἀρχέγονον, τοῦ Πρωτοπλάστου Ἀδάμ, ἰάτρευσας, τῇ κυήσει Σου Κόρη, καὶ νῦν ἀρτίως Γοργοϋπήκοε, πληγῆς ἀκρίδος ἐῤῥύσω, τοὺς ψάλλοντας· Εὐλογημένη Σὺ εἶ, ὡς σωτηρίας ἀρχή.
νώρθωσας Δέσποινα , τοὺς συντριβέντας ἡμᾶς τοῖς πάθεσι, τὸν τοὺς κατεῤῥαγμένους, ζωοποιοῦντα κυοφορήσασα· διὸ καὶ νῦν παραδόξως συνέσφιγξας, τὸν συσχεθέντα Ἁγνή, παραλυσία δεινή.
Καταβασία: Οὐκ ἐλάτρευσαν τῇ κτίσει...

Κανὼν πρῶτος. ᾨδὴ η΄. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Γνώριμον τοῖς πᾶσι βουληθεῖσα, ποιῆσαι τῆς πρὸς ἡμᾶς Σου ἀγαθότητος, πλοῦτον τὸν ἀκένωτον, βρύσιν τὴν πολύῤῥυτον, τὴν Ἱερὰν Εἰκόνα Σου, καθάπερ ἥλιον, ἀνέδειξας, ἀστράπτουσαν κόσμῳ, αἴγλην χαρισμάτων, εἰς φαῦσιν Ὀρθοδόξων.
δραμεν εἰς ἅπασαν τὴν κτίσιν, ὁ φθόγγος Θεογεννῆτορ τῆς Εἰκόνος Σου, νόσοι γὰρ ἐλαύνονται, πάθη θεραπεύονται, καὶ στεῖραί τε καὶ ἀτέκνοι, μητέρες δείκνυνται, τῇ Σῇ, Γοργοϋπήκοε κλήσει, καὶ ἐπιφοιτήσει, τῆς θείας δωρεᾶς Σου.
έει εἰς χειμάῤῥους ἀμβροσίας, ἀφθόνως ἐκ τῆς Εἰκόνος Σου Θεόνυμφε, ἡ τῆς εὐσπλαγχνίας Σου, χάρις πλουσιόδωρος, καὶ ὥσπερ πόλιν ἔνθεον, τὴν θείαν Ποίμνην Σου, ἀρδεύει καὶ εὐφραίνει ὑμνοῦσαν, καὶ ὑπερυψοῦσάν Σε Κόρη εἰς αἰῶνας,
κλυστον λιμένα Θεοτόκε, καὶ πύργον σὲ σωτηρίας καὶ ὑπέρμαχον, κυβερνῆτιν ἄριστον, οἰκονόμον ἔνθεον, καὶ κλίμακα ἀνάγουσαν, πρὸς τὰ οὐράνια, Μονὴ Δοχειαρίου εὑροῦσα, ᾄδει χαρμοσύνως, τὰς σὰς θαυματουργίας.
Στάζoυσιν αἱ χεῖρές Σου Παρθένε, ἀΰλως ὥσπερ ἀρώματα πολύτιμα, τῆς εὐεργεσίας Σου·, μέλι τὸ θεόβρυτον, γλυκαῖνον τὰς ψυχὰς ἡμῶν, τῶν ἐκβοώντων Σοι Σὺ εἶ Γοργοϋπήκοε σκέπη, καὶ φωταγωγία, τῶν σὲ ὑμνολογούντων.
Κανὼν Δεύτερος. Ἑπταπλασίως κάμινον.
Γόνιμον γῆν καὶ πίονα, τὴν Εἰκόνα Σου ἔδειξας, θείας ἐνεργείας φέρουσαν ἀστάχυας, ἐξ ὧν οἱ μετέχοντες, καθαίρονται καὶ ἄγονται, πρὸς τελειωτάτην πολιτείαν βοῶντες· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, τὴν μόνην Θεοτόκον.
