суббота, 22 октября 2011 г.
ΑΚΟΛΟΥΘΙΑ ΑΞΙΟΝ ΕΣΤΙΝ
ΜΗΝΙ ΙΟΥΝΙΩ ΙΑ΄
Μνήμην ἐπιτελοῦμεν τοῦ γεγονότος θαύματος παρὰ τοῦ ᾽Αρχαγγέλου Γαβριὴλ ἐν τῷ ᾌδειν, τῷ ὄντι πλησίον τῶν Καρεῶν.
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν στιχηρὰ προσόμοια
῏Ηχος δ'. ῎Εδωκας σημείωσιν.
Δεῦτε νῦν φιλέορτοι, τῶν Μοναστῶν ἅπας σύλλογος, δεῦτε ᾄσμασι μέλινωμεν, οἷς ἡμᾶς ᾽Αρχάγγελος, ἐδίδαξε μέλπειν, τῇ ἁγνῇ Παρθένῳ, δεῦτε συμινάλωμεν θερμῶς, αὐτῆς τὰ θεῖα μεγαλουργήματα, καὶ πόθῳ μακαρίσωμεν, τὴν ὄντως ἀειμακάριστον, ἐν Ναῷ αὐτῆς σήμερον, τῷ πανσέπτῳ γηθόμενοι.
Ὕμνον ὃν ᾽Αρχάγγελος, ὁ Γαβριὴλ ὡς προοίμιον, τῆς Κοσμᾶ μολπῆς ᾔσατο, κροτοῦντες θεόφρονες, σήμερον εὐήχως, ὑμνήσωμεν πόθῳ καὶ εὐλαβείᾳ προσεχῶς, αὐτῆς τὸ μέγα τοῦτο θαυμάσιον, ὃ σήμερον ἐτέλεσεν, ἐν τῷ κελλίῳ τοῦ ᾄδοντος· Μοναχῷ ὑπηκόῳ γάρ, ὕμνον ξένον ἐμύησε.
Νῦν σὲ μακαρίζομεν, ἀειμακάριστε Δέσποινα, καὶ πιστῶς προσκυνοῦμέν σου, Εἰκόνα τὴν πάντιμον, Φύλακα τοῦ ῎Ορους, πρὸς ἣν μορφῇ ξένῃ, ὁ Γαβριὴλ ἐξ οὐρανοῦ, ἄφνω ἐπέστη καὶ ἐμελῴδησε, τό, ῎Αξιόν ἐστιν ὑμνεῖν, καὶ μακαρίζειν σε ῎Αχραντε, μεθ' οὗ πάντες ὑμνοῦμέν σε, τὴν Μητέρα τοῦ Κτίσαντος.
Ὄντως ἐμεγάλυνεν, ὁ σὸς Υἱὸς καὶ Θεὸς ἡμῶν, σοῦ τὸ πάνσεπτον ὄνομα· ἰδοὺ γὰρ τὸν ὕμνον σου, οἰκουμένη πᾶσα, ψάλλει χαρμοσύνως, ὡς ὄντως ἄξιόν ἐστιν, τὸ μακαρίζειν σε Παναμώμητε, τὴν μόνην μητροπάρθενον, τὴν τὸν Θεὸν ἡμῶν τέξασαν, Γαβριὴλ ὁ ᾽Αρχάγγελος, μελῳδῶν ὡς ἐδίδαξε.
Δόξα. Καὶ νῦν. ῏Ηχος α'.
Εὐφράνθητε σήμερον, πληθὺς τοῦ ῎Ορους Μοναστῶν καὶ μιγάδων, καὶ σκιρτήσατε ἀγαλλόμενοι, εὐχαριστήρια τῇ Παρθένῳ προσᾴδοντες. ᾽Ιδοὺ γὰρ τῇ προμηθείᾳ αὐτῆς, δι' ᾽Αγγέλου παρουσίας, τὸν ᾽Αγγελικὸν ἡμᾶς ὕμνον ἐμυσταγώγησεν· ῎Αξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν καὶ γεραίρειν αὐτήν, ὡς Μητέρα ὑπάρχουσαν, τοῦ Ποιητοῦ τῶν ἁπάντων, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· τὴν ἀνωτέραν τῶν Χερουβίμ, καὶ Σεραφὶμ ἁγιωτέραν ἀσυγκρίτως ὑπάρχουσαν, καὶ σώζουσαν ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.
Εἰς τὰ ᾽Απόστιχα.
῏Ηχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.
Ἄξιον ἀληθῶς, ὑπάρχει Θεοτόκε, ἀεὶ σὲ μακαρίζειν, τὴν τοῦ Θεοῦ Μητέρα, σώζουσαν τοὺς τιμῶντάς σε.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου...
Εἰκὼν πανευκλεής, ἔφορε τοῦ Πρωτάτου, Μῆτερ Θεοῦ τοῦ Λόγου, σκέποις ἡμᾶς φρουροῦσα, ἀπὸ παντοίων θλίψεων.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν...
Ἄγγελος Γαβριήλ, ἐξ οὐρανοῦ φοιτήσας, πρὸ τῆς σεπτῆς εἰκόνος, ὕμνον τὸν τῶν ᾽Αγγέλων, ῾Αγνὴ σοὶ ἐμελῴδησε.
Δόξα. Καὶ νῦν. ῞Ομοιον.
Ἐλπὶς χριστιανῶν, Παρθένε Παναγία, χάριτι σῆς Εἰκόνος, ἀπὸ παντοίας βλάβης, σοὺς δούλους διαφύλαττε.
Νῦν ἀπολύεις, Τρισάγιον. ΠαναγίαΤριάς. Πάτερ ἡμῶν.
Καὶ τὸ ᾽Απολυτίκιον.
῏Ηχος δ'. Ταχὺ προκατάλαβε,
Πατέρων ἀθροίσθητε, πᾶσα τοῦ ῎Αθω πληθύς, πιστῶς ἑορτάζοντες, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνῃ, τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, νῦν παρὰ τοῦ ᾽Αγγέλου, παραδόξως ὑμνεῖται διὸ ὡς Θεοτόκον ἀεί, ταύτην δοξάζομεν.
Καὶ ἀπόλυσις.
῞Υποσημείωσις: Σημειωτέον ὅτι, ἡ μνήμη τοῦ θαύματος «῎Αξιόν ᾽Εστιν» δυνατὸν νὰ συμπέση ἐν τῷ Πεντηκοσταρίῳ ἀπὸ τῆς Παρασκευῆς τῆς ᾽Αποδόσεως τῆς ᾽Αναλήψεως μέχρι τῆς Κυριακῆς τῶν ῞Αγίων Πάντων. Καὶ εἰ μὲν τύχοι τῷ Σαββάτῳ τῶν ψυχῶν, με τατίθεται τῇ Παρασκευῇ τῆς ᾽Αποδόσεως τῆς ᾽Αναλήψεως, ἔνθα καὶ προψάλλεται ἡ ᾽Ακολουθία αὐτοῦ (διὰ δὲ τοὺς ῾Ι. Ναοὺς τοὺς τιμωμένους εἰς τὸ «῎Αξιόν ᾽Εστιν», εἰς τὴν περίπτωσιν ταύτην ὅρα τὴν οἰκεῖαν τυπικὴν διάταξιν). ᾽Εν πᾶσαις δὲ ταῖς ἄλλαις περιπτώσεσι συμψάλλεται μετὰ τῆς τοῦ Πεντηκοσταρίου ᾽Ακολουθίας, ἥτις καὶ προηγεῖται.
Ἡ δὲ ᾽Ακολουθία τῶν ῾Αγ. ᾽Αποστόλων Βαρθολομαίου καὶ Βαρνάβα, ψάλλεται ὡς δόξη τῷ Προεστῶτι.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
῾Ο Προοιμιακὸς καὶ (εἰ βούλει πανηγυρίσαι) τὰ ᾽Ανοιξαντάρια. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η' καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
῏Ηχος α'. ῍Ω τοῦ παραδόξου θαύματος!
῍Ω τοῦ παραδόξου θαύματος! ὁ Θεὸς ὁ ἐκ σοῦ, σαρκωθεὶς ηὐδόκησε, τὸν ὕμνον σου νῦν ῾Αγνή, προοιμιάσασθαι. Διόπερ τὸν Γαβριήλ, πρὸς Μοναχὸν ἐν ὁμοίῳ τῷ σχήματι, ἀπέστειλεν ὕμνους σούς, τοῦ ἐκδιδάξαι, ὃς πρὶν ἀνεβόα σοι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ τῶν σῶν θαυμασίων ῾Αγνή! τοῦ ῾Υψίστου Μήτηρ, ἀνεδείχθης Δέσποινα· καὶ ἤδη ἐξ οὐρανοῦ, τῇ προμη θείᾳ σου, ἐστάλη ξένῃ μορφῇ, ὕμνον τὸν σὸν τοῦ διδάξαι Πανάμωμε, ᾽Αρχάγγελος Γαβριήλ, τελειωτέρως, ὃς πρὶν ἀνεβόα σοι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
Τὴν σὴν δοξάζομεν πρόνοιαν, Θεομῆτορ Κόρη ἡμᾶς γὰρ ἐδίδαξας, προοίμια θαυμαστά, ὡς ἀληθῶς ὕμνου σοῦ, τοῦ θείου νῦν Γαβριήλ, τῇ παρουσίᾳ τῇ ξένῃ Πανάμωμε· προσπίπτοντες οὖν πιστῶς, σοὶ ἐκβοῶμεν, σὺν τούτῳ κραυγάζοντες· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.
