вторник, 13 марта 2012 г.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΦΑΝΕΡΩΜΕΝΗΣ


 ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ
ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΦΑΝΕΡΩΜΕΝΗΣ
ΤΗΣ ΕΝ ΤΗ ΝΗΣΩ ΛΕΥΚΑΔΙ ΕΥΡΙΣΚΟΜΕΝΗΣ

Ψαλλομένη τῇ Δευτέρᾳ τοῦ Ἁγίου Πνεύματος
Ὑπὸ ἀγνώστου ὑμνογράφου
Ἐποιήθη ἐν Ἁγίῳ Ὄρει ἐν ἔτει 1816


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ ΤΗΣ ΓΟΝΥΚΛΙΣΙΑΣ
Τῇ Κυριακῇ τῆς Πεντηκοπῆς μετὰ τὴν Θείαν Λειτουργίαν, ψάλλεται ὁ ῾Εσπερινὸς τῆς Γονυκλισίας.
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν στιχηρὰ ᾽Ιδιόμελα τῆς ῾Εορτῆς γ'.

῏Ηχος δ',
Παράδοξα σήμερον.
Τὸ Πνεῦμα τὸ ἅγιον.
Τὸ Πνεῦμα τὸ ἅγιον.
Εἶτα τῆς Θεοτόκου γ'.
῏Ηχος δ'. ῾Ως γενναῖον ἐν   Μάρτυσιν.
Αὑτοδέσποτον ἔλευσιν, τοῦ ἁγίου νῦν Πνεύματος, οἱ πιστοὶ καὶ σύναξιν θεοπρόβλητον, τῆς Θεοτόκου φιλέορτοι, ἐν τῇδε δοξάξομεν, ἣν παρέθετο ἡμῖν, τὴν αὐτῆς θείαν Μόρφωσιν, ἡ πανάμωμος, ἣν ἐκ πόθου τιμῶντες ἀπαντλοῦμεν, ἐκ πηγῆς ὡς ἀειζώου, τὰς ἐξ αὐτῆς θείας χάριτας.

Μεγαλεῖα ὁ Κύριος, διὰ σοῦ ἐποιήσατο, πρὸς ἡμᾶς Πανύμνητε τῶν δυνάμεων· οὐ γὰρ τὴν πρόνοιαν ἔθετο, ἡμῶν οὐ τὴν σύστασιν, ἐν ἁγίῳ τε τινι, οὐκ Ἀγγέλῳ ἀλλ᾽ ἔδωκε, σὲ τὴν Δέσποιναν, τῶν Ἀγγέλων ἁπάντων καὶ ἁγίων, τοῦ τηρεῖν ἡμᾶς καὶ σκέπειν, καὶ ὁδηγεῖν πρὸς τὰ κρείττονα.
Δεῦτε παῖδες ᾽Ορθόδοξοι, τῆς ῾Ελλάδος κροτήσατε, ἑορτὴν χαρμόσυνον, τῆς Θεόπαιδος· καὶ γὰρ ἡμᾶς κατηξίωσεν, Υἱὸς ὁ πρωτότοκος, τῆς αὐτῆς  Μητρὸς Θεοῦ, πρωτοτόκους τῆς χάριτος, υἱοὺς ἅπαπας, εἰς τὴν κρείττονα, δόξαν ὑπὲρ πάντας, τοὺς ἐσχάτως προσελθόντας, εἰς σωτηρίας ἐπίγνωσιν.
Δόξα. Τῆς ῾Εορτῆς.
῏Ηχος πλ. β'.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Αληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς, ἀπὸ πάσης κηλίδος, καὶ σῶσον Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Θεοτόκου.
῏Ηχος ὁ αὐτός.
Παράδοξα Δέσποινα, εἰδεν ἐν τόκῳ σου, πόλις ἡ Βηθλεέμ, ὡς ἐπὶ τῇ Εἰκόνι σου, πόλις Βυζάντιος ἡ σή· ἐν ἐκείνῃ εἰδον οἱ ποιμένες καὶ ἐθαύμασαν, καὶ ἐν ταύτῃ οἱ λαοί, πεσόντες προσεκύνησαν· ἐκεῖ ἄνευ σπορᾶς, ἡ λοχεία τοῦ τόκου σου, καὶ ὧδε ἄνευ χειρός, ἡ ἐντύπωσις τῆς θέας σου· τότε διὰ Πνεύματος ἁγίου ἡ σύλληψις, καὶ ἤδη διὰ τοῦ αὐτοῦ Υἱοῦ σου, ἡ ἐκτύπωσις ἐγένετο.  Μέγα σου τὸ ἔλεος· μέγα τὸ θαυμάσιον, καὶ ἡ εὐσπλαγχνία σου, μεγίστη Δέσποινα.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον·
῏Ηχος βαρύς.
Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.
Στίχ. α'. ᾽Εγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.
Τίς Θεὸς μέγας...
Στίχ. β΄. Καὶ εἶπα· νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ῾Υψίστου.
Τίς Θεὸς μέγας...
Στίχ. γ΄. ᾽Εμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου.
Τίς Θεὸς μέγας...

Εἶτα, αἱ εὐχαὶ τῆς γονυκλισίας, ὡς ἐν τῷ Πεντηκοσταρίῳ.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΗ,

Στιχηρὰ ᾽Ιδιόμελα τῆς ῾Εορτῆς·
῏Ηχος γ΄
Νῦν εἰς σημεῖον τοῖς πᾶσιν, ἐμφανῶς αἱ γλῶσσαι γεγόνασι. ᾽Ιουδαῖοι γάρ, ἐξ ὧν κατὰ σάρκα Χριστός, ἀπιστίᾳ νοσήσαντες, θεϊκῆς ἐξέπεσον χάριτος, καὶ τοῦ θείου φωτός, οἱ ἐξ ἐθνῶν ἠξιώθημεν, στηριχθέντες τοῖς λόγοις τῶν   Μαθητῶν, φθεγγομένων τὴν δόξαν τοῦ εὐεργέτου τῶν ὅλων Θεοῦ· μεθ' ὧν τὰς καρδίας σὺν τοῖς γόνασι κλίναντες, ἐν πίστει προσκυνήσωμεν, τῷ ἁγίῳ Πνεύματι στηριχθέντες, Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ Θεὸς καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Νῦν τὸ Παράκλητον Πνεῦμα, ἐπὶ πᾶσαν σάρκα ἐκκέχυται· Ἀποστόλων γὰρ χορείας ἀρξάμενον, ἐξ αὐτῶν κατὰ μέθεξιν, τοῖς πιστοῖς τὴν χάριν ἐφήπλωσε, καὶ πιστοῦται αὐτοῦ τὴν κραταιὰν ἐπιφοίτησιν, ἐν πυρίνῳ τῷ εἴδει τοῖς Μαθηταῖς, διανέμον τὰς γλώσσας, εἰς ὑμνῳδίαν καὶ δόξαν Θεοῦ· διὸ τὰς καρδίας νοερῶς ἐλλαμπόμενοι, ἐν πίστει στηριχθέντες, τῷ ἁγίῳ Πνεύματι, δυσωποῦμεν σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλεις ἀπ' ἐμοῦ.
Νῦν περιβάλλονται κράτος, οἱ Χριστοῦ ἀφ' ύψους Απόστολοι· ἐγκαινίξει γὰρ αὐτοὺς ὁ Παράκλητος, ἐν αὐτοῖς καινιξόμενος, μυστικῇ καινότητι γνώσεως· ἣν ταῖς ξέναις φωναῖς, καὶ ὑψηγόροις κηρύττοντες, τὴν αίδιον φύσιν τε καὶ ἁπλήν, τρισυπόστατον σέβειν, τοῦ εὐεργέτου τῶν ὅλων Θεοῦ, ἡμᾶς ἐκδιδάσκουσι· διὸ φωτισθέντες τοῖς ἐκείνων διδάγμασι, Πατέρα προσκυνήσωμεν, σὺν Υἱῷ καὶ Πνεύματι, δυσωποῦντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Τῆς ῾Εορτῆς. ῏Ηχος πλ. δ'.
Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι. Πατὴρ γὰρ ἀχρόνως, ἐγέννησεν Υἱόν, συναίδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον· μία δύναμις, μία οὐσία, μία θεότης, ἣν προσκυνοῦντες, πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ, συνεργείᾳ τοῦ ἁγίου Πνεύματος. Ἅγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεδήμησεν ἐν κόσμῳ. Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.
Καὶ νῦν. Τῆς Θεοτόκου.
῏Ηχος ὁ αὐτός.
Τὸ Πνεῦμα τὸ ἅγιον, σὺν τῷ Πατρὶ Παρθένε καὶ Υἱῷ ἡ ἁγία καὶ προσκυνητὴ Τριάς, ἐν σοὶ ὅλη κατεσκήνωσεν· ἐν σοὶ ὁ Λόγος σεσάρκωται· διὰ σοῦ σωτηρία τῷ κόσμῳ γέγονε· διὰ σοῦ εἰρήνη· καὶ διὰ σοῦ τοῦ κόσμου ἡ ἀνάπλασις. Μήτηρ Θεοῦ ἐχρημάτισας, καὶ ναὸς ἔμψυχος τῆς ὅλης θεότητος πέφυκας. Διὸ καὶ ἡ σοφία τοῦ Θεοῦ, ἧς ὁ ἐν Βυζαντίῳ τιμώμενος Ναός, τὴν Εἰκόνα σου ἐμόρφωσεν ἐκεῖ, Ἀειπάρθενε ἐν θαύμασιν· ἡ δ' ἐν Λευκάδι σου  ονή, ταύτην δεξαμένη ὡς εἰκός, ἄλλη Ζωοδόχος πηγή, ἀναδέδεικται καὶ δείκνυται· δι' ἧς ἐλέησον ἡμᾶς, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

ΑΠΟΛΥΤΙΚΙΑ
Τῆς ῾Εορτῆς. ῏Ηχος πλ, δ'.
Εὑλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν, τὴν οἰκουμένην σαγηνεύσας· Φιλάνθρωπε δόξα σοι. (Δίς)
Τῆς Θεοτόκου.
῏Ηχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τὸν τύπον τῆς μορφῆς σου Θεοτόκε Πανάχραντε, τὸν ἀχειροποίητον πάντες, προσκυνοῦντες τιμῶμέν σε· δι' οὗ ἡμεῖς λοιμοῦ τε καὶ σεισμοῦ, βαρβάρων καὶ ἐχθρῶν ἐπιδρομῆς, καὶ κινδύνων ἐκ παντοίων καὶ πειρασμῶν, λυτρούμενοί σοι βῶμεν· Δόξα τῇ παναγάθῳ σου βουλῇ· δόξα τῇ εὐσπλαγχνίᾳ σου· δόξα τῇ εἰς ἡμᾶς Ἁγνὴ θείᾳ προνοίᾳ σου.

ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Τῇ Κυριακῇ τῆς ἁγίας Πεντηκοστῆς ἑσπέρας, δύοντος τοῦ ἡλίου, ψάλλομεν τὸν Μέγαν ῾Εσπερινόν.
Μετὰ τὸν Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους η' καὶ ψάλλομεν Στιχηρὰ ᾽Ιδιόμελα τῆς ῾Εορτῆς γ', δευτεροῦντες τὸ πρῶτον·
῏Ηχος α'.
Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν· καὶ τὸ μυστήριον ὅσον, ὡς μέγα τε καὶ σεβάσμιον. Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός, Κύριε δόξα σοι. (Δίς)
Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστέ, τοὺς σοὺς αθητάς, ἵνα δι᾽ αὐτῶν σὲ κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον· βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς ᾽Εκκλησίας. ῾Ομοούσιε καὶ ὁμόθρονε τῷ Πατρὶ καὶ τῷ Υἱῷ Παράκλητε δόξα σοι.
Καὶ τῆς Θεοτόκου, δ '.
῏Ηχος α'. Ὤ τοῦ παραδόξου θαύματος.
Σήμερον φαιδρῶς ἀγάλλονται, Θεοτόκε λίαν, οἱ πιστοὶ φιλέορτοι, μνησθέντες περιχαρῶς, τῶν θαυμασίων σου· καὶ χαίρουσιν ἐπὶ γῆς, ὡς οἱ ἐν πόλῳ τῇ θείᾳ Εἰκόνι σου· ἀσπάζονται εὐλαβῶς, καὶ λιτανεύοντες ταῦτά σοι φθέγγονται· Θεοτόκε μὴ παρίδῃς, τοὺς ἐν ταύτῃ δούλους σου, Λευκαδίᾳ τῇ Νήσῳ τοὺς τιμῶντάς σου τήν σύναξιν.
Σήμερον ἡμῖν ἐπέφανεν, ἑορτῆς ἡμέρα, σῆς Ἁγνὴ συνάξεως, ἐν ταύτῃ σου τῇ Μονῇ, ἐν ᾗ προώρισας, οἰκεῖν μεγαλοπρεπῶς, διὰ τοῦ σοῦ χαρακτῆρος Πανύμνητε· διὸ καὶ τοῦ σοῦ Υἱοῦ, οἱ θεῖοι μύσται αὐτὴν ἐδομήσαντο, οἱ μετὰ τοῦ Κορυφαίου, δύο Χριστοκήρυκες, προκηρύξαντες ταύτην, σοῦ ἐν τῇδε θείαν ἔλευσιν.
Βαβαὶ τῶν σῶν μεγαλείων Ἁγνή! Θεοτόκε μόνη, σὺ ἐγνώσθης ἄχραντε, καὶ  Μήτηρ τοῦ Ποιητοῦ· ὢ ξένον ἄκουσμα! εὐφραίνονται οἱ πιστοί, καὶ σοὶ ἐξαίρετον ὕμνον προσφέρουσι· δοξάξει σε ὁ χορός, τῶν νοερῶν Ἀσωμάτων Δυνάμεων· καὶ ὁ ἐν τῇ νήσῳ σύμπας, Λευκαδίων σύλλογος, νῦν συγχαίρει τῇ θέᾳ τοῦ ἀμώμου χαρακτῆρος σου.
Τὴν σὴν δοξάζουσι σύναξιν, ἐν Λευκάδι νήσῳ, ᾽Ηπειρῶται ἅπαντες, οἱ Ἴονες καὶ λοιποί, Ἁγνὴ φιλέορτοι· συγχαίρει πᾶς ὁ λαός, διπλῆν πανήγυριν ἄγων ἐν Πνεύματι, τὴν πλήρωσιν τῆς αὐτῆς, ἐπαγγελίας Θεοῦ ἣν προώρισεν, ἅμα τε τῇ σῇ ἐλεύσει, διὰ τοῦ ἁγίου σου, θαυμαστοῦ χαρακτῆρος, Θεοτόκε ἀειπάρθενε.
Δόξα. ῏Ηχος πλ. δ'.
Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι. Πατὴρ γὰρ ἀχρόνως, ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαξόμενον· μία δύναμις, μία οὐσία, μία θεότης, ἣν προσκυνοῦντες, πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ, συνεργείᾳ τοῦ ἁγίου Πνεύματος. ῾Αγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεδήμησεν ἐν κόσμῳ. ῟Αγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον. Τριὰς ἁγία, δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον. ῏Ηχος ὁ αὐτός.
Δεῦτε λαοί, τὴν τῆς Θεοτόκου παναγίαν σύναξιν, τὴν ἐν τοῖς Λευκαδίοις ἡμῖν ἑορτάσωμεν. Ὁ γὰρ πανάγιος αὐτῆς Ναός, ἄλλη τις πηγὴ τῶν ἰαμάτων, τοῖς μετὰ πίστεως αὐτῷ προστρέχουσι δείκνυται· νόσοι θεραπεύονται, δαίμονες ἐλαύνονται, συμφοραὶ σκεδάννυνται καὶ θλίψεις, καὶ αἱ αἰτήσεις ἐκπληροῦνται τῶν δεομένων. Ὡς γὰρ ἡ δόξα τῆς Παρθένου ἐξαίρετος, οὕτω καὶ τὰ ἑαυτῆς θαυμάσια, ἐξαίρετα ὑπάρχει καὶ ὑπερκόσμια· οὕτω τοὺς μὲν εὐθύφρονας βραβεύει, τοὺς δὲ ἀγνώμονας ἀμύνεται. Διὸ Αὐτῇ προσείπωμεν λέγοντες· Πᾶσα ἡ ἐλπὶς ἡμῶν Ἁγνή, ἐπὶ σοὶ πέποιθεν· Ἀειπάρθενε, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον·
Τίς Θεὸς μέγας.
Ὡς καὶ ἐν τῷ ῾Εσπερινῷ τῆς Γονυκλισίας.

ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
Γενέσεως τὸ Ἀνάγνωσμα.
(κεφ. 28, 10-17)
ξῆλθεν ᾽Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῇ· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ έἰπεν· ᾽Εγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς ᾽Ισαάκ· μὴ φοβοῦ. ῾Η γῆ, ἐφ' ἧς καθεύδεις ἐπ᾽ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν, καὶ Λίβα, καὶ βοῤῥᾶν καὶ ἐπὶ ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῆς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σὲ ἐγκαταλείπω, ἕως τοῦ ποιήσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη ᾽Ιακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ έἰπεν· ῞Οτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ έἰπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας ᾽Ιεζεκιὴλ τὸ Ἀνάγνωσμα.
(κεφ. Λ3, 27-4Λ, ΣΙ)
σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ σιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν· καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἰπε Κύριος πρός με· ἡ Πύλη αὕτη κεκλεισμένη ἔσται· οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς ᾽Ισραὴλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη· διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ' αὐτὴν τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ έἰδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ανάγνωσμα.
(κεφ. 9, 1-1 1).
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά· ἔσφαξε τὰ ἑαυτῆς θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· ῝Ος ἐστιν ἄφρων ἐκκλινάτω πρός με· καὶ τοῖς ἐνδεέσι φρενῶν έἰπεν· ῎Ελθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. ῾Ο παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν· ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ· μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε· δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου, καὶ βουλὴ Ἁγίων, σύνεσις· τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