Στειρευούσης βλάστημα, εὐθαλέστατον λάμψασα, Κεχαριτωμένη παντουργῷ βουλήματι, στείρων διαλέλυκας, τὸ ὄνειδος Πανάμωμε, καὶ τοῖς ἐκβοῶσι, τὴν Σὴν χάριν παρέχεις, φωτὸς χαῖρε δοχεῖον, φθορᾶς χαῖρε ἡ λύσις, χαῖρε τῶν σῶν προσφύγων, ὀξεῖα προστασία.
ῦσιν φθορᾶς ἐξήρανας, τῇ ἀφθόρῳ κυήσει Σου, καὶ ἀθανασίας τὰς πηγὰς ἠνέῳξας· διὸ ῥῦσιν ἔστησας, αἱμάτων ἐκ τοῦ στόματος, τοῦ Σοι προσελθόντος, καὶ θερμῶς ἐκβοῶντος, βυθὸς χαῖρε θαυμάτων, νοσούντων χαῖρε ἄκος, χαῖρε τῶν τεθλιμμένων, ἀναψυχὴ βεβαία.
γλαομόρφῳ βλέμματι, καθορῶσα τοὺς δούλους Σου, καὶ φωνῆς τῆς τούτων εὐμενῶς ἀκούσασα, τὸν παῖδα ἰάτρευσας, Παρθένε τῆς τυφλώσεως, καὶ τῆς ὀφθαλμίας ἐλυτρώσω ταχέως, τὸν πίστει προσπεσόντα, τῇ σεπτῇ Σου Εἰκόνι, τῇ ῥῶσιν χορηγούσῃ, τοῖς σὲ ὑπερυψοῦσι.
Σεσαρκωμένον τέξασα, τὸν Ἀσώματον Ἄχραντε, ψυχῶν καὶ σωμάτων ἴασαι τοὺς μώλωπας· ὀφθεῖσα κατ᾿ ὄναρ γάρ, τὸν ἱερέα ἔπλησας, χάριτος πολλῆς καὶ ἀληθοῦς θυμηδίας· τὴν τούτου γὰρ συμβίαν, θανατηφόρου νόσου, ἐξήγειρας ὑμνοῦσαν, τὴν Σὴν μεγαλωσύνην.
Καταβασία: Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ...

ᾨδὴ θ΄. Κανὼν Πρῶτος. Ἅπας γηγενής.
γγελοι, τὸν θεῖόν Σου Χαρακτῆρα, περιδεῶς δοξάζουσι, τοῦτον ὁρῶντες Παρθένε, κεκοσμημένον τῇ δόξῃ.
δε εὐμενῶς, ἱλέῳ Σου ὄμματι, Γοργοϋπήκοε, εἰς τὴν περιούσιον, ἣν ἠρετίσω κληρονομίαν Σου, καὶ ἱερὸν ἁγίασμα, ταύτην τὴν Μάνδραν Σου, δεῖξον Κόρη, ἐν ᾖ κατεφύτευσας, ὥσπερ κρίνον τὴν θείαν Εἰκόνα Σου.
νθρωποι, παρίστανται μετὰ φόβου, τῇ ἱερᾷ Εἰκόνι Σου, καὶ Σὲ ὑμνοῦσι Παρθένε, πᾶσαν καρπούμενοι χάριν.
Μάστιξι τῆς Σῆς, ἀχράντου δυνάμεως, Γοργοϋπήκοε, ἰσχυρῶς ἐλαύνονται, τῶν ἀκαθάρτων πνευμάτων φάλαγγες, καὶ πειρασμῶν καὶ θλίψεων, ἔφοδος τρέπεται, καὶ ἀγάπης, τοῖς δεσμοῖς συνέχεται, τῆς σῆς Ποίμνης Ἁγνή; ἡ συγκρότησις.
ϋλοι, οὐσίαι ἄνω ὑμνοῦσι, τὴν Σὴν μεγαλοπρέπειαν, κάτω ἡμεῖς δὲ Παρθένε, τὴν Σὴν Εἰκόνα τιμῶμεν.