῍Ω τοῦ παραδόξου θαύματος! Γαβριὴλ ὁ λαμπρός, μοναχοῦ ἐν σχήματι, ὡράθη τῷ Μοναχῷ κέλλῃ ἐμμείναντι, ἀρξάμενος θαυμαστῶς, προοιμιάζειν σὸν ὕμνον Πανάμωμε· ἐχάραξε δὲ εὐθύς, ἐπὶ πλακὸς τῇ χειρὶ τὰ ᾀδόμενα, ἅμα δ' ἀφανὴς ἐκ τούτου, γεγονὼς εἰς ἔκπληξιν, τὸν μονάζοντα ἦγε, τοῦ δοξάζειν σε Πανύμνητε,
Προσόμοια ἕτερα τῆς ῾Εορτῆς.
῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσι.
῾Ως ἐπέστη ἐν σχήματι, Μοναχοῦ ὁ ᾽Αρχάγγελος, ξενοτρόπως ῎Αχραντε τῷ μονάζοντι, πανευπρεπῶς τῇ Εἰκόνι σου, ᾠδὴν τὴν οὐράνιον, ἐμελῴδησε λαμπρῶς, καὶ ἐβόα σοι ἄξιον, ἐστὶ Πάναγνε, μακαρίζειν ἀεὶ καὶ μεγαλύνειν, τοῦ Θεοῦ σε τὴν Μητέρα, καὶ ᾽Αειπάρθενον Δέσποιναν.
῾Ως ἑώρακεν ῎Αχραντε, τῇ πλακὶ ἐγχαράξαντα, τὴν καινήν σου αἴνεσιν καὶ ξενήκουστον, ὁ Μοναστὴς ὁ ὑπήκοος, τὸν ἐπισκεινάμενον, ἀωρεὶ καὶ μὴ εἰδώς, ἀληθῶς τὸ τελούμενον, ὅλος ἔκθαμβος, τὴν σὴν δόξαν ἀνύμνει ἐκβοῶν σοι, Χαῖρε Μῆτερ τοῦ ῾Υψίστου, χαῖρε Παρθένε Πανύμνητε.
῾Εορτήν σοι χαρμόσυνον, συγκροτοῦσα ἡ Ποίμνη σου, μυστικῶς ὑμνοῦμέν σου τὰ θαυμάσια, καὶ ἱερὸν προεξάρχοντα, Παρθένε κτησάμενοι, Γαβριὴλ τὸν εὐκλεῆ, σὺν αὐτῷ ἐκβοῶμέν σοι, Χαῖρε ῎Αχραντε· σὲ γὰρ ἄξιον ὄντως ἐστὶ μέλπειν, τὴν Μητέρα τοῦ ῾Υινίστου, ἡμῶν δὲ ἄγρυπνον ἔφορον.
῾Ως πηγὴν ἁγιάσματος, τὴν ἁγίαν Εἰκόνα σου, καὶ ταμεῖον ἄσυλον τῆς σῆς χάριτος, καὶ νοητὸν ἱλαστήριον, καὶ στήλην ἐχέγγυον, τῆς πολλῆς σου πρὸς ἡμᾶς, συμπαθείας κατέχοντες, ἐν ᾗ πρότερον, Γαβριὴλ τὴν μολπήν σου ᾖσε Κόρη, ἐξ αὐτῆς τῶν οἰκτιρμῶν σου, τὰς χορηγίας λαμβάνομεν.
Δόξα. Καὶ νῦν. ῏Ηχος δ'.
Ἔπρεπε τῷ ῎Ορει, τῷδε τοῦ ῎Αθωνος, σὲ προστάτιν αὐχοῦντι Θεομῆτορ, ὕμνους τοὺς σοὺς Κόρη Πανύμνητε, τὸν ᾽Αρχάγγελον πρώτιστα, τούτους ἐν αὐτῷ ἐξυμνήσασθαι, κἀντεῦθεν εἰς τὰ πέρατα, τῆς οἰκουμένης διαδραμεῖν, πρὸς συνασπισμὸν ᾀσμάτων θεομητορικῶν. Διὸ βοῶμέν σοι· Θεοτόκε ὑπερένδοξε, τὸν σὸν Υἱὸν καθικέτευε, τοῦ σωθῆναι τὰς ινυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.
Γενέσεως τὸ ᾽Ανάγνωσμα. (Κεφ. ΚΗ', 10)
᾽Εξῆλθεν ᾽Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ. Καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδού, κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν Οὐρανόν, καὶ οἱ ῎Αγγελοι τοῦ Θεοῦ ἀνέβαινον, καὶ κατέβαινον ἐπ' αὐτῆς. ῾O δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν· ᾽Εγὼ ὁ Θεὸς ᾽Αβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς ᾽Ισαάκ, μὴ φοβοῦ. ῾Η γῆ, ἐφ ἧς σὺ καθεύδεις ἐπ' αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ Λίβα, καὶ Βορρᾶν, καὶ ἐπὶ ᾽Ανατολάς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς. Καὶ ἀποστρέινωσε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλείπω, ἕως τοῦ ποιῆσαί με πάντα, ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη ᾽Ιακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· ῞Οτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη, κοίὶ εἶπεν· ῾Ως φοβερὸς ὁ τόπος οὗτος. Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ Οὐρανοῦ.
Προφητείας ᾽Ιεζεκιὴλ τὸ ᾽Ανάγνωσμα. (Κεφ. ΜΓ', 27)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ῾Ιερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος. Καὶ ἐπέστρεινέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ῾Αγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ᾽Ανατολάς· καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ῾Η πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς· Καὶ ἔσται κεκλεισμένη· διότι ὁ ῾Ηγούμενος οὗτος, κάθηται ἐπ' αὐτῆς, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν οδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν, κατέναντι τοῦ οἴκου. Καὶ εἶδον, καὶ ὶδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ ᾽Ανάγνωσμα. (Κεφ. Θ', 1)
῾Η σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. ῎Εσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. ᾽Απέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑινηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· ῝Ος ἐστὶν ἄφρων ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· ῎Ελθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. ᾽Απολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. ῾Ο παιδεύων κακούς, λήινεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. ᾽Αρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ ῾Αγίων, σύνεσις. Τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
᾽Ιδιόμελα. ῏Ηχος α'.
Παρθενικὴ πανήγυρις σήμερον ἀδελφοί. Σκιρτάτω ὁ ῎Αθως, χορευέτω ἡ ᾽Εκκλησία. Συνεκάλεσε γὰρ ἡμᾶς ἡ ἁγία Θεοτόκος, τῇ ἐτησίῳ πανηγύρει, τῶν ξένων ὕμνων αὐτῆς, Γαβριὴλ τοῦ ᾽Αρχαγγέλου ἡμᾶς ἐκδιδάξαντος, ξενοτρόπως τοῦ θείου ὕμνου αὐτῆς τὰ προοίμια. Οὕτω γὰρ φανεὶς τῷ Μοναχῷ ἐν ὁμοίῳ τῷ σχήματι, τὴν Θεοτόκον ἐμεγάλυνεν, ὡς τὸν ἐπὶ τῶν Χερουβίμ, μετὰ σώματος βαστάσασαν. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
῾Ο αὐτός,
Πάλαι μὲν ὁ ᾽Αρχιστράτηγος Γαβριήλ, ἀνυμνῶν τοῦ Χριστοῦ τὴν Γέννησιν, δόξα ἐν ὑινίστοις Θεῷ μετὰ πλήθους οὐρανίου στρατιᾶς ἐκραύγαζε. Νῦν δὲ πάλιν, ἐν τῷ ῎Αθωνι ὁ αὐτός, ἀνυμνῶν τὴν Χριστὸν γεννήσασαν, ῎Αξιόν ἐστιν ὡς ἀληθῶς, ὡς Μοναχὸς Μοναχῷ συνιστάμενος ἔιναλλε, Ταύτην καὶ ἡμεῖς μακαρίζοντες, σὺν αὐτῷ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὃς ὑπὸ σοῦ δυσωπούμενος, φωτίσῃ καὶ σώσῃ τὰς ψυχὰς ἡμῶν.
῏Ηχος β'.
῾Η τῶν οὐρανῶν ὑινηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου Οὐσίας δοχεῖον γεγενημένη, Μονυδρίῳ τῷ αὐτῆς, σήμερον ὑπὸ ᾽Αγγέλου μεγαλύνεται ᾠδαῖς, καὶ δι' αὐτῆς πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
῾Ο αὐτός.
῾Η πανάμωμος Νύμφη, καὶ μήτηρ τῆς εὐδοκίας τοῦ Πατρός, ἡ Θεῷ προορισθεῖσα εἰς ἑαυτοῦ κατοίκησιν, σήμερον ξενήκουστον ᾠδήν, δι' ᾽Αγγέλου εἰς ἡμᾶς παραδίδωσιν· ἣν ἀσωμάτων Δυνάμεις, ἀκαταπαύστως δοξάζουσι, καὶ ἡμεῖς μακαρίζομεν, ὡς Θεοτόκον ἀληθῶς, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
῏Ηχος γ'.
Πάσης ὑπερέκεινα τιμῆς καὶ δόξης, μετὰ Θεὸν ἡ Θεοτόκος γνωρίζεται· ὑπ' ᾽Αγγέλων γὰρ ἀπαύστως ὡς Βασιλίς, ὑμνεῖται καὶ δοξάζεται. Διὸ καὶ ἡμεῖς, οἱ ἐπὶ γῆς διδαχθέντες, ὑπὸ τοῦ ᾽Αρχαγγέλου Γαβριήλ, μελῳδικῶς τὸν ὕμνον, ἀσιγήτως ἐκβοῶμεν αὐτῇ· ῎Αξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, καὶ μεγαλύνειν σε ἀεὶ Παναμώμητε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν. Δώρησαι ἡμῖν τοῖς τιμῶσί σε, Μῆτερ Θεοῦ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. ῏Ηχος πλ. α'.
Ἄσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ ὁ ᾽Αρχάγγελος, ᾠδὴν καινήν, τῆς Παναχράντου Παρθένου, εἰς Μοναχὸν μονωθέντα, ξένῃ μορφῇ ἐμελῴδησεν· ἣν καὶ γεραίρειν ἀδιαλείπτως, ἐποφείλομεν πάντες, προστάτιν ἡμῶν ὑπάρχουσαν.
ΕΙΣ ΤΑ ΑΠΟΣΤΙΧΑ
Στιχηρὰ προσόμοια.
῏Ηχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς,
Χαίρων ὁ Γαβριὴλ ὁ λαμπρός, ὁ εὐλογίᾳ θεϊκῇ Παντευλόγητε, τοῖς θείοις σου μυστηρίοις, καθυπουργῶν ἐσαεί, οἷα μυστηπόλος ἐνθεώτατος, αὐτὸς καὶ νῦν Πάναγνε, ξενοτρόπως ἐφέστηκεν, καὶ ξένον ὕμνον, θεογράφως ἐμύησε, τοὺς οἰκέτας σου, ἱερῶς ἀναμέλπειν σοι, ἄξιόν ἐστιν ᾄδων σοι, ὑμνεῖν καὶ δοξάζειν σε, τὴν τοῦ Δεσπότου Μητέρα, τὴν ἀληθῶς Παναμώμητον, τὴν κόσμῳαἰτοῦσαν, ἱλασμὸν καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου...
῟Ηκεν ἐξ οὐρανοῦ καταπτάς, καινοφανῶς τῷ Μονυδρίῳ σου ῎Αχραντε, ὁ ἄρχων ὁ φωτοφόρος, τῶν νοερῶν Οὐσιῶν, ὁ τὸ χαῖρε πάλαι ἐκβοήσας σοι, καὶ θεῖον προοίμιον, θαυμαστῶς ἐμελῴδησεν, ᾠδῆς τῆς θείας, ἣν Κοσμᾶς πρίν σοι ἔμελινε, καὶ εἰς ἔκπληξιν, τὸν Μονάζοντα ἤγαγεν, ὅτε ταῦτα ἐχάραξε, δακτύλῳ Θεόνυμφε, ἐπὶ πλακὸς παρα δόξως, καὶ ἀφανὴς ἄφνω γέγονε. Καὶ νῦν Θεοτόκε, χαρμοσύνως ἀνυμνοῦμεν, τὰ μεγαλεῖά σου.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν...
Χαίρει ἡ κληρουχία ἡ σή, τὸ εὐαγές σου τοῦτο ῎Ορος Πανάμωμε, προφρόνως τὴν μνείαν ἄγον, τοῦ τελεσθέντος ποτέ, εἰς δόξαν σὴν Κόρη σεπτοῦ θαύματος, τὸ θεῖον δὲ δώρημα, σῆς εὐνοίας κατέχον σου, Θεογεννῆτορ, τὴν Εἰκόνα τὴν ἄχραντον, ᾗ ὁ ῎Αγγελος, τὸν σὸν ὕμνον ἀνέμελινεν, ῎Αξιόν ἐστι ινάλλει σοι, ἀεὶ μακαρίζειν σε, τὴν Παναμώμητον ὄντως, τὴν τὸν Θεὸν ἡμῶν τέξασαν, καὶ πᾶσιν αἰτοῦσαν, εὐφροσύνην καὶ εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. ῏Ηχος δ'.
Ὕμνον ὃν οὐκ ἔγνω, ἤκουσε νῦν ὁ Μονάζων· ἐλάλει γὰρ πρὸς αὐτὸν ὁ ᾽Αρχάγγελος, τοῦ ὕμνου σου Κόρη προοίμια. ῞Οθεν εἰκότως, θαυμάζων ὁ Μοναχός, ἠρώτα ταῦτα παραδοῦναι καὶ ἐν γραφῇ. Διὸ ἐν πλακὶ τῇ χειρὶ χαράξας, καὶ ἐξ αὐτοῦ γεγονὼς ἀφανής, εἰς θόίμβος αὐτὸν ἐξήγειρε, καὶ ἀνυμνεῖν σε ἀεί, τὴν Θεοτόκον παρεσκεύασεν.
Νῦν ἀπολύεις. Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Πάτερ ἡμῶν. Καὶ εὐθὺς τὰ ᾽Απολυτίκια.
῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Πατέρων ἀθροίσθητε, πᾶσα τοῦ ῎Αθω πληθύς, πιστῶς ἑορτάζοντες, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνῃ· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, νῦν παρὰ τοῦ ᾽Αγγέλου, παραδόξως ὑμνεῖται· διὸ ὡς Θεοτόκον ἀεί, ταύτην δοξάζομεν.
Δόξα. ῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Καταπτὰς οὐρανόθεν ἐν ξένῳ σχήματι, Γαβριὴλ Θεοτόκε ὁ ᾽Αρχιστράτηγος, ἐμελῴδησεν ἡμῖν τὸν θεῖον ὕμνον σου, ῎Αξιον λέγων σοι ἐστίν, μακαρίζειν σε ἀεί, τὴν μόνην Θεὸν τεκοῦσαν· οὗ ταῖς πρεσβείαις Παρθένε, τόνδε τὸν κλῆρόν σου διάσωζε.
Καὶ νῦν. ῏Ηχος α'. Τῆς ἐρήμου πολίτης.
Τῇ σεπτῇ σου Εἰκόνι Γαβριὴλ ὁ ᾽Αρχάγγελος, καταπτὰς ἐν σχήματι ξένῳ τὴν ᾠδήν σοι ἀνέμελινεν· ῎Αξιόν ἐστιν ὡς ἀληθῶς, τὴν μόνην μακαρίζειν σε ῾Αγνήν, ὡς Μητέρα τοῦ τῶν ὅλων Δημιουργοῦ, καὶ σώζουσαν τοὺς κράζοντας· Δόξα τοῖς θαυμασίοις σου ῾Αγνή, δόξα τοῖς μεγαλείοις σου, δόξα τῇ πρὸς ἡμᾶς σου προνοίᾳ ῎Αχραντε.
Εἰ δέ ἐστιν ᾽Αγρυπνία, εἰς τὸ Καὶ νῦν. τό, Θεοτόκε Παρθένε. Εἶτα, ἡ εὐλόγησις τῶν ἄρτων καὶ ἀνάγνωσις ἐκ τοῦ α' μέρους, τοῦ λόγου τῆς Παναγίας. Εἰ δὲ ἀγρυπνία οὐκ ἔστιν, ἡ συνήθης ᾽Απόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τὸ «Θεὸς Κύριος» καὶ τὰ ᾽Απολυτίκια ὡς ἐψάλησαν εἰς τὸν ῾Εσπερινόν.
Μετὰ τὴν α' Στιχολογίαν· Κάθισμα.
῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.
῾Η ἅπασα πληθύς, τῶν τοῦ ῎Αθω πατέρων, ἠθροίσθη νῦν φαιδρῶς, τοῦ ὑμνῆσαί σου Κόρη, τὴν ἔνδοξον πανήγυριν, Θεοτόκε πανύμνητε· καὶ γὰρ σήμερον, ὁ ᾽Αρχηγὸς τῶν ᾽Αγγέλων, τὰ προοίμια, ὕμνου τοῦ σοῦ παρα δόξως, ἡμῖν διετράνωσε.
Δόξα. Καὶ νῦν. ῞Ομοιον.
῾Ο θεῖος Γαβριήλ, ἐν μορφῇ Μονοτρόπου, ἐφέστηκε ποτέ, τῷ Μονάζοντι Κόρη, καὶ τοῦτον ἀνεδίδαξε, τὴν ἁγίαν σου αἴνεσιν, ἥν σοι ᾄδουσα, ἡ τοῦ Χριστοῦ ᾽Εκκλησία, μακαρίζει σε, ὡς τοῦ Κυρίου Μητέρα, καὶ κόσμου προστάτιδα.
Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα.
῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Γαβριὴλ ἐξ οὐρανοῦ, πρὶν ἀπεστάλη σοι ῾Αγνή, εὐαγγελίσασθαι τὴν σήν, ἄσπορον Σύλληινιν φρικτήν, αὐτὸς καὶ ἤδη ἐν σχήματι προσεφάνη, Μονάζοντος σαφῶς, διδάξαι ὕμνον τὸν σόν, καὶ τοῦτον θαυμαστῶς, πλακὶ ἐχάραξε· καὶ διὰ τοῦτο ἅπαντες τοῦ ῎Αθω, οἱ Μονασταὶ καὶ μιγάδες, βοῶμεν· Χαῖρε, ἣν ἀνυμνοῦσι, τῶν ᾽Αγγέλων τὰ τάγματα.
Δόξα. Καὶ νῦν. ῎Ομοιον.
Δεῦτε ᾄσωμεν φαιδρῶς, τῇ Θεοτόκῳ Μαριάμ, τὴν οὐράνιον ᾠδήν, ἣν Γαβριὴλ ὁ εὐκλεής, ἐμυσταγώγησεν ἡμᾶς παραδόξως ῎Αξιόν ἐστιν, ὡς ἀληθῶς σὲ ὑμνεῖν, τὴν μόνην καθαράν, οἷα Μητέρα Θεοῦ, ἀναβοῶντες ταύτῃ καὶ λέγοντες· Παρθενομῆτορ Πανάμωμε, ἀλλὰ μὴ παύσῃ, ῾Αγνὴ διέπειν, τὸν ἀπόλεκτον κλῆρόν σου.