᾽Ιδιόμελα·
῏Ηχος α'
Δεῦτε ἐκκαθάρωμεν ἑαυτοὺς ἀδελφοί, τῇ τηρήσει τῶν θείων ἐντολῶν, καὶ κατίδωμεν τοῖς νοεροῖς ὀφθαλμοῖς, τῶν τοῦ Θεοῦ μυστηρίων τὸ ἀπόῤῥητον, τελεσθὲν σήμερον ἐν ῾Ιερουσαλήμ· καὶ τὴν τῆς Θεοτόκου πρόνοιαν, ἣν περὶ τῶν Λευκαδίων ἡμῶν, ἡ αὐτὴ προέβλεπεν Ἁγνή. Οἱ γὰρ Ἀπόστολοι Χριστοῦ πεφωτισθέντες, καὶ πρὸς τὸ κήρυγμα συμπορευθέντες, Ναὸν ἅγιον τῇ Θεοτόκῳ ἐδομήσαντο, οἱ μετὰ τοῦ Κορυφαίου δύο Θεοκήρυκες. ᾽Εν αὐτῷ δὲ τῷ Ναῷ ἡ αὐτὴ Θεόπαις ᾑρετίσατο οἰκῆσαι, διὰ τῆς αὐτοσχεδίου κρείττονος αὐτῆς Εἰκόνος, ἣν ἀσπαζόμενοι, ἐν ὕμνοις μεγαλύνομεν.
῏Ηχος β'
Σήμερον ἡ πάναγνος Παρθένος, ὧδε κατοικῆσαι ᾑρετίσατο· ὁ γὰρ θεῖος ταύτης χαρακτήρ, αὐτοσχέδιον λαβὼν περιωπήν, μυστηρίου γέγονε μνήμης, καὶ θαυμάτων παντοίων εἰς ἔνδειξιν· οὐχ ἥττων γὰρ τῆς ἐν Κυκλᾶσιν Εὐαγγελισμοῦ Εἰκόνος, ἡ παροῦσα πέφυκεν ἡμῖν· καὶ οὐχ ἥττων τῆς τοῦ Βυζαντίου καὶ Σπηλαίου καὶ ἐν ἄλλοις, ἡ παροῦσα ἡμῖν δέδεικται. ῾Η γὰρ ἁγία Θεοτόκος, ἡ διὰ τῆς θείας ταύτης χάριτος ἐνοικοῦσα ἐν αὐταῖς, μείζονα ἐν ταύτῃ μεγαλεῖα εἰργάσατο. Αὐτῆς ταῖς ἱκεσίαις, Χριστέ, ἐλέησον ἡμᾶς.
῏Ηχος γ'
Πῶς μὴ θαυμάσωμεν, τὴν περὶ ἡμᾶς σου πρόνοιαν Πανάχραντε; Ὁ γὰρ αὐτοσχεδίαστός σου χαρακτήρ, ἐν τῇ Κωνσταντινουπόλει γεγονώς, πολλοὺς τοὺς ἐπαίνους ἐκτήσατο· καὶ διὰ τοῦ πλοὸς ἐκ ταύτης διερχόμενος, ἠπείρους καὶ θαλάσσας ἡγίασε, θαυμάσια ἐπιτελῶν, ὑπὲρ ψάμμον τὴν παράλιον καὶ ὑπὲρ τὸ τῶν ἀστέρων πλῆθος· ἡμεῖς δὲ οἱ εὐλαβῶς τοῦτον ἀσπαζόμενοι, καὶ δι' αὐτοῦ σωζόμενοι, Θεοτόκε σοὶ βοῶμεν· Δόξα τῇ περὶ ἡμᾶς σου προνοίᾳ Θεοτόκε ἀειπάρθενε, δόξα σοι.
Δόξα. Καὶ νῦν.
῏Ηχος δ'.
Πηγὴν ἰαμάτων ἔχοντες, τὸν Ναόν σου Θεοτόκε, χάριν εὕρωμεν· ἡ γὰρ ἐν αὐτῷ ἁγίᾳ σου Εἰκών, καὶ ἡ χάρις ἣν παρέχεις ἐν αὐτῇ, πᾶσαν νόσον θεραπεύει, καὶ δαιμόνων ἀπελαύνει τὴν ἀχλύν. Οἱ οὖν ἐν αὐτῇ σου τρόφιμοι πιστοί, ἐκ λιμοῦ τε καὶ λοιμοῦ διασωζόμενοι, ἔκ τε σεισμοῦ καὶ ἀνομβρίας, καὶ ἐξ ἄλλης βλάβης καὶ κινδύνου, μετὰ αἰδοῦς καὶ εὐλαβείας, σοῦ τὴν σύναξιν πανηγυρίξουσι, καὶ παννύχιον τὸν ὕμνόν σοι προσφέροντες, Θεοτόκε κράζουσιν· ῾Η διὰ τῆς ἁγίας σου Εἰκόνος ἐπισκεψαμένη ἡμᾶς, καὶ τῆς τοῦ Υἱοῦ σου Βασιλείας κατατρυφῆσαι ἀξίωσον, τῇ ἀπείρῳ εὐσπλαγχνίᾳ σου.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ,

Στιχηρὰ προσόμοια·
῏Ηχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίρει σου ὁ λαὸς καὶ σκιρτᾷ Δέσποινα ἔχων, σὸν Ναὸν τὸν πανάγιον, καὶ σοῦ τὴν σεπτὴν Εἰκόνα, ἔνδον ἑστῶσαν ἀεί· πάλιν ἐρῶ χαίρει, καὶ ἐξίσταται. Τοῦ γὰρ θείου οἴκου σου, οἱ Ἀπόστολοι πέλουσι, κτίτορες πρῶτοι, οἱ τοῦ Παύλου ἀκόλουθοι· ἡ δὲ Χάρις σου, τὴν εἰκόνα σου ᾽Αχραντε, Κόρη αὐτοσχεδίασε, καὶ χάριτος ἔπλησεν, ἐν τῇ ἐξόχῳ σου Πόλει, ἣν κατεκόσμησε χρώμασι, τοῦ θαύματος ὅλως, ἐξιστάμενος ὁ θύτης, ζωγράφος Κάλλιστος.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
λυσεν ἀνομβρίας αὐχμόν, τῆς νήσου Λήμνου, ἡ Εἰκὼν ἐρχομένη σου, ἐνταῦθα ποντοποροῦσα, Θεοκυῆτορ Ἁγνή· ὅθεν ἡγιάσθη, γῆ καὶ θάλασσα· διὸ καὶ ἡ πόλις σου, τὴν αὐτὴν ἀπολαύσασα, Ἁγία Μαύρα, πλήρης χάριτος γέγονε, προϋπάρχουσα, κατηφείας τε ἔμπλεως· νόσους καὶ γὰρ ἰάσατο, αὐχμόν τε διέλυσε, καὶ κατεπαύσατο κλόνους, τῆς γῆς καὶ δαίμονας ὤθησεν, ἐκ γένους βροτείου, καὶ ἰάσατο τοὺς πάντας, καὶ πάντας ἔσωσεν.
Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ῞Υψιστος.
φοδον τῶν ἀκρίδων ποτέ, πρὸς Λευκαδίαν, ἐρχομένων Θεόνυμφε, ἀπέπνιξας ἐν θαλάσσῃ, παρακαλοῦντος τοῦ λαοῦ, καὶ γυνῆς τὸ σφάλμα ἀπεσόβησας, τοὺς δὲ συνικάνωσας, ἐκμαθεῖν τὸ ἀτόπημα, διὰ τοῦ ἔργου, καὶ ἑτέροις ἐπέδωκας, τὰ αἰτήματα, ἐκ κινδύνων τε σώσασα· ὅθεν καὶ σοῦ εὐγνώμονες, Παρθένε ἐδείχθησαν, καὶ μονασταὶ διὰ τοῦτο, περιωπῇ τῇ τοῦ κλήρου σου, συνάμα φοιτῶσι, προσδοκῶντες τοῦ Υἱοῦ σου, τὸ μέγα ἔλεος.
Δόξα. Τῆς ῾Εορτῆς.
῏Ηχος πλ. δ'.
Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς πυργοποιΐας· γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς Θεογνωσίας. ᾽Εκεῖ κατεδίκασε Θεός, τοὺς ἀσεβεῖς τῷ πταίσματι· ἐνταῦθα ἐφώτισε Χριστός, τοὺς ἁλιεῖς τῷ Πνεύματι· τότε κατειργάσθη ἡ ἀφωνία πρὸς τιμωρίαν· ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Θεοτόκου.
῏Ηχος ὁ αὐτός.
Γλώσσας πιστῶν κατεσόφισας, μελετώσας τὴν θεοσοφίαν, καὶ προσφερούσας σοι Ἁγνὴ τὸν ὕμνον· καὶ γλώσσας σοφῶν κατεμώρανας, μελετώσας ματαιολογίας, καὶ προσφερούσας σοι ἀεὶ τὰ φαῦλα.῾Ως οὖν βραβεύεις τοὺς εὐθεῖς καὶ λείους, οὕτω καὶ προσκρούεις, τοὺς τὰ ἀντίθετά σοι πράττουσι. Σῶζε διὸ τοὺς δούλους σου, τούς τε κληρικούς καὶ τοὺς δημότας, τούς εὐσεβῶς τιμῶντάς σου Παρθένε, τὴν ἐνταῦθά σου ἁγίαν σύναξιν, καὶ τὸν χαρακτῆρά σου ἀσπαζομένους, τὸν ἀχειροποίητον καὶ ἅγιον· καὶ ῥῦσαι τοὺς ἐλπίζοντας εἰς σέ, ἐκ παντοίων κινδύνων καὶ θλίψεων.

ΑΠΟΛΥΤΙΚΙΑ

Τῆς ῾Εορτῆς. ῏Ηχος πλ. δ'.
Εὑλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν, τὴν οἰκουμένην σαγηνεύσας· φιλάνθρωπε, δόξα σοι.
Δόξα. Τῆς Θεοτόκου, ὁμόηχον.
ν τῇ  Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες, καὶ προσκυνοῦντες τὴν θαυμαστήν σου Εἰκόνα, μετ' εὐλαβείας ἀντλοῦμεν τὰς χάριτας· καὶ δι' αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καὶ νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα.
Καὶ νῦν.
῏Ηχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τὸν τύπον τῆς μορφῆς σου Θεοτόκε Πανάχραντε, τὸν ἀχειροποίητον πάντες, προσκυνοῦντες τιμῶμέν σε· δι' οὗ ἡμεῖς λοιμοῦ τε καὶ σεισμοῦ, βαρβάρων καὶ ἐχθρῶν ἐπιδρομῆς, καὶ κινδύνων ἐκ παντοίων καὶ πειρασμῶν, λυτρούμενοί σοι βοῶμεν· Δόξα τῇ παναγάθῳ σου βουλῇ· δόξα τῇ εὐσπλαγχνίᾳ σου· δόξα τῇ εἰς ἡμᾶς Ἁγνὴ θείᾳ προνοίᾳ σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τό· Θεὸς Κύριος, ἀπολυτίκια ὡς ἐν τῷ  Μεγάλῳ ῾Εσπερινῷ.

Μετὰ τὴν α' στιχολογίαν, κάθισμα·
῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον ἐφώτισε.
Δόξα. Καὶ νῦν.
Τῆς Θεοτόκου, ὅμοιον.
Τὴν μεθέορτον πιστοί, τῆς Θεοτόκου καὶ Ἁγνῆς, ἑορτάσωμεν φαιδρῶς, σύναξιν νῦν ἐν τοῖς ἐμοῖς, ὅπως καὶ μνήμην τελέσωμεν τῶν θαυμάτων, ὧνπερ ἡ αὐτή, ἡμῖν εἰργάσατο, ῥύουσα ἡμᾶς, παντοίων θλίψεων· καὶ ἐκ βαθέων κράξωμεν καρδίας, τῇ Θεοτόκῳ καὶ εἴπωμεν· Παρθένε δεῖξον, ἡμῖν καὶ ἤδη, τὰ ἀρχαῖα ἐλέη σου.