λη παμφαής, ὡς ἄδυτος ἥλιος, ὅλη ὑπέρλαμπρος, ὡς ἶρις πολύχρωμος, καὶ ὡς ἐλπίδος πυρσὸς ἀκοίμητος, Μορφή Σου ἡ ἐνσώματος, ὁρᾶται Ἄχραντε, τοῖς ἐκ πόθου, ὡς Γοργοϋπήκοον, ἀνυμνοῦσι τὴν Σὴν ἀγαθότητα.
νωθε, μὴ παύσῃ τοῦ ἐποπτεύειν, ἡμᾶς Γοργοϋπήκοε, τοῖς ἀκλινῶς πεποιθόσι, ταῇ ἀῤῥαγεῖ Σου πρεσβείᾳ.
ψωσον ἡμᾶς, ἐκ πάσης φαυλότητος, Γοργοϋπήκοε, καὶ τοῦ στεναγμοῦ ἡμῶν, ἐν ἐπελθούσῃ ἀνάγκη ἄκουσον, καὶ προστασία ἕτοιμος, τῷ τῆς ἐξόδου καιρῷ, καὶ ἐν ὥρᾳ, κρίσεως ἐμφάνηθι, ὡς ὑπέσχου ἡμῖν τοῖς ἱκέταις Σου.
Κανὼν Δεύτερος. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Μεγάλυνον ψυχή μου, τῆς Γοργοϋπηκόου τὴν ζωηφόρον χάριν.
σχὺν τοῖς ἀσθενέσι διαπαντός, καὶ τοῖς πάσχουσι Κόρη ἀνάκλησιν, καὶ χαρμονήν, τοῖς κεκακωμένοις ἐν θλιβεροῖς, καὶ πᾶσιν ἀγαλλίασιν, ὡς τῆς αἰωνίου χαρᾶς πηγή, παρέχεις καθ᾿ ἑκάστην, τοῖς πόθῳ ἐκζητοῦσι, Γοργοϋπήκοε τὴν χάριν Σου.
Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὰς θείας ἐνεργείας.
Μωσῆς ἐθαυμαστώθη ἐν τῷ Σινᾷ, κατιδὼν τοῦ Θεοῦ τὰ ὀπίσθια, συμβολικῶς· νῦν ἡμεῖς ὁρῶντες πανευλαβῶς, τῆς σῆς ἀχράντου ὄψεως, πρόσωπον Παρθένε τὸ γαληνόν, Εἰκόνι γεγραμμένον, πληρούμεθα ἐνθέως, τῆς προϊούσης ἐκ Σοῦ χάριτος.
Μεγάλυνον ψυχή μου, Πατέρα Λόγον Πνεῦμα, τὴν μίαν Θεαρχίαν.
πλούσιος κρατήρ Σου τῶν ἀγαθῶν, τῇ Μονῇ Σου ὁσῶραι Πανάμωμε, ἐκπλημμυρεῖ· τρέφεις γὰρ καὶ θάλπεις διηνεκῶς, ἡμᾶς Γοργοϋπήκοε· τί οὖν Σοι προσφέρομεν ὡς εἰκός; ἀλλ᾿ ἡ γνησίαν πίστιν, διάπυρόν τε πόθον, καὶ βίον ἄδολον Θεόνυμφε.
Μεγάλυνον ψυχή μου, τὴν ἡμῶν προστάτη, καὶ φύλακα καὶ ῥύστην, τὴν Ἄχραντον Παρθένον.
ψόθεν κἀμοὶ νεῦσον ὡς ἀγαθή, καὶ τὴν ἄμαχον τεῖνόν μοι χεῖρά Σου, ἐκ τοῦ βυθοῦ, ἕλκουσά με Ἄχραντε τῶν παθῶν σὲ γὰρ θερμὴν ἀντίληψιν, καὶ γλυκεῖαν ἔχω ἀναψυχήν, καὶ διὰ Σοῦ σωθῆναι, ἐλπίζω Θεοτόκε, ὁ τὸν παρόντα πλέξας ὕμνον Σοι.
Καταβασία: Ἅπας γηγενής...