Μετὰ τὸν Πολυέλεον· Κάθισμα.
῏Ηχος γ'. Τὴν ὡραιότητα τῆς παρθενίας σου.
Ἄθω νῦν ἅπασα, πληθὺς ἀγάλλεται, πανηγυρίζουσα, λαμπρὰν πανήγυριν, τὴν Θεοτόκον ἀληθῶς, μαθοῦσά σε μακαρίζειν, τὴν ᾽Αειμακάριστον, καὶ ῾Αγνὴν Παναμώμητον, ἄχραντον Μητέρα τε, τοῦ Θεοῦ ἡμῶν πέλουσαν· διὸ σὺν Γαβριήλ σοι βοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα. Καὶ νῦν. ῞Ομοιον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ δεικνὺς ἡμῖν, ἐβόα νῦν μελῳδῶν σοι, ὕμνου σου προοίμια, θαυμαστὰ πανεξαίρετα, ταῦτα καὶ ἐχάραξε, τῇ πλακὶ παραδόξως τε, εὐθὺς δὲ ἀφανὴς ἐγεγόνει· ὅθεν ὑμᾶς ἄμφω τιμῶμεν.
Οἱ ᾽Αναβαθμοί.
Τὸ α' ᾽Αντίφωνον τοῦ δ' ἤχου.
Προκείμενον. ῏Ηχος δ'.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. ῎Ακουσον θύγατερ καὶ ἴδε..
Εὐαγγέλιον. ᾽Εκ τοῦ κατὰ Λουκᾶν.
᾽Εν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ...
Καὶ εὐθὺς ὁ Ν' Ψαλμός.
Δόξα. Ταῖς τῆς Θεοτόκου.
Καὶ νῦν. Ταῖς τῆς Παναχράντου.
Εἶτα τὸ ᾽Ιδιόμελον. ῏Ηχος β'.
᾽Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Εὐηγγελίσατο ὁ Γαβριήλ, τῇ Κεχαριτωμένῃ πρότερον χαῖρε ἀνύμφευτε Κόρη, καὶ ᾽Απειρόγαμε, Νῦν δὲ ὁραθείς, ἐν ξένῃ τῇ μορφῇ, Μονάζοντι ᾠδάς, ἐφθέγξατο καινάς. Τότε εὐαγγέλια ἔφη σοι ῾Αγνή, νῦν ἐξύμνησέ σε θαυμαστῶς, ὡς Παναμώμητον, καὶ τέξασαν Κόρη τὸν Κύριον.
ΟΙ ΚΑΝΟΝΕΣ
Κανὼν α'. ᾽Ωδὴ α'. ῏Ηχος δ'. ῾Ο Εἱρμός.
᾽Ανοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (Δίς).
Ὁ Ἄθως ὃς κέκληται, ῞Αγιον ῎Ορος Πανάχραντε, ῾Αγνὴ ὡς προείρηκας, νῦν ἑορτάζει φαιδρῶς, σὲ τὴν ἅγιον, τῷ ὄντι ὄρος οὖσαν, καὶ θείαν πανήγυριν, ἄγει σοι σήμερον.
Τοῖς θείοις ἀείποτε, ὁ Γαβριὴλ μυστηρίοις τε, τοῖς σοῖς κατ' ἐξαἴρετον, ὑπηρετεῖ θαυμαστῶς, ὦ Πανάχραντε διὸ καὶ νῦν Παρθένε, σοῦ ὕμνου γηθόμενος, ᾄδει προοίμια.
᾽Αεὶ Παναμώμητε, οὐ διαλείπεις τοῖς δούλοις σου, τελεῖν πανεξαισια θαυματα Μητερ Αγνη και εν απασι καιροῖς ευεργεσίας, προχέειν Πανάχραντε, ὡς εὐεργέτις ἡμῶν.
Πῶς εἴπω τὸ μέγιστον, ἐκτελεσθέν σοι θαυμάσιον, πλησίον ᾽Αρχάγγελε, Σκήτης τῆς τῶν Καρεῶν, ὡς ἐδίδαξας, ἡμᾶς σῇ παρουσίᾳ, ᾠδὴν τὴν ἐπάξιον, τῇ Θεομήτορι.
Κανὼν β' οὗ ἡ ἀκροστιχίς:
῎Αξιόν ἐστιν ὑμνεῖν σε Θεοτόκε. Γερασίμου.
᾽Ωδὴ α'. ῏Ηχος πλ. δ'. ῾Αρματηλάτην Φαραώ.
᾽Απ' οὐρανοῦ ὁ Γαβριὴλ ἐφέστηκεν, ἐν ξενοτρόπῳ μορφῇ πάλαι Θεοτόκε, τῷ ἁγίῳ κλήρῳ σου, μυσταγωγῶν τοἵς δούλους σου, ἀνυμνεῖν κατ' ἀξίαν, σὲ τὴν ῾Αγνὴν ἀειπάρθενον, τὴν τὸν Θεὸν Λόγον κυήσασαν.
Ξένα τὰ σὰ ὡς ἀληθῶς θαυμάσιὰ, Θεογεννῆτορ ῾Αγνή· τὸν γὰρ Θεὸν Λόγον, ἀπορρήτως τέτοκας, καὶ ἄφθορος διέμεινας, ὥσπερ ᾖς πρὸ τοῦ τόκου· νῦν δὲ ἡμᾶς ὡς ηὐδόκησας, μέλπειν σου τὴν δόξαν ἐμύησας,
῾Ιεροφθόγγῳ γλώσσῃ ὁ ᾽Αρχάγγελος, πάλαι σοι ἔφησε, Κεχαριτωμένη, χαῖρε Παντευλόγητε, νῦν δὲ εὐσήμῳ στόματι, μυστικῶς σοι ἐβόα· ἄξιον πέλει τοῦ μέλπειν σε, σχήματι Παρθένε Μονάζοντος.
Ὄρος Θεοῦ τὸ ἐμφανὲς καὶ σύσκιον, ταῖς ὑπὲρ νοῦν δωρεαῖς, ὅπερ ᾑρετίσω, ὡς οἰκεῖον κλήρωμα, ῎Ορος τοῦ ῎Αθω Δέσποινα, τὸ ἀεὶ μεγαλύνον, τὰ μεγαλεῖα τῆς δόξης σου, φύλαττε καὶ σκέπε τῇ σκέπῃ σου.
Καταβασία. ᾽Ανοίξω τὸ στόμα μου (Ἢ τῆς τυχούσης ἑορτῆς).
᾽Ωδὴ γ'. ῾Ο Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. (Δίς).
᾽Επέστη καιρὸς τοῦ ἀθροισθῆναι, Πατέρας τοὺς ἅπαντας Ναῷ, τῷ τοῦ Πρωτάτου πάννυχον, ἐπιτελέσαι αἴνεσιν, τότε τοὺς θείους ὕμνους σου, ᾄδει ῾Αγνὴ ὁ ᾽Αρχάγ γελος.
Συνῆλθε τοῖς ἄλλοις καὶ ὁ Γέρων, τινὸς ὑπηκόου Μοναχοῦ, καὶ τούτῳ μόνῳ μείναντι, ὁ Γαβριὴλ ᾽Αρχάγγελος, ὤφθη ὁμοίῳ σχήματι, προοιμιάζων τὸν ὕμνον σου.
Προσθήκην ἐποίει σου τῷ ὕμνῳ, καὶ οἷον προοίμιον ῾Αγνή, τοῦ οὗπερ προεξύμνησε, Κοσμᾶς ὁ θεῖος μύστης σου, λέγων ὡς οὕτως εἴθισται, αὐτοῖς προλέγειν τοῦ ὕμνου σου.
῍Ω τῶν θαυμασίων σου τῶν ξένων: Αρχάγγελε θεῖε Γαβριήλ, πῶς Μοναχοῦ ἐν σχήματι, τοὺς ὕμνους ἐμελῴδησας, τῆς Θεοτόκου σήμερον, καὶ ὡς ἐχρῆν ἐμεγάλυνας.
Κανὼν β'. ῾Ο στερεώσας κατ' ἀρχάς.
Νυκτὶ ἐπέστη ἀωρεί, ὡς ξένος καὶ παροδίτης, Μοναστῇ τῷ ὑπηκόῳ Παρθένε, Γαβριὴλ ὁ εὐκλεής, καὶ τούτῳ εἰσηγήσατο, τῷ παραδόξω τρόπῳ τοῦ ὕμνου σου τὰ προοίμια.
᾽Εν τῷ ἁγίῳ σου Ναῷ συμινάλλων οἷα Μονάζων, τῷ μονάζοντι ὁ ῎Αγγελος Κόρη, εἰς κατάπληξιν αὐτόν, ἦγε τῷ ξένῳ ᾄσματι· σὲ γὰρ γλυκείᾳ γλώσσῃ, παναρμονίως ἀνύμνησε.
Σὲ τοῦ Θεοῦ τὴν Κιβωτόν, τὴν ἀδιόδευτον πύλην, ἣν διώδευσε Χριστὸς ἀπορρήτως, ἀνυμνοῦμεν οἱ πιστοί, καὶ χαῖρέ σοι κραυγάζομεν· Χαῖρε τοῦ ῎Αθω σκέπη, καὶ κραταιὸν περιτείχισμα.
Τὴν θεοδίδακτον ᾠδήν, ἐπὶ πλακὸς Θεοτόκε, ἐγχαράξας ὁ φανεὶς τῷ δακτύλῳ παραδόξως ἀφανὴς, ἄφνω ῾Αγνὴ ἐγένετο· ὁ δὲ Μονάζων ἔνθους, ὕμνει τὰ θεῖά σου θαύματα,
Καταβασία. Τοὺς σοὺς ὑμνολόγους.
