среда, 14 марта 2012 г.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΦΑΝΕΡΩΜΕΝΗΝ


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΗΣ Η ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΟΙΚΩΝ
ΕΥΡΗΤΑΙ ΕΝ ΤΗ ΝΗΣΩ ΤΗΣ ΛΕΥΚΑΔΟΣ

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Εὐλογήσαντος τοῦ Ἱερέως, τό· Κύριε εἰσάκουσον, μεθ' ὃ τό· Θεὸς Κύριος, ὡς συνήθως καὶ τὰ ἑξῆς·
῏Ηχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Λευκαδίων ἀσφαλὴς προστασία, Φανερωμένη Θεοτόκε Μαρία, τοὺς τῇ Μονῇ σου πίστει καταφεύγοντας, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, τούτων τὰ αἰτήματα, συμπαθῶς ἐκπληροῦσα. Σὺ γὰρ ὡς Μήτηρ, Πάναγνε, Χριστοῦ, πᾶσι παρέχεις, ταχεῖαν ἀντίληψιν.
Δόξα. ῏Ηχος πλ. δ'.
ν τῇ Μονῇ σου Παρθένε πόθῳ προστρέχοντες, καὶ προσκυνοῦντες τὴν θαυμαστήν σου Εἰκόνα, μετ' εὐλαβείας ἀντλοῦμεν τὰς χάριτας· καὶ δι' αὐτῆς ἔκ τε σεισμοῦ, λιμοῦ, λοιμοῦ, αὐχμοῦ καὶ νόσων, ταῖς πρεσβείαις σου σωζόμεθα.
Καὶ νῦν.
῏Ηχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ν Βυξαντίῳ ἡ ἁγία σου ὄψις, θεοτυπώτως τῇ σεπτῇ σου Εἰκόνι, ὑπερφυῶς τετύπωται Πανύμνητε· ἣν ὡς πλοῦτον ἄσυλον, ἐν τῇ νήσῳ Λευκάδος, θαύματα βλυστάνουσαν, μετεκόμισαν Κόρη, ᾗ εὐλαβῶς προσπίπτοντες Ἁγνή, Φανερωμένην, αὐτὴν ὀνομάζομεν.

Ὁ Ν' Ψαλμός.

Ο ΚΑΝΩΝ

Οὗ ἡ ἀκροστιχίς:  Λευκὰς χαίρει τῇ Φανερωμένῃ. Γερασίμου.

ᾨδὴ α'. ῏Ηχος πλ. δ'. ῾Υγρὰν διοδεύσας.
Λευκὰς ὡς ἁγίασμα ἱερόν, ἐκτήσατο Κόρη, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἣν Φανερωμένην ὀνομάζει, ἐκ τῶν πραγμά των τὴν κλῆσιν προσνέμουσα.
ξέχεας χάριν σου τὴν πολλήν, Κεχαριτωμένη, τῇ Εἰκόνι σου τῇ σεπτῇ· ὅθεν ἀναβλύζει καθ' ἑκάστην, ἁγιασμὸν καὶ παθῶν ἀπολύτρωσιν.
ψόθεν ἐπίβλεψον συμπαθῶς, ὄμματι ἱλέῳ, τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σεπτῇ Μονῇ σου Θεοτόκε, καὶ τὴν θερμήν σου αἰτοῦντας βοήθειαν.
Κινδύνων λυτρούμεθα καὶ παθῶν, δῆμοι Λευκαδίων, τῇ θερμῇ σου ἐπισκοπῇ· ὅθεν εὐγνωμόνως τὴν σὴν χάριν, Φανερωμένη Παρθένε κηρύττομεν.

᾽Ωδὴ γ'. Οὐρανίας ἁψῖδος.
 νομβρίας ὡς πάλαι, τῆς χαλεπῆς Δέσποινα, Λῆμνον ἐλυτρώσω τὴν νῆσον, τῇ ἐπισκέψει σου, οὕτω ἐπόμβρησον, Φανερωμένη Παρθένε, δρόσον παρακλήσεως, τοῖς ἐν ταῖς θλίψεσι.
Σὲ προστάτιν καὶ σκέπην, καὶ ἀῤῥαγὲς στήριγμα, ἔχουσα Λευκὰς ἡ σὴ νῆσος, πιστῶς προστρέχει σοι, καὶ ἀνακράζει σοι· Φανερωμένη Παρθένε, ἀπὸ πάσης θλίψεως, ῥύου με πάντοτε.
Χαριτόβρυτος κρήνη, ἡ σὴ Εἰκὼν Ἄχραντε, δέδοται τῇ νήσῳ Λευκάδι· ὅθεν Λευκάδιοι, ταύτῃ προσπίπτοντες, Φανερωμένη Παρθένε, ἐξ αὐτῆς λαμβάνομεν, θᾶττον πᾶν αἴτημα.
σθενοῦντες ἰῶνται, καὶ πᾶς πιστὸς ῥώννυται, τῇ ἐκ τῆς σεπτῆς σου Εἰκόνος, πλουσίᾳ χάριτι· ὅθεν Λευκάδιοι, καὶ ἡ περίοικος πᾶσα, εὐσεβῶς κηρύττουσι, τὰ σὰ θαυμάσια.
Διάσωσον, Φανερωμένη Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας, πίστει τῇ σῇ Εἰκόνι.
πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.                                     