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
ς θησαυρὸν ἐλέους, καὶ τῶν πιστῶν καταφυγή, Γοργοϋπήκοε Κόρη, πάσης ἀνάγκης καὶ ὀργῆς, ῥῦσαι τοὺς πίστει τιμῶντας, ὡς τοῦ Θεοῦ σὲ Μητέρα.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Μονή ἡ περιώνυμος, Δοχειαρίου σκίρτησον, κατέχουσα ἐν τοῖς κόλποις, ὡς πρυτανεῖον χαρίτων, Εἰκόνα τὴν πανσέβαστον, τῆς μόνης Θεομήτορος, ἧς τὰς δυνάμεις βλέπουσα, ἀνύμνησον εὐχαρίστως, τὴν σὲ ἀπαύστως φρουροῦσαν.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
σματικῶς συνδραμόντες πανηγυρίσωμεν, οἱ τῆς Μητρὸς τοῦ Λόγου, ἀγαπῶντες τὴν δόξαν Ἰδοὺ γὰρ πλήρης δόξης πλήρης φωτός, πλήρης χάριτος ἔλαμψεν, ἡ τῶν ἀῤῥήτων θαυμάτων μνήμη αὐτῆς, τοὺς πιστοὺς καθαγιάζουσα.
γαλλιάσθω εὐθύμως Δοχειαρίου Μονή, ὡς Ἀμαλθείας κέρας, καὶ θεόῤῥυτον φρέαρ, Εἰκόνα κεκτημένη τὴν εὐκλεῆ, τῆς Ἁγνῆς Θεομήτορος, ἐξ ἧς τρυφὴν καρπουμένη πνευματικήν, τὴν Θεοτόκον δοξαζέτω ἀεί.
Πεποικιλμένη Παρθένε ὑπερφυέσιν αὐγαῖς, γοργῶς ἀεὶ προφθάνεις, πανταχοῦ καλουμένη, καὶ ῥύῃ συμπτωμάτων ἐκ δυσχερῶν, πειρασμῶν τε καὶ θλίψεων, Γοργοϋπήκοε Κόρη τοὺς εὐσεβῶς, προσιόντας τῇ πρεσβείᾳ Σου.
Τὴν μεγαλόδωρον χάριν καὶ πολυχεύμονα, τῆς σῆς προμηθεστάτης, πρὸς ἡμᾶς προστασίας, ᾠδαῖς Γοργοϋπήκοε μυστικαῖς, μεγαλύνομεν πάντοτε, ἀλλὰ μὴ παύσῃ Παρθένε ἀποπληροῦν, τὴν πρὸς ἡμᾶς ἐπαγγελίαν Σου.
Δόξα. Ἦχος πλ. α´.
Τῶν δωρεῶν Σου οἱ κρουνοί, Θεοτόκε πελαγίζοντες, τῆς Ἐκκλησίας τὰς αὔλακας μεθύσκουσι· σὺ γὰρ ὡς ποταμὸς τοῦ Θεοῦ, οὐ μόνον τὴν τῶν πρωτοτόκων εὐφραίνεις πάλιν, ἀλλὰ καὶ τὴν περίγειον λῆξιν, πολλαχῶς εὐεργετεῖς. Ὢ τῆς θερμῆς ἐπισκοπῆς Σου! πᾶσι γὰρ ὀξέως βοηθεῖς, ἐπικουφίζουσα τῶν καρδιῶν τὸν πόνον. Διὸ Ὑπερύμνητε, τὴν φωνὴν ἡμῶν ἐνωτίσθητι, καὶ σῶσον τὴν ποίμνην Σου, πάσης περιστάσεως.

Δοξολογία Μεγάλη, καὶ τὸ Ἀπολυτίκιον. Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ μακαρισμοί, ὁ α΄ κανὼν τῆς γ΄ ᾠδῆς, καὶ ὁ β΄ τῆς στ΄.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ κα΄ Νοεμβρίου.
ΜΕΓΑΛΥΝΑΡΙΟΝ
Χάριν ποριζόμενοι ἀληθῆ, ἐκ τῆς σῆς Εἰκόνος, Θεοτόκε διὰ παντός, ταύτην προσκυνοῦμεν, καὶ σὲ ὑμνολογοῦμεν, ἡμῶν ὡς προστασίαν, Γοργοϋπήκοε.

Κοινωνικόν: Ποτήριον σωτηρίου λήψομαι.