Κάθισμα. ῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Κατεπλάγη Μοναχός, τοῦ ᾽Αρχαγγέλου τῇ ᾠδῇ, ξένως ᾄδοντος αὐτήν, πρὸ τοῦ σοῦ ὕμνου ὦ ῾Αγνή, φανέντος τούτῳ ἐν σχήματι παρομοίῳ· ἐπεὶ δὲ Μοναχός, γραφῆναι ᾔτει αὐτήν, εἰς πλάκα τῇ χειρί, ξένως ἐχάραξε, καὶ ἀφανὴς ἐγένετο· ἐντεῦθεν, διεκηρύχθη τοῖς ἅπασιν, ὁ ὕμνος οὗτος, τοῦ Θεοτόκον, σὲ δοξάζειν Πανάμωμε.
Δόξα. Καὶ νῦν. ῏Ηχος γ'. ᾽Η Παρθένος σήμερον.
῾Η Παρθένος Δέσποινα, νῦν παραδόξως ὑμνεῖται, παρ᾽ ᾽Αγγέλου ᾄδοντος, αὐτῇ τὸ ἔνθεον ᾄσμα· ῎Αξιον, ἐστὶ γεραίρειν καὶ μακαρίζειν, πάντοτε, τὴν τοῦ Θεοῦ σε ἁγνὴν Μητέρα. Διὰ τοῦτο Θεοτόκε, πόθῳ τελοῦμεν, τὴν σὴν πανήγυριν.
᾽Ωδὴ δ'. ῾Ο Εἱρμός.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ ῾Υινίστου, ὁ προφήτης ᾽Αββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. (Δίς).
Ἄξιον προέλεγεν ὡς ἀληθῶς, ἐστὶ μακαρίζειν σε Πάναγνε, τὴν Θεοτόκον, τὴν ἀεὶ μακαριστήν, καὶ ὄντως Παναμώμητον, καὶ Θεοῦ Μητέρα πανάχραντον.
Τὴν προοιμιάζουσαν ταύτην ᾠδήν, θείου Γαβριὴλ ξένως ᾄδοντος, ἐξεθαμβεῖτο, ὁ ἀκούων Μοναχός, ἐπεὶ δὲ ἐπυνθάνετο, οὕτως ᾄδειν ἔφη εἰώθαμεν.
Λέγειν καὶ προέτρεπεν οὕτως αὐτόν, ταῦτα Γαβριὴλ τὰ προοίμια, εἶθ' οὕτως ᾄδειν, ὕμνον θεῖον τοῦ Κοσμᾶ, καὶ πάντας ἐκδιδάξασθαι, ταῦτα θεῖος ἔφη ῎Αρχάγγελος.
᾽Επείπερ ᾐτήσατο ὁ Μοναχός, θεῖε Γαβριὴλ οὕσπερ ἤκουσεν, ὕμνους γραφῆναι, σὺ ἐχάραξας εὐθύς, ἐπὶ πλακὸς ᾽Αρχάγγελε· δόξα τῇ ἀρρήτῳ δυνάμει σου.
Κανὼν β'. Σύ μου ἰσχὺς Κύριε.
῾Ιερουργῶν, καὶ ὑπουργῶν θείῳ νεύματι, Θεοτόκε, ἐν τοῖς μυστηρίοις σου, καὶ θαυμασίοις τοῖς ἱεροῖς, Γαβριὴλ ὁ θεῖος, ξένως ὡράθη τῷ κλήρῳ σου, διδάσκων ἡμᾶς Κόρη, ἀνυμνεῖν καὶ δοξάζειν, τοῦ Θεοῦ σε Μητέρα τὴν Πάναγνον.
῾Υπερφυῆ, πάντα τὰ σὰ καὶ ξενήκουστα, Θεοτόκε, πάντα ὑπερβαίνοντα, νοῦν καὶ διάνοιαν ἀληθῶς· Μήτηρ γὰρ ἐγένου, τοῦ τῇ χειρὶ πάντα φέροντος· διό σου τῶν θαυμάτων, ἐκπλαγέντες τὸ κλέος, χαρμοσύνως τὸ χαῖρέ σοι κράζομεν.
Μείνας ῾Αγνή, ὁ Μοναστὴς ὁ θεόληπτος, ἐν τῇ Κέλλῃ, μόνος ὡς ὑπήκοος, τότε ἐπέστη ξενοπρεπῶς, πρὸς αὐτὸν ὁ ῎Αρχων, τῶν οὐρανίων δυνάμεων, διδάσκων αὐτὸν Κόρη, τοῦ ἁγίου σου ὕμνου, τὴν λαμπρὰν καὶ ἐξαίρετον αἴνεσιν.
Νῦν τὴν καινήν, μολπήν σου ἤδη δεδίδαγμαι, ὁ Μονάζων, τῷ ὀφθέντι ἔφησεν, ὁ δὲ ἀντέφη περιχαρῶς, ἡμεῖς οὕτως μέλπειν, τῇ Θεοτόκῳ εἰώθαμεν, ὡσαύτως πρέπον ᾄδειν, καὶ ὑμῖν τῇ Πανάγνῳ δι' ἧς πάντες Χριστῷ οἰκειούμεθα.
Καταβασία. Τὴν ἀνεξιχνίαστον.
᾽Ωδὴ ε'. ῾Ο Εἱρμός.
᾽Εξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσίσε, σωτηρίαν βραβεύοντα. (Δίς).
᾽Εξέστη ὁ ἄνθρωπος, τοῖς ξένοις θαυμασίοις τε, ὅτε ξένως εἶδε χαραχθῆναι, πλάκα καὶ αἴφνης τὸν προσκαλοῦντα αὐτῷ ἅμα γεγονότα ἀφανῆ, Γαβριὴλ τὸν ἔνδοξον, καὶ σεπτὸν ᾽Αρχιστράτηγον.
῾Ο Γέρων ὡς ἕωθεν, κέλλῃ αὐτοῦ ὑπέστρεινεν, καὶ ταῦτα ὡς ἤκουσε τὰ ξένα, πλάκα τε εἶδε κεχαραγμένην χειρί, ἄραντες εὐθὺς σὺν μαθητῇ, ταύτην προσεκόμισαν, τοῖς τοῦ ῎Ορους ἐξάρχουσι.
Διέκπυστα γέγονε, καὶ πᾶσι διαβόητα, ταῦτα τὰ θαυμάσια Παρθένε, πλάκα ἐπείπερ, τῇ Βασιλίδι εὐθύς, Πόλεων ἀπέστειλαν φαιδρῶς, οἱ τοῦ ῎Ορους πρόκριτοι, τοῦ δοξάζειν σε ἅπαντας.
Συνέδραμον ἅπαντες, εἰς πενιχρὸν Μονύδριον, ᾧ τὸ ξένον θαῦμα ἐγεγόνει, καὶ σὴν Εἰκόνα ἐφ ἧς ἐινάλθη ᾠδή, ῾Αγνὴ προσκυνοῦντες εὐλαβῶς, παμινηΦεὶ συνέθεντο, τῷ Πρωτάτῳ φυλάττεσθαι.
Κανὼν δεύτερος. ῞Ινα τί με ἀπώσω.
᾽Εναργῶς καθ' ἑκάστην, τὰς τῆς προμηθείας σου περὶ τον κλῆρόν σου, ἐνεργείας Κόρη, μητρικῇ ἀποφαίνῃ χρηστότητι, καὶ κινδύνων ρύῃ, πολυειδῶν ἡμᾶς Παρθένε· διὰ τοῦτο ὑμνοῦμεν τὴν δόξαν σου.
῾Ιλαστήριον ὥσπερ, καὶ στήλην θεόγραφον τῆς εὐσπλαγχνίας σου, τὴν σεπτήν σου Κόρη, καὶ ἁγίαν Εἰκόνα κατέχοντες, ᾗ πρῶτον ἐινάλθη, ὕμνος ὁ σὸς ἐκ τοῦ ᾽Αγγέλου, ψυχικῆς εὐφροσύνης πληρούμεθα.
Νόμῳ θείῳ ὑπείκων, τῆς ὑπακοῆς ὁ Μονάζων ὁ ὅσιος, ξένης ἐμφανείας, τοῦ λαμπροῦ Γαβριὴλ κατηξίωται, καὶ εὐηγγελίσθη, τὴν πολυῦμνητον συνθήκην, τοῦ ἁγίου σου ὕμνου Πανύμνητε.
Συνελθόντες κατεῖδον, Μονασταὶ οἱ σύμπαντες καταπληττόμενοι, τὴν δακτύλῳ θείῳ, ἐν πλακὶ χαραχθεῖσάν σου αἴνεσιν, καὶ καταμαθόντες, τὸ τελεσθὲν θαῦμα Παρθένε, χαρμοσύνως τὴν δόξαν σου ᾔνεσαν.
Καταβασία. ᾽Εξέστη τὰ σύμπαντα.
᾽Ωδὴ στ'. ῾Ο Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεοφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. (Δίς).
᾽Αρρήτῳ πάντες συνέρρευσαν, χαρᾷ καὶ εὐφροσύνῃ κομίσασθαι, σεπτὴν εἰκόνα σου, οἱ ῾Ιερεῖς καὶ Μονάζοντες, καὶ πᾶσα ἡ τοῦ ῎Ορους πληθὺς Πανάχραντε.
Τὴν θείαν ταύτην εἰκόνα σου, σὺν πάσῃ εὐλαβείᾳ κατέχοντες, Πατέρες ἅπαντες, ὕμνοις κροτοῦντες καὶ ᾄσμασιν, εἰσήγαγον τῷ θείῳ Ναῷ σου Πάναγνε.