Μετὰ τὴν β' στιχολογίαν, κάθισμα·
῞Ομοιον.
τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα· καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ· δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τὸν κόσμον ἐφώτισε.
Δόξα. Καὶ νῦν.
Τῆς Θεοτόκου, ὅμοιον.
τῆς χάριτος πηγή, τῶν θαυμασίων σου Ἁγνή, ἐπεφάνη εἰς ἡμᾶς, διὰ τῆς θείας σου μορφῆς, πιστοποιοῦσα τὰ θεῖά σου μεγαλεῖα· ὅθεν καὶ τὸν σόν, ὡς σωστικήν κιβωτόν, ἔχοντες Ναόν, Θεοχαρίτωτε· καὶ ἐν αὐτῷ ὡς ἐν ὅρμῳ ἅπαντες, διασωζόμεθα χάριτι, τοῦ ἐκ σοῦ τεχθέντος, καὶ σοῦ τῆς μόνης, Αὐτοῦ Μητρὸς καὶ Θεόπαιδος.

Μετὰ τὸν Πολυέλεον, κάθισμα·
῏Ηχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς.
Μετὰ τὴν ἔγερσιν Χριστὲ τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψους οὐρανοῦ θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας, Οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθητᾶίς· ὅθεν ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.
Δόξα. Καὶ νῦν.
Τῆς Θεοτόκου, ὅμοιον.
Μετὰ τὴν ῎Εγερσιν τοῦ σοῦ Υἱοῦ Παρθένε, καὶ τὴν τοῦ Πνεύματος ἀφ' ὕψους θείαν κάθοδον, οἱ θεόπται Ἀπόστολοι ἐκήρυττον τὸν Λόγον· τότε καὶ ῾Ηρῳδίων ὡς ἐν σπουδῇ, κατέστη πρῶτος δομήτωρ τοῦ σοῦ Ναοῦ, ἐν Λευκάδι οὗ ὕστερον, σοὶ ᾑρετίσω κατοικεῖν, διὰ τοῦ θαυμασίου σου, χαρακτῆρος Θεόνυμφε.

Οἱ ἀναβαθμοί·
Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου·
Προκείμενον·
῏Ηχος δ'
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὗς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Πᾶσα πνοή.
Εὐαγγέλιον, τῆς Θεοτόκου.
᾽Εκ τοῦ κατὰ Λουκᾶν.

᾽Εν ταῖς ἡμέραις ἐκείναις· Αναστᾶσα Μαριάμ.,.
(Ζήτει αὐτὸ εἰς τὸν ῎Ορθρον τῆς η' Σεπτεμβρίου).
Ὁ Ν' Ψαλμός.
Δόξα.
Ταῖς τῆς Θεοτόκου.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου.
Στίχ. ᾽Ελέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου,
῏Ηχος πλ. β'.
Αὕτη ἡ πύλη Κυρίου, δι' ἧς εἰς τὴν τοῦ Θεοῦ ἡτοιμασμένην Βασιλείαν, συνεισελθεῖν ἐλπίζομεν· αὕτη ἐστὶν ἡ Παντάνασσα, ἡ τοῦ Θεοῦ ὑπάρχουσα Μήτηρ, καὶ ὁδηγία τῶν πιστῶν ἡμῶν· αὕτη ᾑρετίσατο ἐλθεῖν πρὸς ἡμᾶς, διὰ τοῦ αὐτῆς ἁγίου χαρακτῆρος· διὰ γὰρ ταύτης ἐπεσκέψατο ἡμᾶς ὁ Κύριος, ὁ δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

ΟΙ ΚΑΝΟΝΕΣ

Οἱ δύο Κανόνες τῆς ῾Εορτῆς μετὰ τῶν εἱρμῶν ἀνὰ δ' εἰς η' καὶ τῆς Θεοτόκου εἰς στ'.

Κανὼν τῆς ῾Εορτῆς.

Κανὼν πρῶτος τῆς ῾Εορτῆς, ποίημα Κοσμᾶ μοναχοῦ, οὗ ἡ ἀκροστιχίς·
«Πεντηκοστὴν ἑορτάζομεν».

ᾨδὴ α'. ῏Ηχος βαρύς. Ὁ Εἱρμός,
Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι· ᾄσωμεν αὐτῷ ὅτι δεδόξασται. (Δίς)
ργῳ ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.
Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη· τοῦ θείου Πνεύματος σήμερον, πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

῞Ετερος Κανὼν ᾽Ιαμβικός, ποίημα κυρίου Ἰωάννου τοῦ Ἀρκλᾶ, οὗ ἡ ἀκροστιχὶς διὰ στίχων ῾Ηρωελεγείων·
Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον,
ἐκ Γενέτου κόλπων ἦκας ἐπιχθονίοις,
οἷα πυρὸς γλώσσῃσι φέρον Θεότητος ἀΰλου.
σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις.

῏Ηχος δ'. Ὁ Εἱρμός.
Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ,
᾽Εῤῥητόρευσε τὸν θεόγραφον νόμον·
᾽Ιλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
῾Ορᾶ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν. (Δίς)
φη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα·
Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.
᾽Εγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον
Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,
Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον.
ρος βεβηκώς, ἀτρεκέστατος Λόγος,
 Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν·
 ῎Εργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,
 Πνοῇ βιαίᾳ καὶ πυρὸς γλωττήμασι,
 Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

Ὁ Κανὼν τῆς Θεοτόκου·
῏Ηχος δ'. Ἀνοίξω τὸ στόμα μου.
μνῆσαι βουλόμενος, τὰ μεγαλεῖά σου ἄχραντε, τοῦ λόγου μοι δώρησαι τὴν καλλιέπειαν, Μήτηρ πέλουσα, τοῦ Λόγου καὶ Θεοῦ σου, καὶ λύσιν πρυτάνευσον, τῶν ἐπταισμένων μοι.
γία Θεόνυμφε, ἡ τῶν ἁγίων τὸν ἅγιον, ἀῤῥήτως κυήσασα, ἡμᾶς ἁγίασον, τοὺς προστρέχοντας, Μονῇ σου τῇ ἁγίᾳ, τοὺς ἀσπαζομένους τε, τὸ σὸν ἐκτύπωμα.
κ θείας προνοίας σου, οἱ τοῦ Υἱοῦ σου Ἀπόστολοι, προκτίτορες ὤφθησαν τοῦδε τοῦ οἴκου σου· ὃς μετέπειτα, βουλῇ σου Θεοτόκε, ψυχῶν φροντιστήριον, οὗτός σοι γέγονε,

Τῇ δούλῃ σου Δέσποινα, Ἁγίᾳ Μαύρᾳ ὠνόμασται, ἡ πόλις ᾗ ὥρισας, οἰκῆσαι ἄνωθεν, διὰ τῆς θείας σου, Πανάχραντε Εἰκόνος, ἐφ' ἧς ἐφανέρωσας, τὸ σὸν ἐκτύπωμα.
Δόξα. Τριαδικόν.
Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα τὸ ἅγιον, γλωσσῶν εἴδει σήμερον, τοῖς Ἀποστόλοις Χριστοῦ, ἐνδημῆσαν μέν, χρυσοπυρσεύτῳ θέᾳ φωτῖσαν δὲ ἅπαντας, δι' οὓς προώριστο.
Καὶ νῦν. Θεοτοκίον.
Μορφῆς τὸ ἐκτύπωμα, τῆς σῆς Παρθένε τὸ ἅγιον, Μονή σου ὡς ἔχουσα, τὸ ἀχειρότευκτον, διασώζεται, αὐτή σου καὶ ἡ Νῆσος, πληθύς τε ἡ ἅπασα, πάσης κακώσεως.
Καταβασίαι·
Πόντῳ ἐκάλυψε.
Θείῳ καλυφθείς.

᾽Ωδὴ γ'. Ὁ Εἱρμός.
Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν ῾Ιερουσαλήμ· ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε. (Δίς)
τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν. (Δίς)

Κανὼν ᾽Ιαμβικός. Ὁ Εἱρμός.
ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,
῞Υβριν τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι
Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. (Δίς)

ληπτός ἐστιν ἡ Θεαρχικωτάτη·
῾Ρήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,
Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ
Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,
Λαοὺς ἀπείρους, ἀπραπῇ τοῦ Πνεύματος.
ν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,
Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,
Οὗ τὴν δι' Υἱοῦ πατρικῆς ἐξουσίας,
Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,
Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.

Τῆς Θεοτόκου. Τοὺς σοὺς ὑμνολόγους.
Κοσμεῖται εἰκόσιν ὁ Ναός σου, ἁγίαις ὁ ἅγιος Ἁγνή, ἐκτὸς τῆς σῆς ἣν ὥρισας, δοξᾶσαι κατ' ἐξαίρετον, καὶ σχεδιᾶσαι θαύματι, ἐν πρεσβυτέρᾳ τῇ Πόλει σου.
Κοσμεῖται ὁ θεῖος χαρακτήρ σου, χερσὶν ἱερέως εὐλαβοῦς, τοῖς χρώμασιν ὡς εἴθισται, ὁ ἀπὸ σοῦ ἐν θαύμασι, σχεδιασθεὶς Πανάχραντε ὃς σῷ Ναῷ τεθησαύρισται.
Φανεῖσα ἡ μόνη Θεοτόκος, καὶ θεῖσα μορφὴν τὴν ἑαυτῆς, ἐν τῇ σανίδι ἔκτοτε, Φανερωμένη κέκληται, αὕτη ἡ θαυματόβρυτος, Εἰκὼν τῆς μόνης Θεόπαιδος.
Θαλάσσας ἠπείρους τε καὶ νήσους, θαυμάτων ἐνέπλησε πολλῶν, ποντοποροῦσα Δέσποινα, Εἰκὼν ἡ παναγία σου, καὶ εἰσελθοῦσα ἵδρυται, ᾧ ᾑρετίσα το οἴκῳ σου.
Δόξα. Τριαδικόν.
Βουλήσει Πατρὸς τὸν Θεὸν Λόγον, ἀφράστως ἐκύησας Ἁγνή, καὶ συνεργείᾳ Πνεύματος, δι' οὗ κατεσοφίσθησαν, οἱ τοῦ Υἱοῦ σου σήμερον, πεφωτισμένοι Ἀπόστολοι,
Καὶ νῦν. Θεοτοκίον.
Μορφῆς σου τὸν θεῖον χαρακτῆρα, σεῶς ἀσπαζόμενοι Ἁγνή, ἐκ τῶν κινδύνων πάντοτε, ταχέως ἐκλυτρούμεθα, τῆς νήσου σου οἱ τρόφιμοι, καὶ τῆς Μονῆς σου Θεόνυμφε.
Καταβασίαι·
Τὴν ἐξ ὕψους δύναμιν.
῎Εῤῥηξε γαστρός.