Αἴτησις καὶ κάθισμα·
῏Ηχος β'. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, Λευκάδιοι προστρέχοντες, λυτροῦνται ἀεί, ποικίλων περιστάσεων, Φανερωμένη Δέσποινα· σὺ γὰρ πᾶσι τὴν θείαν σου εὔνοιαν, κατὰ τὴν κλῆσιν τὴν σὴν φανεροῖς, καὶ πᾶσι παρέχεις χάριν ἄφθονον.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
λαστήριον ἅγιον πέλει ἡ Εἰκών σου ἡμῖν Πανύμνητε· ἐν αὐτῇ γάρ σοι παρίστανται, φόβῳ Ἀσωμάτων οἱ Ἀρχάγγελοι.
ῦσαι πάσης κακώσεως, καὶ ἐκ προσδοκιας σεισμοῦ τὴν νῆσόν σου, τὴν προστρέχουσαν τῇ σκέπῃ σου, ὧ Φανερωμένη Κόρη Πάναγνε.
πομβρίαις Πανύμνητε, τῆς προμηθεστάτης σου ἀντιλήψεως, ἀσινεῖς ἡμᾶς διάσωζε, ἐκ ποικίλων Κόρη περιστάσεων.
δε Κόρη τοὺς σπεύδοντας τῆ σεπτῆ Μονῇ σου καὶ τῇ Εἰκόνι σου, μετὰ πίστεως προσπίπτοντας, καὶ παράσχου τούτοις τὰ αἰτήματα.

ᾨδὴ ε'. Φώτισον ἡμᾶς.
Τείχισον Ἁγνή, ἐκ βελῶν τοῦ πολεμήτορος, τοὺς προσπίπτοντας ἐν δάκρυσι θερμοῖς, τῷ παντίμῳ σου Παρθένε ᾽Εκτυπώματι.
ρθη ἐμφανῶς, ἡ λαμπρότης τῆς Εἰκόνος σου· διὰ τοῦτο Ἀκαρνᾶνες εὐλαβῶς, ᾽Ηπειρῶται καὶ Λευκάδιοι ὑμνοῦσί σε.
Φλέγει τὴν ἰσχύν, τοῦ δολίου πολεμήτορος, ὦ Ἁγνὴ Φανερωμένη Μαριάμ, τῆς Εἰκόνος σου ἡ χάρις ἡ σωτήριος.
νωθεν ἡμᾶς, μὴ ἐλλίπῃς ἐποπτεύουσα, τοὺς προστρέχοντας τῇ θείᾳ σου Μονῇ, καὶ τὴν σὴν ἐκδεχομένους χάριν Δέσποινα.

ᾨδὴ στ'. Τὴν δέησιν.
Ναῷ σου, τῷ ἱερῷ προσιόντες, ὡς πρὸς ὅρμον γαληνότατον Κόρη, τρικυμιῶν χαλεπῶν τῶν τοῦ βίου, Φανερωμένη Παρθένε λυτρούμεθα, καὶ τῆς χαρᾶς τῆς ἀληθοῦς, καὶ εἰρήνης τῆς θείας πληρούμεθα.
ξέστη, ἐν Βυξαντίῳ ὡς εἰδεν, ὁ ξωγράφος τὴν ἁγίαν σου ὄψιν, ἐν τῇ σανίδι φρικτῶς τυπωθεῖσαν, καὶ τὴν σὴν δόξαν ἀνύμνησεν Ἄχραντε· Φανερωμένη δὲ αὐτή, προσφυῶς Θεοτόκε ὠνόμασται.
ημάτων, ἐκ κατωδύνου καρδίας, καὶ δεήσεων θερμῶν Θεομῆτορ, τῶν προσκυνούντων τὴν θείαν Μορφήν σου, Φανερωμένη Παρθένε ἐπάκουσον, καὶ δίδου ἅπασιν ἡμῖν, τὴν θερμὴν ἀρωγήν σου δεόμεθα.
ς πλοῦτον, καὶ θεοδώρητον δῶρον, τῆς Λευκάδος κεκτημένη ἡ νῆσος, Φανερωμένη Παρθένε Μαρία, τὴν θαυμαστὴν καὶ ἁγίαν Εἰκόνα σου· διὸ καὶ χαίρει καὶ σκιρτᾷ τοῖς πολλοῖς θαυμασίοις σου Δέσποινα.
Διάσωσον, Φανερωμένη Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας πίστει τῇ σῇ Εἰκόνι.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον·
῏Ηχος β'. Τοῖς τῶν αἱμάτων σου.
ς ἀσφαλῆ προστασίαν καὶ ἔφορον, Φανερωμένη Παρθένε πλουτοῦντές σε, Λευκάδιοι πόθῳ προστρέχουσι, τῇ σῇ ἁγίᾳ Εἰκόνι βοῶντές σοι· Σὺ έἰ ἡμῶν Κόρη τὸ στήριγμα.