Παρθένε στάσιν παννύχιον, ἐτέλεσαν σὲ πόθῳ γεραίροντες, καὶ τὸν ᾽Αρχάγγελον, ὕμνον τὸν σὸν ἀπαγγείλαντα, καὶ νῦν ἡμεῖς ὡσαύτως ἄμφω γεραίρομεν.
Πατέρες θεῖοι ἐν ᾄσμασι, μετὰ μυσταγωγίαν ἐπάραντες, θείαν εἰκόνα σου, ἔνδον Ναοῦ εἰς τά ἄδυτα, σὺν πλείστῃ εὐλαβείᾳ ἀφωσιώσαντο.
Κανὼν δεύτερος. ῾Ιλάσθητί μοι Σωτήρ.
᾽Εξ ὕψους ὁ Γαβριήλ, ὡς Μοναστὴς παραγέγονε, τῷ Μονυδρίῳ τῷ σῷ, Παρθένε καὶ ἤγγειλε, τὴν θείαν σου αἴνεσιν, τῷ ὑποταγέντι, τοῦ Υἱοῦ σου τοῖς προστάγμασι.
Θάμβους ἐπλήσθη εὐθύς, ὁ Μοναστὴς ὡς ἑώρακε, τὰ ρήματα τῆς ᾠδῆς, οἷα συμμονάζοντα, τῇ πλακὶ χαράξαντα, Γαβριὴλ τὸν θεῖον, καὶ τὴν δόξαν σου ἀνύμνησεν.
Ἐξέστησαν εὐπρεπῶς, οἱ Μονασταὶ θεασάμενοι, τὴν σὴν ἁγίαν μολπήν, γεγραμμένην ῎Αχραντε, ὑπ' ᾽Αγγέλου Δέσποινα, τῇ πλακὶ καὶ πάντες, ὕμνους θείους σοι ἀνέμελιναν.
῾Ολόφωτε τοῦ Θεοῦ, νεφέλη καὶ πορφυρόμορφε, Θεογεννῆτορ ῾Αγνή, τῇ αἴγλῃ τῆς δόξης σου, σκέπασον τὸν κλῆρόν σου, τῆς τῶν ἐναντίων, ἐπιβούλου διαΘέσεως.
Καταβασία. Τὴν θείαν ταύτην.
Κοντάκιον. ῏Ηχος δ'. ᾽Επεφάνης σήμερον.
῾Εορτάζει σήμερον, ἅπας ὁ ῎Αθως, ὅτι ὕμνους δέδεκται, ὑπὸ ᾽Αγγέλου θαυμαστῶς, σοῦ τῆς ἁγνῆς Θεομήτορος· ἣν πᾶσα κτίσις γεραίρει δοξάζουσα.
῾Ο Οἶκος.
Νῦν εὐφραινέσθω ἡ πληθύς Πατέρων τῶν τοῦ ῎Αθω· ἰδοὺ γὰρ τῆς Παρθένου, ὁ Γαβριὴλ νῦν ᾄδει, ὕμνου προοίμια τοῦ πρίν, ὅνπερ θαυμασίως ἐμελῴδησεν αὐτῇ Κοσμᾶς ὁ θεῖος ὑμνῳδός, ὃς ῎Αξιόν ἐστιν ὡς ἀληθῶς ἔλεγε, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Καὶ τούτῳ ἐπέταπεν, οὕτω προοιμιάζειν τοὺς πάντας τοὺς ὕμνους σου. Καὶ ταῦτα χαράξας τῇ χειρὶ ἐπὶ πλακός, γέγονεν αἴφνης ἀφανής· ὁ δὲ Μοναχὸς ἐκπληττόμενος ἀνύμνει ὡς ἐδιδά
χθη ἁγνὴν Θεομήτορα· ἣν πᾶσα κτίσις γεραίρει δοξάζουσα.
ΣΥΝΑΞΑΡΙΟΝ.
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τελεῖται τοῦ ᾽Αρχαγγέλου Γαβριὴλ ἐν τῷ ῎Αδειν.
Στίχοι.
῏Ησας Γαβριὴλ πρὶν τὸ χαῖρε τῇ Κόρῃ,
῎Αδεις δὲ καὶ νῦν, ἄξιόν σε ὑμνέειν.
Πρώτῃ καὶ δεκάτῃ ἐν τῷ ῎Αδειν Γαβριὴλ ξένως ὤφθη.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ῾Αγίων ᾽Αποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Στίχοι.
Εἰς τὸν Βαρθολομαῖον.
Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός σε, σταυρικὸν φέρει πάθος.
Εἰς τὸν Βαρνάβαν.
῾Υπὲρ λίθον σάπφειρον, ὡς Γραφὴ λέγει,
Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.
῾Ενδεκάτῃ σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον.
Ταῖς τῆς Παναχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων σου τῶν ῾Αγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.
᾽Ωδὴ ζ'. ῾Ο Εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔιναλλον· ῾Υπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (Δίς).
Πανεξαίρετον, τιμὴν προσαπενείμαντο, πατέρες ἅπαντες, οἱ πρὶν καθὰ καὶ οἱ νῦν, εἰκόνι τῇ θείᾳ σου, ταύτῃ Πανάμωμε, δικαιότατα τιμῆς καὶ γὰρ ἠξίωται, ὅτι πλείστης παραδόξως.
Πλείστης χάριτος, ἠξίωται ἡ θεία σου, εἰκὼν Πανάμωμε· καὶ γὰρ σαφῶς πρὸς αὐτήν, σοῦ ὕμνου προοίμια, πρῶτον ἐλέλεκτο, τῇ προνοίᾳ σου. Διόπερ κατὰ χρέος νῦν, ταύτην πόθῳ προσκυνοῦμεν.
Οὐ λατρεύομεν, εἰκόνι σου Πανάχραντε, ὡς διαβάλλουσιν, ἡμᾶς ἀλλὰ σχετικῶς, τιμῶμεν Πανύμνητε, καὶ ταύτην χαίροντες, ἀσπαζόμεθα, τιμητικῶς οἱ δοῦλοί σου, νῦν τε καὶ εἰς τοὺς αἰῶνας.
Σὺν σοὶ Πάναγνε, οὐ λείπομεν γεραίροντες, καὶ τὸν λαμπρὸν Γαβριήλ, ἡμᾶς ἐκδιδάξαντα, ἤδη τοὺς ὕμνους σου, ὃς καὶ πρότερον, σοὶ προσφωνῶν ἐκραύγαζε, Χαῖρε Κεχαριτωμένη.
Κανὼν δεύτερος. Θεοῦ συγκατάβασιν.
Τὴν μόνην Πανάχραντον, καὶ Θεοτόκον ὑμνολογήσω μεν· ὑπ' ᾽Αγγέλου γὰρ ξένως, ὑμνολογεῖται καὶ μακαρίζεται, ὃν ἐκμιμούμενοι ταύτῃ βοήσωμεν· Χαῖρε Παρθένε ῾Αγνή, τοῦ ῎Αθω ἡ προσφυγή.
῾Ο θεῖος ᾽Αρχάγγελος, ἐν Μονοτρόπου εἴδει ἐφέστηκεν, ἐν τῷ σῷ Μονυδρίῳ ὡς παροδίτης πάλαι καὶ ᾔνεσεν, σὲ τὴν Θεὸν ὑπὲρ λόγον κυήσασαν, Θεογεννῆτορ ῾Αγνή, τοῦ ῎Αθω ἡ προσφυγή.
Καθέδρα περίδοξε, τοῦ Βασιλέως τῶν Βασιλέων Χριστοῦ, χαῖρε ῎Αχραντε Κόρη, τῶν Μοναζόντων θερμὴ ἀντίληινις, καὶ ἀρωγὴ καὶ ἑτοίμη βοήθεια· μεσῖτις δὲ ἀσφαλής, πρὸς τὸν τεχθέντα ἐκ σοῦ.
Εἰς πάντα τὰ πέρατα, ὁ σὸς Παρθένε διαβεβόηται, πολυθρύλητος ὕμνος, ὁ παρ' ᾽Αγγέλου γνωσθεὶς τοῖς δούλοις σου, καὶ πᾶσα γλῶσσα ὑμνεῖ καὶ γεραίρει σε, οἷα Μητέρα Θεοῦ, καὶ Θεοτόκον ῾Αγνήν.
Καταβασία. Οὐκ ἐλάτρευσαν.
᾽Ωδὴ η'. ῾Ο Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυινοῦτε εἰς πάντας τοὺς αἰῶνας. (Δίς).
Παῖδας εὐαγεῖς ἐν τῷ σεπτῷ σου, Ναῷ τῷδε Θεοτόκε ἐκμιμούμενοι, ἐν τοῖς θαυμασίοις σου, οἷς τελεῖ ὁ Κύριος, εἰς δόξαν σου Πανάμωμε, ᾄδοντες ψάλλομεν Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυινοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὄντως εὐκλεὴς ὃς ἠξιώθη, τῶν θείων ἀκηκοέναι ἐγκωμίων σου, δι' ᾽Αγγέλου Πάναγνε, Κόρη Παναμώμητε, ὡς σὸς Υἱὸς ηὐδόκησε, δι' οὗ τοὺς ἅπαντας, ἐδίδαξεν ὑμνεῖν σε ἀξίως, καὶ ὑπερυινοῦν σε εἰς πάντας τοὺς αἰῶνας.