Κάθισμα·
῏Ηχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸ πανάγιον Πνεῦμα νῦν κατελθόν, ἐπὶ τοὺς Ἀποστόλους εἴδει πυρός, θάμβους ἐπλήρωσε, τῶν ἐθνῶν τὰ συστήματα· ἐν γὰρ γλώσσαις λαλούντων, πυρίναις Φιλάνθρωπε, τὴν ἰδίαν ἕκαστος, διέλεξιν ἤκουεν· ὅθεν καὶ τὸ θαῦμα, τοῖς ἀπίστοις ὡς μέθη, πιστοῖς δὲ σωτήριον, ἀληθῶς ἐγνωρίζετο· διὰ τοῦτο δοξάξομεν, τὸ κράτος σου Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου.
Δόξα. Καὶ νῦν.
Τῆς Θεοτόκου, ὅμοιον.
Εὑδοκίᾳ Παρθένε τοῦ σοῦ Υἱοῦ, ἐν Εἰκόνι τυποῦται ἡ σὴ μορφή, ἄνευ τεχνουργήματος, καὶ χρωμάτων Πανάχραντε· ἐξ αὐτῆς γὰρ βρύει, ἰάματα θαύματα, τοῖς ἐκ πόθου ταύτην, τιμῶσι καὶ σέβουσιν· όἱσπερ διὰ πλήθους, πρεσβειῶν σου Παρθένε, παρέχεις τὴν ἴασιν, τῆς ψυχῆς καὶ τοῦ σώματος, τοῖς πιστῶς ἐκβοῶσί σοι Οἰκτείρησον Παρθένε ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς πιστῶς προσκυνοῦσι, τὸ σὸν θεῖον ἐκτύπωμα.

ᾨδὴ δ'. Ὁ Εἱρμός.
Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· Τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας. (Δίς).
ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρώην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου, ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.
Σῆμα θεότητος φέρων, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενόν ἐστιν αὐτοκέλευστον,

Ὁ ᾽Ιαμβικὸς Εἱρμός.
ναξ ἀνάκτων, όἰος ἐξ οἴου μόνος,
Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.
᾽Ισοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,
Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,
᾽Αδουσι· Δόξα τῷ κράτει σου, Κύριε.

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,
Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,
᾽Ομβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου
Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε,
᾽Επισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,
Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ·
᾽Εν γὰρ προσώποις όἰδε τριττοῖς οὐσίαν,
Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν·
῎Ελαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

Τελεῖσθε πάντες τῇ Θεαρχικωτάτῃ,
῞Οσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας·
῾Υπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,
Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,
῞Ολην πορίζων τὴν χάριν τοῦ Πνεύματος.

Τῆς Θεοτόκου. Τὴν ἀνεξιχνίαστον.
Φέρεις ἐν Εἰκόνι σου Μῆτερ Θεοῦ, τοὺς τῶν Ἀρχαγγέλων ἐξάρχοντας, δι' ὧν σοὺς δούλους, περιέπεις καὶ φρουρεῖς, τοὺς ἐν αὐτῇ καὶ ἅπαντας, νήσῳ τοὺς τιμῶντάς σε σήμερον.
Θεὶς ἐπιτραχήλιον ὁ ἱερεύς, νῆστις καὶ νηφάλιος ἵστατο, καὶ χρωματίζων, σοῦ τὸ έἰδος τῆς μορφῆς, περιχαρῶς ἐξίστατο, αὐτοψεὶ ἰδὼν σὸν θαυμάσιον.
χαιρε τῷ πνεύματι ὁ εὐσεβής, πλοίαρχος ἰδὼν τὰ θαυμάσια, τὰ ἐν τῇ Λήμνῳ καὶ Λευκάδι τῆς Ἁγνῆς, καὶ τῷ Θεῷ ἀνέκραζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Πῶς σοῦ ἐξυμνήσω τὸ κάλλος Ἁγνή, ἢ πῶς κατ' ἀξίαν δοξάσω σε, ἐν ὕμνοις οὔσαν, θείας δόξης θησαυρόν; ῞Ολος καὶ γὰρ ἐξίσταμαι, σοῦ τὰ μεγαλεῖα νοούμενος.
Δόξα. Τριαδικόν.
Πνεῦμα τὸ πανάγιον τὸ κατελθόν, ἐν γλωσσοπυρσεύτῳ θεάματι, τοὺς Ἀποστόλους, κατεφώτισε σαφῶς, τὸ σὺν Πατρὶ ὁμότιμον, καὶ σὺν τῷ Υἱῷ δοξαξόμενον.
Καὶ νῦν. Θεοτοκίον.
δωκας τοῖς δούλοις σου πᾶσιν ἡμῖν, τὸν ἀχειροποίητον τύπον σου, τοῖς Λευκαδίοις εἰς ἀντίθετον πολλῶν, ἐπηρειῶν Πανάχραντε, καὶ εἰς ἀγαθῶν τὴν ἀντεκτησιν.
Καταβασίαι·
Κατανοῶν ὁ Προφήτης.
᾽Αναξ ἀνάκτων.

ᾨδὴ ε'. Ὁ Εἱρμός,
Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα. (Δίς)
ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν· Πνεῦμα σοφίας Θεοῦ· Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι' Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός· μεταδοτικόν, ἐν οἷς κατοικίιεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος. (Δίς)

Ὁ ᾽Ιαμβικὸς Εἱρμός.
Λὑτήριον κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
῏Ω τέκνα φωτόμορφα τῆς ᾽Εκκλησίας·
Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,
῾Η γλωσσοπυρσόμορφος Πνεύματος χάρις. (Δίς)

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,
Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,
Σοφίζον ἐν γλώσσῃσι τοὺς Ἀποστόλους,
᾽Επισφραγίζον τὸν φερέσβιον Λόγον,
Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

ῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,
ἐξ αὐτῷ κατεσκεύαξε τῶν Ἀποστόλων,
Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον·
῾Ομοσθενοῦς δὲ καὶ συνουσιουμένου,
Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

Τῆς Θεοτόκου. ᾽Εξέστη τὰ σύμπαντα.
ξέστη ἡ σύμπασα, πληθὺς Ἁγνὴ τῆς πόλεως, Μαύρας τῆς Ἁγίας κατιδοῦσα, πηγὴν θαυμάτων τὴν ἱεράν σου μορφήν, τὴν ἀχειροποίητον δι' ἧς, σκέπεις τοὺς τιμῶντάς σου, ἐν αὐτῇ θείαν σύναξιν.
Πλουτίζεται χάρισι, Λευκὰς ἡ νῆσος φέρουσα, κόλποις τὴν αὐτότυπον Εἰκόνα, τῆς Θεοτόκου, δι' ἧς διώκονται νῦν, ἀνομβρίαι πᾶσαι καὶ λοιμοί, καὶ σεισμὸς καὶ ἔφοδος, τῶν ἀκρίδων βαρβάρων τε.
νάρχου γεννήτορος, ἄναρχον Λόγον ἐμόρφωσας, ἔνδον ἐν γαστρί σου Θεοτόκε· ὃς ἐν σανίδι, τῆς σῆς Εἰκόνος μορφήν, ἄχρωμον ἐμόρφωσε φρικτῶς, καὶ ἀχειροποίητον, δι' οὗ σώζεις τοὺς δούλους σου,
Θεοῦ σὺ ἐμόρφωσας, ἄμορφον Λόγον Πανάμωμε, δούλου τὴν μορφὴν ἐκ σοῦ λαβόντα, ὡς τὴν Εἰκόνα, δίχα χρωμάτων τὴν σήν, καὶ ἀχειροποίητον μορφήν, καὶ πηγὴν ἀνέδειξε, θαυματόβρυτον Δέσποινα.
Δόξα. Τριαδικόν.
Τὸ Πνεῦμα τὸ ἅγιον, Πατρὸς ἐκπορευόμενον, καὶ ἀναπαυόμενον τῷ Λόγῳ τὸ καὶ φωτίσαν, τοὺς ἱεροὺς Μαθητάς, πυριμόρφῳ θέᾳ κατελθόν, τοῦτο συνδοξάσωμεν, καὶ πιστῶς προσκυνήσωμεν,
Καὶ νῦν. Θεοτοκίον.
Κροτεῖ σου τὴν σύναξιν, κατακοσμούμενος σήμερον, ὁ ἐν τῇ   ονῇ σου θεῖος οἶκος, πλουτῶν ἐν κόλποις, τὴν ἱεράν σου μορφήν, ἥτις ἀναβλύξει τοῖς πιστοῖς, ῥεῖθρα τῶν ἰάσεων, τῆς ψυχῆς καὶ τοῦ σώματος.
Καταβασίαι·
Τὸ διὰ τὸν φόβον σου ληφθέν.
Λυτήριον κάθαρσιν.

ᾨδὴ στ'. Ὁ Εἱρμός.
Ναυτιῶν τῷ σάλῳ τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ ᾽Ιωνᾶς Χριστὲ βοῶ σοι· ᾽Εκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. (Δίς)
κ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἰπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε· ὅτι ἐκ Πατρὸς Υἱὸς ἀῤῥεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν. (Δίς)

Ὁ Ἰαμβικὸς Εἱρμός.
λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
῞Ιν᾽, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,
Στέρνων ᾽Ιωνᾶν τῆς φθορᾶς διαρπάσῃς,
῞Ολον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα. (Δίς).