Προκείμενον·
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον·
᾽Εκ τοῦ κατὰ Λουκᾶν.
(κεφ. 1, 39-Λ5)
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾽Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν όἰκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾽Ελισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾽Ελισάβετ τὸν ἀσπασμὸν τῆς   αρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ ᾽Ελισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἰπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ᾽Ιδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἰπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαὶ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τον οίκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου...
Στίχ. Ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
῏Ηχος πλ. β'. ῞Ολην ἀποθέμενοι.
λη κεχαρίτωται ἡ σὴ Εἰκὼν Θεοτόκε ἐν ᾗ ἀχειρότευκτον, τὴν σὴν ὄψιν Ἄχραντε διεμόρφωσας, ἐν ᾗ ἐξέφηνας, πολλοῖς τεκμηρίοις, τὴν ταχεῖαν προστασίαν σου, καὶ τὴν ἀντίληψιν, πρὸς ἡμᾶς πιστῶς ἀνυμνοῦντάς σε· ἔνθεν Φανερωμένην σε, Κόρη εὐλαβῶς ὀνομάξομεν, καὶ εὐσήμῳ γλώσσῃ, κηρύττοντες τὰ θαύματα τὰ σά, ἀπεκδεχόμεθα πάντοτε, τὴν πλουσίαν χάριν σου.

Ὁ ἱερεύς·
Σῶσον ὁ Θεός...

ᾨδὴ ξ'. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.
Μεγαλύνομεν Κόρη, τὰ πολλὰ μεγαλεῖα τῆς σῆς χρηστότητος, καὶ πίστει παρεστῶτες, Φανερωμένη πάντες, εὐλαβῶς ἐκβοῶμέν σοι· Δίδου ἡμῖν ὦ Ἁγνή, ἀγαθοδότους δόσεις.
κ σεισμῶν βαρυτάτων, καὶ λοιμῶν καὶ ἐξ ἄλλης πληγῆς καὶ μάστιγος, ἀπάλλαττε ἀπαύστως, Ἁγνὴ Φανερωμένη, τοὺς ἐν πίστει προστρέχοντας, τῇ προστασίᾳ τῇ σῇ, καὶ θερμοτάτῃ σκέπῃ.
Νεκρωθεὶς τῇ κακίᾳ τῇ σῇ χάριτι σπεύδω καὶ ἀνακράζω σοι, Ἁγνὴ Φανερωμένη, ἡ τὸν Χριστὸν τεκοῦσα, ζώωσόν με κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λευκὰς ἐγκαυχᾶται, τῇ σεπτῇ σου Εἰκόνι καὶ τὴν ῾Επτάνησον, Ἁγνὴ Φανερωμένη, ἅπασαν συγκαλεῖται, εὐχαρίστως κραυγάζειν σοι· Χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.

ᾨδὴ η'. Τὸν Βασιλέα.
Γέρας καὶ στέφος, καὶ παραμύθιον θεῖον, οἱ Λευκάδιοι πλουτοῦντές σε Παρθένε, πίστει τῇ σεπτῇ σου, προσπίπτομεν Εἰκόνι.
πιδε Κόρη, ἐπὶ τὴν νῆσόν σου ταύτην, καὶ ἀπάλλαττε αὐτὴν πάσης ἀνάγκης, σὲ ὑπερυψοῦσαν, Ἁγνὴ Φανερωμένη.
ῶσιν πηγάξει, ψυχῆς καὶ σώματος Κόρη, ὑπεμφαίνουσα Φανερωμένη πᾶσι ἡ σεπτὴ Εἰκών σου, τὴν ἄφθονόν σου χάριν.
γαλλιῶνται, σὺν Λευκαδίοις Παρθένε, οἱ τὴν ῎Ηπειρον καὶ τὴν Ἀκαρνανίαν, εὐσεβῶς οἰκοῦντες, τῇ σῇ ἐπισκιάσει.