Ἄδειν κατ' ἀξίαν ἐκληρώθη, ὁ τόπος οὗτος καλεῖσθαι ἐφ ὃν γέγονε, τοῦτο τὸ θαυμάσιον, ὃ καὶ ἐπεκράτησε, μέχρις ἡμῶν ἀίδιον, εἰς μνήμην ῎Αχραντε, τοῦ θαύματος ὡς ἄν σε ὑμνῶμεν, καὶ ὑπερυινῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἄξιόν ἐστιν ἄχρι τῆς δεῦρο, καλεῖται τρανῶς καὶ τοῦτο τὸ Μονύδριον, καὶ Εἰκὼν ἡ θεία σου, οἷσπερ πρῶτον ἔιναλτο, σοῦ ὕμνου τὰ προοίμια, Παρθένε ῎Αχραντε, ὡς ἅπαντας ὑμνεῖν σε ἀξίως, καὶ ὑπερυινοῦν σε εἰς πάντας τοὺς αἰῶνας.
Κανὼν δεύτερος. ῾Επταπλασίως κάμινον.
Γνῶσιν λαβόντες Πάναγνε, Μοναστῶν οἱ ἐξάρχοντες, τοῦ τῇ σῇ προνοίᾳ τελεσθέντος θαύματος, ἀθρόοι συνέδραμον, τῷ θείῳ Μονυδρίῳ σου, καὶ τὴν σὴν Εἰκόνα, τὴν σεπτὴν καὶ ἁγίαν, ἐν πάσῃ εὐλαβείᾳ, τῷ Ναῷ τοῦ Πρωτάτου, ἀπέθεντο αἰνοῦντες, τὴν σὴν μεγαλωσύνην.
᾽Επὶ πλακὸς ὡς ἔγραινε, τῷ δακτύλῳ ὁ ῎Αγγελος, τὴν καινοφανῆ σου Θεοτόκε αἴνεσιν, εἰς ἔκπληξιν ἤγαγε, τὸν Μοναστὴν θεώμενον, πράγματα καινά, ὡς ἀληθῶς τε καὶ ξένα, ὁ δὲ ἔνθους ἐβόα· Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, εἰς πάντας τοὺς αἰῶνας.
Ρώμην εἰς νέαν Δέσποινα, εὐσεβῶς ἐξαπέστειλαν, τὴν ἁγίαν πλάκα τὴν συνθήκην φέρουσαν, τοῦ ὕμνου σου ῎Αχραντε, καὶ ἅπαντες ἐθαύμασαν, ὅ τε Πατριάρχης, καὶ ἡ Σύγκλητος Κόρη, σαφῶς καταμαθόντες, καὶ πιστῶς μυηθέντες, ὅπερ ἐν τῷ σῷ ῎Ορει, εἰργάσω μεγαλεῖον.
Ἅπασα γῆ καὶ θάλασσα, νηθοσύνως γεραίρει σε, τὴν ἁγιωτέραν Κόρη πάσης κτίσεως, καὶ πάντες σοι ᾄδομεν, τὴν τοῦ ᾽Αγγέλου αἴνεσιν· ῎Αξιόν ἐστιν, ὡς ἀληθῶς σε δοξάζειν, τὴν μόνην Θεοτόκον, τὴν ἀεὶ ρυομένην, ἡμᾶς ἐκ πάσης βλάβης, ἐχθροῦ τοῦ βροτοκτόνου.
Αἰνοῦμεν, εὐλογοῦμεν...
Καταβασία. Παῖδας εὐαγεῖς.
᾽Ωδὴ θ'. ῾Ο Εἱρμός,
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀϋλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ῾Αγνὴ ἀειπάρθενε. (Δίς).
Ἅπαντες οἱ σοί, ἱκέται συντρέχομεν, Ναῷ τῷ θείῳ σου, καὶ πανηγυρίζομεν, λαμπρὰν τελοῦντες ἤδη πανήγυριν, τῇ ἐτησίῳ σήμερον, μνήμῃ τοῦ θαύματος, τοῦ σοῦ ὕμνου, τῆς ἀναπληρώσεως, Θεοτόκε ῾Αγνὴ ᾽Αειπάρθενε.
Ἄξιόν ἐστιν, οὐ παύομεν λέγοντες, τὸ μακαρίζειν σε, τὴν ἀειμακάριστον, ὡς ἀληθῶς τε καὶ παναμώμητον, καὶ τοῦ Θεοῦ Μητέρα σε, ἡμῶν γηθόμενοι, ὑπ' ᾽Αγγέλου, ταῦτα μυηθέντες νῦν, Θεοτόκε ῾Αγνὴ ᾽Αειπάρθενε.
Ἅμα τὸν λαμπρόν, καὶ θεῖον ᾽Αρχάγγελον, Γαβριὴλ σήμερον, χαίροντες δοξάζομεν, χαριστηρίους ᾠδὰς προς φέροντες, δι' ἐξαισίου θαύματος, πάντας διδάξαντα, θεῖον ὕμνον, ἁγνῆς Θεομήτορος, χαίροις μύστα ἀρρήτων κραυγάζοντες.
Χαῖρε ὦ Ναέ, Πρωτάτου πανένδοξε, ἐναβρυνόμενος, τῷ πλουτεῖν τὴν πάντιμον, Εἰκόνα θείαν καὶ χαριτόβρυτον, τῆς μόνης Θεομήτορος, καὶ τῆς προστάτιδος, χώρου τοῦδε,῎Ορος γὰρ ἀπόλεκτον, τοῦτο κλῆρος αὐτῇ προσκεκλήρωται.
Κανὼν δεύτερος.᾽Εξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Στολῇ καὶ εἴδει Κόρη μοναστικῷ, Γαβριὴλ ἀωρεὶ ὡς ἐφέστηκε, τῷ Μοναχῷ τούτῳ ἀπεκάλυψεν ἐμφανῶς, τὴν οὐρανίαν αἴνεσιν, οἷάπερ προοίμιον ἱερόν, ᾠδῆς τῆς θεοφθόγγου, ἣν πάλαι θεοπνεύστως, Κοσμᾶς σοι ᾖσεν ὁ θεόληπτος.
᾽Ιδόντες γεγλυμμένην ἐν τῇ πλακί, τῷ δακτύλῳ Πατέρων ὁ σύλλογος, τὴν σὴν μολπήν, καὶ καταμαθόντες τὴν μυστικήν, τοῦ Γαβριὴλ ἐμφάνειαν, καὶ τὴν θείαν μύησιν καὶ σεπτήν, ᾔνεσαν ὁμοφώνως, Παρθένε Θεοτόκε, τῶν μεγαλείων σου τὴν ἔκφανσιν.
Μεγίστη σου ἡ πρόνοια ἀληθῶς, ἣνἀεὶ ἐνδεικνύεις Πανάμωμε,περὶ τὸ σόν, ῎Ορος τὸ περίοπτον καὶ σεπτόν· ἐν τούτῳ γὰρ ἑκάστοτε, θαύματα καὶ χάριτας δαψιλῶς, ἐργάζῃ παραδόξως, καὶ σκέπεις ἐκ κινδύνων, ταῖς καθ' ἑκάστην ἀντιλήψεσιν.
῾Ο οἶκός σου Παρθένε ὁ εὐαγής, ὁ Ναὸς τοῦ Πρωτάτου ὁ πάνσεπτος, τὴν σὴν Μορφήν, ᾗ ὁ ἀστραπόμορφος Γαβριήλ, τὸν ὕμνον σου ἀνέμελψεν, οἷάπερ σελήνην πλησιφαῆ, κατέχων ἐν ἀδύτοις, αὐγάζεται ἀϋλως, τῇ ἀγλαίᾳ τῶν χαρίτων σου,
῾Υμνῆσαί σου τολμήσας ὁ ἐναγής, τῶν θαυμάτων Παρθένε τὸ μέγεθος, τὸ ρυπαρόν, ἤνοιξά μου στόμα δέει πολλῷ πρὸς αἶνόν σου ὁ δείλαιος, ἀλλὰ σύγγνωθί μοι ὡς συμπαθής, καὶ κάθαρον τὸν νοῦν μου, ὁμοῦ καὶ τὴν καρδίαν, τῆς τῶν παθῶν δεινῆς ζοφώσεως,
Καταβασία. ῞Απας γηγενής.
᾽Εξαποστειλάριον. ῏Ηχος β'. Γυναῖκες ἀκουτίσθητε.
᾽Αθροίσθητε, σκιρτήσατε, φαιδρῶς πανηγυρίσατε· ὁ Γαβριὴλ γὰρ ὁ θεῖος, Μονάζοντι νῦν ἐπέστη, μοναδικῷ ἐν σχήματι, ὕμνους τῆς Θεομήτορος, πρῶτος αὐτὸς φθεγξάμενος, ἐν ῎Ορει τούτῳ λαχόντι, αὐτὴν προστάτιν ἐξόχως. (Δίς).
῞Ετερον. ῾Ο οὐρανὸν τοῖς ἄστροις.
῾Ο οὐρανὸς ἀγάλλου, μετὰ τῶν ἄνω Λειτουργῶν, καὶ σὺ τὸ ῎Ορος τοῦ ῎Αθω, μετὰ τῶν σῶν οἰκητόρων· ἰδοὺ γὰρ ἡ Θεοτόκος, ἐνθέως νῦν ἀνυμνεῖται.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
῾Ιστῶμεν στίχους δ'.
῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τῶν οὐρανίων ἁινίδων, ὁ Γαβριὴλ κατελθών, ξένῃ μορφῇ ὡράθη, Μοναχῷ ὑπηκόῳ σοὺς ὕμνους ὦ Παρθένε, ἀήθεις αὐτῷ ᾄδων νῦν ὁ ᾽Αρχάγγελος, προοιμιάζων τὸν ὕμνον ὅνπερ ποτέ, ὁ Κοσμᾶς σοὶ ἐμελῴδησε,
῾Ο Γαβριὴλ τῇ Παρθένῳ πρὶν εὐαγγέλια, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ χαῖρε, νῦν δὲ τοὺς ξένους ὕμνους, αὐτῆς θαυμαστῶς, ῎Ορει τῷδε ἐδίδαξε· τὸ μακαρίζειν προσᾴδων ὡς ἀληθῶς, ἔστιν ἄξιον τὴν Πάναγνον.