μερτον ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,
Αἰωνίως ἔξουσι Πνεῦμα καινίσας,
Πατροπροβλήτως πάντοτε ξυνημμένον,
῞Υλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,
῾Ρύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

ρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,
Σιωνίταις μίμνουσι σὴν παρουσίαν,
Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,
Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,
῎Ωκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Τῆς Θεοτόκου. Τὴν θείαν ταύτην.
Τὴν θείαν ταύτην σου σύναξιν, ἐν τῇδε σου τῇ πόλει δοξάξομεν, Θεοχαρίτωτε· διὰ τῆς σῆς θεοτύπου τε, Εἰκόνος τῆς ἁγίας, ἣν ἀσπαζόμεθα.
Λαὸς Θεοῦ ὁ χριστώνυμος, ᾽Ηπείρου καὶ ᾽Ιόνων ἀθροίσθητε, πανηγυρίξοντες· ἡ γὰρ Αγνὴ ἐπεσκέψατο, ἡμᾶς· διὸ κροτοῦμεν, ταύτης τὴν σύναξιν.
Τετυπωμένην ἣν ἔδειξας, Παρθένε σὴν Εἰκόνα καὶ ἄχρωτον, ἵλεως φάνηθι, πᾶσι τοῖς πόθῳ τιμῶσί σου, καὶ ὑπὲρ ὧν μὴ παύσῃ, Θεῷ πρεσβεύουσα.
νευ σπορᾶς ὄντως γέγονεν, ὁ τόκος σου Παρθένε ὡς δέδεικται, ὁ θεῖος τύπος σου, ἄνευ χειρός· ὢ τοῦ θαύματος! ὃν πίστει προσκυνοῦντες, σὲ μακαρίζομεν.
Δόξα. Τριαδικόν.
Πατέρα Λόγον δοξάσωμεν, καὶ Πνεῦμα τὸ πανάγιον σήμερον, ὃ ἐπεδήμησεν ἐν κόσμῳ σῶσαι τοὺς θέλοντας, ἐν Πνεύματι βιοῦσθαι, ὡς οἱ Ἀπόστολοι.
Καὶ νῦν. Θεοτοκίον.
λπὶς Λευκάδος καὶ καύχημα, Παρθένε ἡ ονή σου γεγένηται, ἐν ᾗ παρίσταται, ὁ αὐτοσχέδιος τύπος σου, ὁ τῆς μορφῆς σου Κόρη, ἡ θαυματόβρυτος.
Καταβασίαι·
Ναυτιῶν τῷ σάλῳ.
῾Ιλασμὸς ἡμῖν Χριστέ.

Κοντάκιον·
῏Ηχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Τοὺς τῷ Ναῷ σου ἐρχομένους Κόρη πάνσεμνε, καὶ σοῦ τὴν σύναξιν ἐκ πόθου ἑορτάζοντας, καὶ τιμῶντάς σου τὸν ἅγιον χαρακτῆρα, τούτοις δώρησαι Παρθένε τὰ ἐλέη σου, ἐκ παντοίων ῥυσαμένη τούτους θλίψεων, τοὺς σοὶ κράζοντας· Χαῖρε μόνη Πανύμνητε.
Ὁ Οἶκος·
γγελοι ὡς ἐν πόλῳ νοερῶς παρεστῶτες, τὸν ὕμνον μεθ' ἡμῶν σοὶ κροτοῦσι, τῇ Παρθένῳ καὶ Μητρὶ Θεοῦ· ἐν αὐτῷ δὲ ἡμεῖς τῷ οἴκῳ σου ἱστάμενοι, καὶ τὸν ἀχειρότευκτόν σου τύπον ἀσπαζόμενοι, βοῶμέν σοι τό· χαῖρε οὕτως·
Χαῖρε, ἡ ἔφορος τῆς Μονῆς σου·
χαῖρε, ἡ Δέσποινα τῆσδε νήσου.
Χαῖρε, τῆς ἐκλετῆς σου Λευκάδος τὸ καύχημα·
χαῖρε, ᾽Ιονίων τῶν πασῶν τὸ ἐντρύφημα.
Χᾶίρε, ὅτι λύμης ἔσωσας τῆς αἱρέσεως αὐτάς·
χαῖρε, ὅτι ἀπεσόβησας ἀντιθέων προσβολάς.
Χαῖρε, ἡ σωτηρία τῶν πιστῶν φοιτητῶν σου·
χαῖρε, ἡ εὐκοσμία τοῦ ἁγίου Ναοῦ σου.
Χαῖρε, δι' ἧς σεισμοῦ ἐκλυτρούμεθα·
χαῖρε, δι' ἧς κινδύνων ῥυόμεθα.
Χαῖρε, οὐκοῦν ἡ προστάτις τῶν ᾧδε·
χαῖρε, λοιπὸν ἡ ἐλπὶς ἡμῶν πάντων.
Χαῖρε, μόνη Πανύμνητε.

Συναξάριον·
Τὸ τῆς ἡμέρας καὶ μετ' αὐτό,
τὸ παρόν ὑπόμνημα·
Τῇ αὐτῇ ἡμέρᾳ τῇ Δευτέρᾳ τῆς ἁγίας Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ῞Ενα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.
Στίχ. Πᾶσα πνοὴ δόξαζε Πνεῦμα Κυρίου. Δι' οὗ πονηρῶν πνευμάτων φροῦδα θλάσεις,
Τῇ αὐτῇ ἡμέρᾳ τὴν Σύναξιν τῆς ῾Υπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἐν τῇ πόλει Ἁγίᾳ Μαύρᾳ τῇ ἐν Λευκάδι τῇ νήσῳ ἑορτάζομεν, ἥτις καὶ Φανερωμένη καλεῖται, ὅτι ἐφάνη κατ' ὄναρ τῷ ἱερομονάχῳ Καλλίστῳ τῷ ζωγράφῳ καὶ ἐσχεδίασε τὴν ἁγίαν αὐτῆς  ορφὴν ἐπὶ σανίδος.
Στίχ.  Μορφῆς τὴν θέαν φανεῖσα σχεδιάζει·  Ἀφανῶς ἡ Πάναγνος ἐν Βυζαντίῳ.
Τῇ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, Χριστὲ ὁ Θεός, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ τῶν ἁγίων Ἀποστόλων, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ Εἱρμός.
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς έἰ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. (Δίς).
ητορευόντων τὰ θεῖα μεγαλεῖα τῶν Ἀποστόλων, τοῦ Πνεύματος ἡ ἐνέργεια, ἐνομίζετο μέθη τοῖς ἀπιστοῦσι, δι' ἧς Τριὰς γνωρίζεται, έἱς Θεὸς τῶν Πατέρων ἡμῶν.
Τὴν ἀδιαίρετον φύσιν ὀρθοδόξως θεολογοῦμεν, Θεὸν Πατέρα τὸν ἄναρχον, τῆς αὐτῆς ἐξουσίας Λόγον καὶ Πνεῦμα· Εὐλογητὸς έἰ κράζοντες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ ᾽Ιαμβικὸς Εἱρμός.
Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρἔτας·
῾Η τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάξει τοῦ βοᾷν· Τριὰς μόνη,
᾽Ισοσθενής, ἄναρχος, εὐλογητὸς έἰ.

Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες,
῎Εφασκον οἰνότευκτον ἄφρονες μέθην·
῾Ρήσεις ξενηκούσθησαν ὡς Αποστόλων·
Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως·
Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς έἰ.

Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα,
῎Ενθους ᾽Ιωὴλ τοῦ θεαρχικωτάτου,
Οἷς ἐκχεῶ, φήσαντος όἱά περ Λόγου,
Τοῦ Πνεύματός μου, συμβοήσουσι· Φύσις,
῾Η τρισσοφεγγόφωτος, εὐλογητὸς έἰ.

Τριττὶ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν,
῞Οπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις,
Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας·
Ἀλλ' ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ
Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἰ.

Τῆς Θεοτόκου. Οὐκ ἐλάτρευσαν.
Σῶζε ἅπαντας, Παρθένε τῷ τεμένει σου, θείῳ προστρέχοντας, καὶ ἐξαιτοῦντας θερμῶς, τὰ θεῖα ἐλέη σου, καὶ ὕμνοις ψάλλοντας, τῷ θείῳ τόκῳ σου· ῾Ο τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητος εἶ.
Θεονύμφευτε, Μαρία ἡ κυήσασα, Χριστὸν τὸν Κύριον, σὺ ἐπεσκέψω ἡμᾶς, διὰ τῆς ἁγίας σου, Εἰκόνος Δέσποινα· σὺ καὶ πρέσβευε, ὑπὲρ ἡμῶν τῷ Κτίστῃ σου, ὡς Υἱόν σου Θεοτόκε.
Πανηγύρεως, ἡμέραν συγκροτήσαντας, Ἁγνὴ τοὺς δούλους σου, καὶ τῷ Ναῷ σου πιστῶς, συντρέχοντας πάντοθεν, φρούρησον ψάλλοντας· Χαῖρε Δέσποινα, δι' ἧς σεισμοῦ λυτρούμεθα, ἀνομβρίας τε καὶ νόσων.
Τῆς Νεάνιδος, Παρθένου τὸ ἐκτύπωμα, τὸ ὑπὲρ ἔννοιαν, ἄνευ χειρὸς καὶ βαφῆς' ἐκ μόνης δεήσεως, ἐκτυπωθὲν ταπεινῆς, ἀσπαζόμενοι, οἱ θιασῶται σήμερον, σὲ Παρθένε ἀνυμνοῦμεν.
Δόξα. Τριαδικόν.
Τὸ Πανάγιον, πιστοὶ Πνεῦμα δοξάσωμεν, τὸ ὁμοούσιον, σὺν τῷ Πατρὶ καὶ Υἱῷ τὸ σπεῦσαν αὐτόκλητον, ὥσπερ ἐν εἴδει γλωσσῶν, κατερχόμενον, τοῦ ἁγιᾶσαι σήμερον, τοὺς τοῦ Λόγου θείους Μύστας.
Καὶ νῦν. Θεοτοκίον.
Μεγαλύνων σε, τῶν Λευκαδίων σήμερον, λαὸς Πανύμνητε, ὁ εὐσεβής σου Ἁγνή, παννύχιον δέησιν ἐν τῇ  ονῇ σου τελεῖ, μνημονεύων σου, τὰ τελεσθέντα θαύματα, τοῦ ἀπείρου σου ἐλέους.
Καταβασίαι·
Οἱ ἐν καμίνῳ τοῦ πυρός.
Σύμφωνον ἐθρόησεν.

ᾨδὴ η'. Ὁ Εἱρμός.
φλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ· καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (Δίς)
Ζωτικῆς ἐξ ὕψους βιαίας φερομένης, ἠχητικῶς τοῦ Πνεύματος τοῦ παναγίου, ἁλιεῦσι πνοῆς, πυρίνων εἴδει γλωσσῶν, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐῤῥητορεύοντο· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Οἱ μὴ θιγομένῳ προβαίνοντες ἐν ὄρει, μὴ πεφρικότες πῦρ δειματοῦν, δεῦτε καὶ στῶμεν ἐν τῷ ὄρει Σιών, ἐν πόλει ζῶντος Θεοῦ, πνευματοφόροις Μαθηταῖς νῦν συγχορεύοντες· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὁ ᾽Ιαμβικὸς Εἱρμός.
Λύει τὰ δεσμά, καὶ δροσίζει τὴν φλόγα,
Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
῾Υμνοῦσι παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτῆρα καὶ παντουργὸν ὡς εὐεργέτην,
῾Η δημιουργηθεῖσα σύμπασα κτίσις.

Μνήμην ὁ Χριστὸς τῶν βροτοσσόων ἐπῶν,
Ἃπατρακουσθεὶς τοῖς Ἀποστόλοις ἔφη·
Τὸ Πνεῦμα τεύχει γλωσσοπυρσεύτῳ θέᾳ
᾽Εφίζον· εὐλογητὸν οἰκειουμένη,
᾽Ηλλοτριωμένη δὲ μέλπει σε κτίσις.

Σωτηριωδῶς, αὐτοδεσπότως ἰόν,
Φῶς αὐτολαμπές, καὶ παρεκτικὸν φάους
῾Υπάρχον, ἦκες ἐμφοροῦν Ἀποστόλοις,
Τιμῆεν ὡς ἄημα· τοῖς σοῖς οἰκέταις,
Λελιπαρημένον δὲ Πνεῦμα προσνέμοις.

σὲ Προφητῶν πνευματέμφορον στόμα,
Σὴν σωματωδῶς, ὦ μέδων, ἐνδημίαν,
Καὶ Πνεῦμα κόλπων πατρικῶν προηγμένον,
Ἀκτιστοσυμπλαστουργοσύνθρονον σέθεν,
῾Ιεὶς ἐνανθρωπήσεως πιστοῖς σέβας.

Τῆς Θεοτόκου. Παῖδας εὐαγεῖς.
Σὲ τὴν Θεοτόκον καὶ Παρθένον, Προφῆται οἱ θεηγόροι προκατήγγειλαν· οὗτοι γὰρ ἐν Πνεύματι, σὲ προεωράκασι, Θεοῦ καὶ προειρήκασι, τοῖς πᾶσιν ᾽Αχραντε, τὰ σοὶ παρὰ Θεοῦ μεγαλεῖα, καὶ τὸν ἐν ὑστέροις, καιροῖς ἐκ σοῦ τεχθέντα.
Τέξασα τοῦ κόσμου τὸν Σωτῆρα, πηγὴ τοῦ ἐλέους ἐχρημάτισας· ὅθεν δυσωποῦμέν σε, πίστει τοὺς προστρέχοντας, τῷ σῷ Ναῷ ἁγίασον, καὶ τοὺς κραυγάζοντας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Βάτῳ σε προέγραψεν ὁ μέγας, Μωσῆς Θεοτόκε ὁ θεράπων σου· σὸς Υἱὸς δὲ ἔγραψε, σῆς μορφῆς ὁμοίωμα· ἀλλ' ὁ μὲν ὕμνος ἔστεψε, σὲ ὡς  ητέρα Θεοῦ· ὁ δὲ τῶν θαυμασίων πηγήν σε· ὅθεν σὲ ὑμνοῦμεν, Παρθένε εἰς αἰῶνας.
Λύονται αὐχμοῦ καὶ ἀνομβρίας, δεσμοὶ τῇ Εἰκόνι σου προσπίπτοντες· νόσοι φυγαδεύονται, καὶ λοιμοὶ καὶ ἔφοδος, ἡ τῶν ἀκρίδων Πάναγνε, καὶ κλόνος παύεται, σεισμοῦ ἐν λιτανείᾳ ἐλθόντες, οἱ πιστοί σου δοῦλοι, Παρθένε Θεοτόκε.
Εὐλογοῦμεν Πατέρα, Υἱόν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον,
Τριαδικόν.
Τρεῖς ὁμολογῶ τὰς ὑποστάσεις, μιᾶς τῆς ὁμοουσίου τε θεότητος, ἄναρχον Πατέρα μέν, καὶ Υἱὸν συνάναρχον, καὶ Πνεῦμα δὲ τὸ ἅγιον, τὸ ὁμοούσιον, τὸ καὶ τοὺς Ἀποστόλους φωτίσαν, κατελθὼν ἐν κόσμῳ γλωσσοπυρσεύτῳ θέᾳ.
Καὶ νῦν. Θεοτοκίον.
Νῦν τὰ μεγαλεῖά σου Παρθένε, οὐχ ἥττονα τῶν ἀρχαίων ἡμῖν ἔδειξας· τοῖς τε σῆς κατέχουσι, θέας τὸ ὁμοίωμα, τοῖς μονασταῖς καὶ ἅπασι, τοῖς ἐν Λευκάδι πιστοῖς· σεισμοῦ γὰρ διασώζεις σου ταύτην, καὶ αὐχμοῦ τὴν Νῆσον, καὶ ἐκ παντὸς κινδύνου.
Καταβασίαι·
᾽Αφλεκτον πυρί.
Λύει τὰ δεσμά.

῾Η Τιμιωτέρα οὐ ψάλλεται.

ᾨδὴ θ'. Ὁ Εἱρμός.
Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν. (Δίς)
πιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ' ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.
Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο· τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

Ὁ ᾽Ιαμβικὸς Εἱρμός.
Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος·
Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,
῾Ρητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως·
᾽Ιλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον·
Νοεῖν· ὅθεν σε συμφώνως δοξάξομεν. (Δίς)

δειν ἔοικε τὴν φυσίζωον Κόρην·
Μόνη γὰρ ἐν δίνῃσι κεκρύφει Λόγον,
Νοσοῦσαν ἀλθένοντα τὴν βροτῶν φύσιν·
῝Ος δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος
Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

σοις ἔπνευσεν ἡ θεόῤῥυτος χάρις,
Λάμποντες, ἀσιράπτοντες, ἠλλοιωμένοι,
᾽Οθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην,
Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,
Σοφὴν τρίφεγγον οὐσίαν δοξάξομεν.

Τῆς Θεοτόκου, μετὰ μεγαλυναρίων.
Ἅπας γηγενής.
γγελοι τὴν σύναξιν τῆς Παρθένου, καὶ ἄνθρωποι δοξάζουσιν, ὧδε ἐν ᾧ ἡ Θεόπαις ᾑρετίσατο κατοικῆσαι.
πας γηγενής, θαυμάσει γηθόμενος, τὰ μεγαλεῖα σου, Μῆτερ ἀειπάρθενε, καὶ θαυμασίων σου τὰ παράδοξα, τὴν δὲ σεπτὴν Εἰκόνα σου, τὴν θεοτύπωτον, μακαρίζει, τῶν Ἀγγέλων τάγματα, καὶ βροτῶν
 φιλεόρτων συστήματα.
γγελοι ἐν πόλῳ σοι παρεστῶτες, ὑμνοῦσί σε πανύμνητε, ὡς καὶ βροτοὶ σῷ τεμένει, σοῦ τιμῶσι τὸν χαρακτῆρα.
σωσας λαόν, πολλάκις Πανάχραντε, νήσου Λευκάδος τῆς σῆς, διὰ τῆς Εἰκόνος σου, Φανερωμένης ἣν ἐθαυμάστωσας, ἀπὸ σεισμοῦ κακώσεως, εὐλογιῶν καὶ λιμοῦ, ἀπό τε συμφορῶν καὶ κινδύνων, καὶ ἀπὸ ἀκρίδων, καὶ ἀνομβρίας πάσης.
Ἄγγελοι καὶ ἄνθρωποι σου ἐν οἴκῳ, φαιδρῶς συνεορτάζουσιν, οἱ μὲν κρυπτῶς Θεοτόκε, οἱ δ' ἐμφανῶς ἀσιγήτοις ὕμνοις.
σωσας πολλοῦ, κινδύνου τὸν δοῦλόν σου, τὸν συσχεθέντα ποτέ, Κόρη Ἀνατόλιον, ἐφ' ἡμιόνου καὶ ἐπὶ πλοίου δεινῶς, τὸν ἐν αὐτῇ σου γνήσιον· νῦν δὲ μονήρους ζωῆς, ἐγεγόνει, μέτοχος ὡς ἔοικεν, ὁ αὐτὸς μνημονεύων σῆς χάριτος.
γγελοι δοζάζουσί σου Παρθένε, βροτοί τε τὰ θαυμάσια, ἃ ἐν τῇ νήσῳ σου ταύτῃ, καὶ Μονῇ σου Ἁγνὴ εἰργάσω.
Ψάλλοντας Ἁγνή, τοὺς δούλους σου πρόσδεξαι, καὶ τὰ ἐλέη σου, πᾶσιν ἡμῖν δώρησαι, τοῖς ἀνυμνοῦσι καὶ μεγαλύνουσι, σὲ τὴν ἀειμακάριστον, καὶ παναμώμητον, καὶ τιμῶσι, τὴν ἀχειροποίητον, καὶ πανίερον Κόρη Εἰκόνα σου.
Δόξα. Τριαδικόν.
γγελοι ἐν πόλῳ τῷ Τρισηλίῳ, Θεῷ τὸν ὕμνον ᾄδουσι, ὡς καὶ βροτοὶ φιλεόρτων, ᾽Ορθοδόξων ἐν γῇ κροτοῦσι.
γει ἑορτήν, λαός σου ὁ γνήσιος, Θεὲ τρισήλιε, ὡς ἐπιλαβόμενος, ἐπαγγελίας τῆς σῆς τὸ πλήρωμα, τὸ Πνεῦμά σου τὸ ἅγιον· σήμερον γάννυται, καὶ δοξάξει, σὲ τὴν τρισυπόπατον, Θεαρχίαν μιᾷ ἐν Θεότητι.
Καὶ νῦν. Θεοτοκίον.
γγελοι τὴν σύναξιν τῆς Παρθένου, τὴν ἐν Λευκάδι σήμερον, σὺν τοῖς βροτοῖς εὐφημοῦσι, τῆς Ἁγίας πόλεως Μαύρας.
γει ἑορτήν, Παρθένε ἡ πόλις σου, τῆς σῆς συνάξεως, ἐπὶ τῇ Μονῇ σου νῦν, καὶ μνείαν ἄγουσα τῶν θαυμάτων σου, τοῖς πᾶσι διαγγέλλει σου, τὰς θείας χάριτας, καὶ προνοίας, ἃς περὶ τὸν κλῆρόν σου, Θεοτόκε παρέχεις ἑκάστοτε.
Καταβασίαι·
Μὴ τῆς φθορᾶς.
Χαίροις Ἄνασσα.

ΕΞΑΠΟΣΤΙΛΑΡΙΑ

Τῆς ῾Εορτῆς.
῏Ηχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸ Πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον ἁγίασον πάντας.
Τῆς Θεοτόκου, ὅμοιον.
Τῆς Θεοτόκου Μαρίας, τὴν θείαν σύναξιν πιστοί, ἐν τοῖς ἐμοῖς θιασῶται, ἀνευφημήσωμεν ὁμοῦ, κατασπαζόμενοι πόθῳ καὶ τὸν αὐτῆς θεῖον τύπον.
Καὶ αὖθις τῆς ῾Εορτῆς, ὅμοιον.
Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη· καὶ δι᾽ αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται, Τριάδα σέβειν ἁγίαν.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

῾Ιστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ ᾽Ιδιόμελα τῆς ῾Εορτῆς γ'·

῏Ηχος δ'.
Παράδοξα σήμερον, εἰδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον, ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.
Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· ζωή, καὶ ζωοποιοῦν· φῶς, καὶ φωτὸς χορηγόν· αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.
Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά. Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως· ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα· Θεὸς καὶ θεοποιοῦν· πῦρ, ἐκ πυρὸς προϊόν· λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι' οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν· ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.

Καὶ τῆς Θεοτόκου Στιχηρὰ Προσόμοια γ'·
῏Ηχος ὁ αὐτός. Ὁ ἐξ ὑψίστου κληθείς.
ν τῇ αὐτῇ σου συνάξει Θεοτόκε, ἅπαντας τοὺς ῎Ιονας καὶ ᾽Ηπειρώτας καλεῖς, καὶ σὺν αὐτοῖς πάντα σύλλογον, τῶν φιλεόρτων, ἔκ τε τοῦ κλήρου καὶ τῶν ἀζύγων τε, καὶ τοὺς πόῤῥω πέλοντας, καλεῖς Παρθένε Ἁγνή, συνεορτᾶσαί σου σήμερον, καὶ μνημονεῦσαι, τὰ σὰ θαυμάσια, οὓς ἐπλούτισας, τοὺς ἐν Λευκάδι θιασώτάς σου, ᾽Ορθοδόξους σεμνὴ τοὺς μονάζοντας, καὶ τοὺς πόλεως πάντας, τῆς Ἁγίας Μαύρας δούλους σου.
ν Λευκαδίᾳ τῇ νήσῳ ἡ Παρθένος, τῇδε παροικήσασα διὰ τῆς θείας αὐτῆς, Εἰκόνος πάντας τοὺς ῎Ιονας, φρουρεῖ καὶ σκέπει, διὰ τοὺς θείους αὐτῆς θεράποντας· ὅθεν καὶ οὐ παύεται, τῇ καθ' ἡμᾶς γενεᾷ ἡμῶν ἡ πάναγνος Δέσποινα, τελεῖν ὡς πρῴην, πολλὰ καὶ μείζονα τὰ θαυμά σια· διὸ καὶ ταύτῃ τὰ ἐφύμνια, καὶ οἱ κρότοι καὶ ἅπαντα πρέπουσι, τῇ Μητρὶ τοῦ Κυρίου, καὶ ἡμῶν θείᾳ προστάτιδι.
ξ ἀνοβρίας λιμοῦ σεισμοῦ καὶ νόσων, καὶ ἀκρίδων ἅπαντας, εὐλογιῶν καὶ παντός, κινδύνου σῶζε τοὺς δούλους σου, τοὺς προσφυγόντας, τῇ σῇ Εἰκόνι ἣν ἐθαυμάστωσεν, ὁ Υἱός σου Πάναγνε, ὁ ποιητὴς καὶ Θεός, καὶ τῇ ἡμῶν ἐδωρήσατο, Ἁγίᾳ Μαύρᾳ ὡς μέγαν ὄλβον καὶ ἀναφαίρετον· ὅθεν καὶ ταύτην ἀχειρότευκτον, Θεοτόκε καλοῦμεν οἱ δοῦλοί σου, καὶ Πηγὴν Ζωοδόχον, καὶ αὐτὴν Φανερωμένην σε.
Δόξα. ῏Ηχος πλ. β'.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Τῆς Θεοτόκου. ῏Ηχος ὁ αὐτός.
Βασιλὶς ὑπάρχουσα Πανύμνητε, τοῦ τε οὐρανοῦ καὶ γῆς ἁπάσης, Βασιλέα τῶν ἁπάντων μόνη τέξασα, καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων, ἣν ὁ πρῶτος ἐν βασιλεῦσιν εἰς σὲ ἀνατέθηκεν, ἐκεῖ ἔδει γραφῆναι ἄνευ χειρός, τὴν βασιλικήν σου θέαν, καὶ δοξασθῆναι θαύμασι, καὶ δοθῆναι τῇ Μονῇ σου ταύτῃ, ᾗ ᾑρετίσω Κόρη Δέσποινα. Φρούρει οὖν ἡμᾶς τῇ δυνάμει σου, τοὺς τελοῦντάς σου τὴν θείαν ἑορτήν, καὶ ἀσπαζομένους σου τὸν θεῖον χαρακτῆρα, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τῷ Υἱῷ σου Μητροπάρθενε.
Δοξολογία Μεγάλη.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑ

Τὰ Τυπικά. Εἰς τοὺς Μακαρισμούς, ἐκ τοῦ β' Κανόνος τῆς ῾Εορτῆς ἡ γ΄ ᾨδή καὶ ἐκ τοῦ Κανόνος τῆς Θεοτόκου, ἡ στ'.

ᾨδὴ γ'. ῏Ηχος δ'.
Ὁ Εἱρμός. ῎Εῤῥηξε γαστρός.
ληπτός ἐστιν ἡ θεαρχικωτάτη·
῾Ρήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,
Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ  
Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,
Λαοὺς ἀπείρους, ἀσιραπῇ τοῦ Πνεύματος. (Δίς)

ν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,
Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,
Οὗ τὴν δι' Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,
Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν. (Δίς)

ᾨδὴ στ'.
῏Ηχος ὁ αὐτός. Τὴν θείαν ταύτην.
Ναὸς τῆς ὅλης Θεότητος, ὑπάρχεις Παναγία Θεόνυμφε, ἡμῶν δὲ ἔφορος, καὶ ἱλασμὸς τῶν τιμώντων σου, τὸν θεῖον χαρακτῆρα ὃν ἐθαυμάστωσας.
Τὴν θείαν ταύτην σου σύναξιν, ἐν τῇδε τῇ Μονῇ σου δοξάξομεν, Θεοχαρίτωτε· διὰ τῆς σῆς θεοτύπου τε, Εἰκόνος τῆς ἁγίας, ἣν ἀσπαζόμεθα.
Δόξα. Τριαδικόν.
Πατέρα Λόγον δοξάσωμεν, καὶ Πνεῦμα τὸ πανάγιον σήμερον, ὃ ἐπεδήμησεν, ἐν κόσμῳ σῶσαι τοὺς θέλοντας, ἐν πνεύματι βιοῦσθαι ὡς οἱ Ἀπόστολοι.
Καὶ νῦν. Θεοτοκίον.
λπὶς Λευκάδος καὶ καύχημα, Παρθένε ἡ  Μονή σου παρίσταται, ἐν ᾗ καθίδρυται, ὁ ἀχειρότευκτος τύπος σου, ὁ τῆς Μορφῆς σου Κόρη καὶ θαυματόβρυτος.

Ἀπόστολος καὶ Εὐαγγέλιον
Τῆς ῾Εορτῆς (ζήτει αὐτὰ τῇ Δευτέρᾳ τοῦ Αγίου Πνεύματος - Α' ἑβδ. ᾽Επιστολῶν Παύλου καὶ Α' Ματθαίου)
ἢ καὶ τῆς Θεοτόκου (ζήτει αὐτὰ τῇ η' Σεπτεμβρίου)

Εἰς τὸ ᾽Εξαιρέτως, τό·
Χαίροις Ἄνασσα.

Κοινωνικόν·
Τὸ Πνεῦμά σου τὸ ἀγαθόν.
Ποτήριον σωτηρίου λήψομαι.