ᾨδὴ θ'. Κυρίως Θεοτόκον.
Σεισμοῦ τῆς ἀπειλῆς με, ἡ Λευκὰς βοᾷ σοι, ἀπάλλαξόν με καὶ πάσης στενώσεως, Φανερωμένη Παρθένε, ὡς προστασία μου.
άτρευσον τὴν νόσον, τῆς ψυχῆς μου Κόρη, καὶ συνηθείας πικρᾶς με ἐκλύτρωσαι, Φανερωμένη Παρθένε, τὸν προσιόντα σοι.
Μονήν σου τὴν ἁγίαν, ὅρμον σωτηρίας, τοῖς ἐν Λευκάδι τῇ νήσῳ ἀνέδειξας, Φανερωμένη Παρθένε, τοῖς θαυμασίοις σου.
Οἱ πίστει τῇ σεπτῇ σου, καὶ θείᾳ Εἰκόνι, Φανερωμένη Παρθένε προσπίπτοντες, ἁγιασμὸν καὶ εἰρήνην, θείαν κομίζονται.
μνῶν τὰ μεγαλεῖα, στόματι ἀνάγνῳ, Φανερωμένη Παρθένε τῆς δόξης σου, κάθαρσιν θείαν αἰτοῦμαι, καὶ ἀπολύτρωσιν.

Τό· ξιόν ἐστι καὶ τὰ μεγαλυνάρια·
Χάριν ἀναβλύζει διηνεκῆ, ἡ σεπτὴ Εἰκών σου, μυστικῇ σου ἐπισκοπῇ, Κόρη ἐν Λευκάδι, ἥτις Φανερωμένη, προσφόρως παρὰ πάντων, καλεῖται Δέσποινα.
ν τῷ Βυζαντίῳ ἄνευ χειρός, νεύσει σου ἁγίᾳ ἐμορφώθη ἡ σὴ μορφή· ὅθεν ἡ Εἰκών σου, προσφόρως ἐπεκλήθη, Φανερωμένη Κόρη, Θεογεννήτρια.
Χαίρει εὐφροσύνην τὴν ἐν Θεῷ Λευκὰς ἡ σὴ νῆσος, τῇ Εἰκόνι σου τῇ σεπτῇ, καὶ τὰς κύκλῳ νήσους, Ἁγνὴ Φανερωμένη, πρὸς αἴνεσιν καλεῖται, τῶν θαυμασίων σου.
ῦσαι ὀλεθρίου Κόρη σεισμοῦ, καὶ πάσης ἀνάγκης, καὶ κινδύνων ἐπαγωγῆς, ταύτην σου τὴν νῆσον, Φανερωμένη Κόρη, τῇ θείᾳ σου Εἰκόνι, ἀεὶ προσπίπτουσαν.
δε τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σεπτῇ  Μονῇ σου, καὶ ἑστῶτας πίστει θερμῇ' ὦ Φανερωμένη, τῇ θείᾳ σου Εἰκόνι, καὶ πλήρου τὰς αἰτήσεις, τούτων ἑκάστοτε.
Δρόσον  εὐφροσύνης   πνευματικῆς, στάζει ἡ Εἰκών σου, ὡς οὐράνιον γλυκασμόν, καὶ ἀεὶ σβεννύει, τὰς τῶν παθῶν φλογώσεις, Ἁγνὴ Φανερωμένη, ἡμᾶς εὐφραίνουσα.
Χαίροις ὁ χριστώνυμος ὁ λαός, τῆς νήσου Λευκάδος, ἀσπαζόμενος εὐλαβῶς, τὴν θείαν Εἰκόνα, τῆς Πεφανερωμένης. Ἀεὶ γὰρ διασώζει, ἡμᾶς ἡ ἄχραντος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἡ ἐκτενὴς καὶ ἀπόλυσις, μεθ' ἣν ψάλλομεν το εξῆς·
῏Ηχος β'. ῞Οτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, Κεχαριτωμένη Παρθένε, Φανερωμένη Ἁγνή, τῇ χαριτοβρύτῳ σου, Εἰκόνι Δέσποινα, πάσης βλάβης ἀπάλλαττε, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων θλίψεων, καὶ περιστάσεων, πάντων τὰς αἰτήσεις πληροῦσα, ῥῶσιν καὶ χαρὰν καὶ ὑγείαν, πᾶσι δωρουμένη ὡς φιλάγαθος.
Δίστιχον·
᾽Εμφανῆ τὴν χάριν σου, Φανερωμένη.
Γερασίμῳ ποίησον τῷ σὲ ὑμνοῦντι.