Πόθῳ τὴν θείαν εἰκόνα, σοῦ προσκυνοῦμεν ῾Αγνή, ἐφ ἧς ἐινάλθη πρῶτον, τὰ προοίμια ὕμνου, τοῦ σοῦ ὑπὸ ᾽Αγγέλου· ὅθεν πιστῶς, ταύτην νῦν ἀσπαζόμεθα, καὶ Γαβριὴλ δὲ τὸν θεῖον ἅμα φαιδρῶς, μακαρίζομεν ὡς πρόξενον.
῾Ο Γαβριὴλ ἐπεφάνη, ἐν ξένῳ σχήματι, τῷ Μοναστῇ Παρθένε, καὶ τοῦ θείου σου ὕμνου, ᾖσε τὰ προοίμια θαυμαστῶς, ἐκβοῶν Παναμώμητε· ῎Αξιον ὄντως ὑπάρχειν τοῦ ἀνυμνεῖν, τοῦ Θεοῦ σε τὴν γεννήτριαν.
Δόξα. Καὶ νῦν. ῏Ηχος πλ. δ'.
Τίς λαλήσει, τὰς δυναστείας σου ῞Αγνή; ἢ τίς ἐξαριθμήσει, τῶν θαυμάτων σου τὰ πλήθη; Πολλὰ καὶ ὑπὲρ φύσιν, ἐνεργεῖς τὰ σὰ τεράστια. Βαβαὶ τῶν μεγαλείων, ὧν καὶ ἤδη ἐξειργάσω! Σοῦ ὕμνου γὰρ προοίμια, δι῎Αγγέλου Πάναγνε, ἡμῖν παρέδωκας Παρθένε, καὶ ξένως ἐπὶ πλακός, ταῦτα γραφῆναι, ηὐδόκησας προνοίᾳ σου, ἐν ὕμνοις γεραίρειν σε, τὴν Παναμώμητον.
Δοξολογία Μεγάλη καὶ ᾽Απόλυσις.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά. Εἰς δὲ τοὺς Μακαρισμοὺς;στῶμεν στίχ. η' καὶ ψάλλομεν ἐκ τῶν Κανόνων τὴν γ' καὶ στ' ᾽Ωδήν.
᾽Ωδὴ γ'. ῏Ηχος δ'. Τοὺς σοὺς ὑμνολόγους,
᾽Επέστη καιρὸς τοῦ ἀθροισθῆναι, Πατέρας τοὺς ἅπαντας Ναῷ, τῷ τοῦ Πρωτάτου πάννυχον, ἐπιτελέσαι αἴνεσιν, τότε τοὺς θείους ὕμνους σου, ᾄδει ῾Αγνὴ ὁ ᾽Αρχάγγελος.
Συνῆλθε τοῖς ἄλλοις καὶ ὁ Γέρων, τινὸς ὑπηκόου Μοναχοῦ, καὶ τούτῳ μόνῳ μείναντι, ὁ Γαβριὴλ ᾽Αρχάγγελος, ὤφθη ὁμοίῳ σχήματι, προοιμιάζων τὸν ὕμνον σου.
Προσθήκην ἐποίει σου τῷ ὕμνῳ, καὶ οἷον προοίμιον ῾Αγνή, τοῦ οὗπερ προεξύμνησε, Κοσμᾶς ὁ θεῖος μύστης σου, λέγων ὡς οὕτως εἴθισται, αὐτοῖς προλέγειν τοῦ ὕμνου σου.
῍Ω τῶν θαυμασίων σου τῶν ξένων! ᾽Αρχάγγελε θεῖε Γαβριήλ, πῶς Μοναχοῦ ἐν σχήματι, τοὺς ὕμνους ἐμελῴ δησας, τῆς Θεοτόκου σήμερον, καὶ ὡς ἐχρῆν ἐμεγάλυνας.
ᾨδὴ στ'. ῏Ηχος πλ. δ'. ῾Ιλάσθητί μοι Σωτήρ.
᾽Εξ ὕινους ὁ Γαβριήλ, ὡς Μοναστὴς παραγέγονε, τῷ Μονυδρίῳ τῷ σῷ, Παρθένε καὶ ἤγγειλε, τὴν θείαν σου αἴνεσιν, τῷ ὑποταγέντι, τοῦ Υἱοῦ σου τοῖς προστάγμασι.
Θάμβους ἐπλήσθη εὐθύς, ὁ Μοναστὴς ὡς ἑώρακε, τὰ ρήματα τῆς ᾠδῆς, οἷα συμμονάζοντα, τῇ πλακὶ χαράξαντα, Γαβριὴλ τὸν θεῖον, καὶ τὴν δόξαν σου ἀνύμνησε.
Ἐξέστησαν εὐπρεπῶς, οἱ Μονασταὶ θεασάμενοι, τὴν σὴν ἁγίαν μολπήν, γεγραμμένην ῎Αχραντε, ὑπ' ᾽Αγγέλου Δέσποινα, τῇ πλακὶ καὶ πάντες, ὕμνους θείους σοι ἀνέ
μελιναν.
῾Ολόφωτε τοῦ Θεοῦ, νεφέλη καὶ πορφυρόμορφε, Θεογεννῆτορ ῾Αγνή, τῇ αἴγλῃ τῆς δόξης σου, σκέπασον τὸν κλῆρόν σου, τῆς τῶν ἐναντίων, ἐπιβούλου διαθέσεως.
Εἴσοδος. Δεῦτε προσκυνήσωμεν...
Καὶ τὰ ᾽Απολυτίκια.
῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Πατέρων ἀθροίσθητε, πᾶσα τοῦ ῎Αθω πληθύς, πιστῶς ἑορτάζοντες, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνῃ τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, νῦν παρὰ τοῦ ᾽Αγγέλου, παραδόξως ὑμνεῖται· διὸ ὡς Θεοτόκον ἀεί, ταύτην δοξάζομεν.
῞Ετερον. ῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Καταπτὰς οὐρανόθεν ἐν ξένῳ σχήματι, Γαβριὴλ Θεοτόκε ὁ ᾽Αρχιστράτηγος, ἐμελῴδησεν ἡμῖν τὸν θεῖον ὕμνον σου, ῎Αξιον λέγων σοι ἐστίν, μακαρίζειν σε ἀεἴ, τὴν μόνην Θεὸν τεκοῦσαν· οὗ ταῖς πρεσβείαις Παρθένε, τόνδε τὸν κλῆρόν σου διάσωζε.
῎Αλλο. ῏Ηχος α'. Τῆς ἐρήμου πολίτης.
Τῆ σεπτῇ σου Εἰκόνι Γαβριὴλ ὁ ᾽Αρχάγγελος, καταπτὰς ἐν σχήματι ξένῳ, τὴν ᾠδήν σοι ἀνέμελινεν· ῎Αξιόν ἐστιν ὡς ἀληθῶς, τὴν μόνην μακαρίζειν σε ῾Αγνήν, ὡς Μητέρα τοῦ τῶν ὅλων Δημιουργοῦ, καὶ σώζουσαν τοὺς κράζοντας· Δόξα τοῖς θαυμασίοις σου ῾Αγνή, δόξα τοῖς μεγαλείοις σου, δόξα τῇ πρὸς ἡμᾶς σου προνοίᾳ ῎Αχραντε.
Κοντάκιον. ῏Ηχος δ'. ᾽Επεφάνης σήμερον.
῾Εορτάζει σήμερον, ἅπας ὁ ῎Αθως, ὅτι ὕμνους δέδεκται, ὑπὸ ᾽Αγγέλου θαυμαστῶς, σοῦ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσα κτίσις γεραίρει δοξάζουσα.
Καὶ ἐκ τοῦ ῾Ιεροῦ Βήματος, ἕτερον. ῏Ηχος πλ. δ'. Τῇ ῾Υπερμάχῳ.
῾Ως ἐπιστὰς ἐξ οὐρανοῦ ἐν ξένῳ σχήματι
῾Ο Γαβριὴλ τὸν Μοναστὴν ἐμυσταγώγησε
Μακαρίζειν καὶ ὑμνεῖν σε ἀξίως Κόρη.
᾽Αλλ' ἡμεῖς τούτου τὴν μνείαν ἑορτάζοντες
Τὴν πολλήν σου πρὸς ἡμᾶς ὑμνοῦμεν πρόνοιαν
Καὶ βοῶμέν σοι· Χαῖρε ῎Αθω ἡ ἔφορος.
᾽Απόστολον, Εὐαγγέλιον καὶ Κοινωνικόν, λέγομεν ἐκ τῆς ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου.
Μεγαλυνάρια.
Πάλαι μὲν τὸν ὕμνον ὁ Γαβριήλ, ᾖσεν ὡς Μονάζων, τῇ Εἰκόνι σου τῇ σεπτῇ, ἡμεῖς δὲ ἀπαύστως, τὸ χαῖρέ σοι βοῶμεν, σωζόμενοι Παρθένε τῇ προστασίᾳ σου.
Χαίροις ἡ προστάτις ἡμῶν ῾Αγνή, καὶ τῶν ἐν τῷ ῎Αθῳ ἐνοικούντων ἡ βοηθός, ἡ ὑπὸ ᾽Αγγέλου τὸν ὕμνον δεξαμένη, ὡς ὄντως ἐστὶν ἄξιον μακαρίζειν σε.
0 коммент.: