четверг, 23 мая 2013 г.
ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΟΥΣ ΕΚ ΤΩΝ ΛΑΤΙΝΙΚΩΝ ΑΙΡΕΣΕΩΝ ΕΠΙΣΤΡΕΦΟΝΤΑΣ ΤΗ ΟΡΘΟΔΟΞΩ ΤΕ ΚΑΙ ΚΑΘΟΛΙΚΗ ἘΚΚΛΗΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
Τυπωθεῖσα ὑπ' αὐτῆς τῆς ἁγίας καὶ μεγάλης συνόδου, εἰς τοὺς
ἐκ τῶν λατινικῶν αἱρέσεων ἐπιστρέφοντας τῇ ὀρθοδόξῳ τε καὶ καθολικῇ Ἐκκλησίᾳ
τῆς Κωνσταντινουπόλεως, ἀλλὰ δὴ καὶ τοῖς τρισὶν ἁγιωτάτοις πατριάρχαις τῆς
Ἀνατολῆς, Ἀλεξανδρείας δηλονότι, Ἀντιοχείας, καὶ Ἱεροσολύμων.
ΕΤΥΠΩΘΗ δ' αὕτη ἐν ἔτει 1492, ἐν Κωνσταντινουπόλει, ἐπὶ τῆς
πατριαρχείας τοῦ ἁγιωτάτου πατριάρχου κυρίου Συμεών. Ἰστέον δὲ, ὅτι ἡ σύνοδος
αὕτη, οἰκουμενικὴ οὖσα, πρώτη σὺν Θεῷ τὴν ἐν Φλωρεντίᾳ ἐκείνην παρανομωτάτην
κατέβαλε καὶ ἀνέτρεψε σύνοδον (1484), ὡς κακῶς καὶ ἀθέσμως προβᾶσαν, καὶ μὴ
ἀκολουθήσασαν ταῖς πρὸ αὐτῆς ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις, διὸ καὶ τὸν
ὅρον τῆς καθ' ἡμᾶς ὁρθοδόξου καὶ ἁγίας ταύτης συνόδου, τῆς ἐν Κωνσταντινουπόλει
δηλαδὴ, κατετάξαμεν τοῦτον ἐν τῷ παρόντι ἱερῷ κώδικι τῆς ἁγίας τοῦ Χριστοῦ
μεγάλης Ἐκκλησίας, ἐπὶ τῶν ἡμερῶν ἠμῶν ταύτης συστάσης. Καὶ ταῦτα μὲν ὧδέ πως
εἰρήσθω.
Ὁ δὲ ἀρχιερεὺς, ἢ καὶ ὁ ἱερεὺς, προτροπῇ αὐτοῦ, βαλὼν ἐπιτραχήλιον,
ποιεῖ εὐλογητὸν ἔμπρσθεν τῶν ἀγίων θυρῶν τοῦ βήματος.
᾽Ερώτησις
·
Βούλει, ἄνθρωπε, γενέσθαι ὀρθόδοξος,
καὶ ἁποτάσσῃ πᾶσι τοῖς αἰσχίστοις καὶ ἀλλοτρίοις δόγμασι τῶν Λατίνων, δηλονότι
περὶ τῆς ἐκπορεύςεως τοῦ ἁγίου Πνεύματος, ὅτι κακῶς φρονοῦσι καὶ δοξάζουσι τὸ
καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· ἀλλὰ δὴ τῶν τε ἱερουργουμένων παρ' αὐτοῖς ἀζύμων,
καὶ τῶν λοιπῶν ἐθῶν τῆς Ἐκκλησίας ἐκείνων, ὅσα οὐ συμφωνεῖ τῇ καθολικῇ καὶ
ὀρθοδόξῳ τῆς Ἀνατολικῆς Ἐκκλησίας;
Ὁ Λατῖνος
·
Ναὶ, δέσποτα ἅγιε, ἐξ ὅλης μου τοῦτο
ποιῶ τῆς ψυχῆς.
Ἐρώτησις
·
Ἀπόκρισις
·
Ναὶ, δέσποτα ἅγιε, τοῦτο στέργω ἐξ
ὅλης μου τῆς ψυχῆς, καὶ φυλάττω αὐτὸ ἀπαραποίητον.
Ἐρώτησις
·
Καθυποβάλλεις τῷ ἀναθέματι, ὡς καὶ οἱ
ἅγιοι καὶ θεῖοι Πατέρες ἡμῶν τοῦτ' ἐποίησαν, δηλονότι, τοὺς τολμῶντας μετὰ προσθήκης
τοῦτο λέγειν τινὸς, καὶ ἐκ τοῦ Υἱοῦ ὥσπερ καὶ ἐκ τοῦ Πατρὸς ἐκπορεύσθαι
φλυαροῦντας τὸ Πνεῦμα τὸ ἅγιον;
Ἀπόκρισις
·
Ἐξ ὅλης ὁμολογῶ τῆς ψυχῆς τοῦτο
ἀπαραποίητον, καὶ τοὺς μὴ οὕτω στέργοντας αὐτὸ καθυποβάλλω τῷ ἀναθέματι.
᾽Ερώτησις
·
Ἀποβάλλῃ καὶ εἰς οὐδὲν λογίζῃ τὴν ἐν Φλωριντίᾳ τῆς Ἰταλίας προσυστᾶσαν σύνοδον, καὶ ὅσα ἔστιρξεν ἐκείνη κακῶς ἐναντία τῆς καθολικτῆς Ἐκκλησίας καὶ νόθα;
Ἀπόκρισις
·
Ἀποβάλλομαι ταύτην τὴν σύνοδον, δέσποτά μου, καὶ ὡς μηδὲ τὸ κατ῾ ἀρχὰς συστᾶσαν ἢ γεγονυῖαν ταύτην λογίζομαι εἰναι.
Ἐρώτησις
·
Ἀποστρέφῃ, τελείως καὶ τὰς συνάξεις τῶν Λατίνων ἐν ταῖς αὐτῶν Ἐκκλησίαις, ἢ καὶ αὐτῶν τῶν λατινοφρόνων, καὶ τοὺς τὲ ἄζυμα ἰουδαϊκῶς, ἢ ἀπολλιναριστικῶς ταῦτα ἱερουργοῦντας, ὡς αἱρετικούς;
Ἀπόκρισις·
Ναὶ, δέσποτα, καὶ τοῦτο ποιῶ ἐξ ὅλης μου τἡς ψυχῆς.
Ἐρώτησις·
Ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἑξῆς χάριτι θείᾳ ἐξασφαλίζῃ ἕως τέλους ζωῆς σου διαμένειν ἐν τῇ ὀρθοδόξῳ ταύτῃ πίστει τῆς καθ' ἡμᾶς ἀγίας Ἐκκλησίας ἀκλόνητος καὶ ἀσάλευτος, κἂν εἴ τί σοι γένηται;
Ἀπόκρισις
·
Ναὶ, τίμιε δέσποτα, τοῦ Θεοῦ συνεργοῦντός μοι, τοῦτο ὑπόσχομαι.
Καὶ ὁ ἀρχιερεὺς, ἢ ὁ ἱερεύς
·
Καὶ λοιπὸν ὁμολόγησον ἤδη τὸ ἅγιον τῆς πίστεως ἡμῶν σύμβολον ἄνευ τινὸς προσθήκης.
Καὶ λέγει ὁμολογῶν μεγάλῃ τῇ φωνῇ τὸ, Πιστεύω εἱς ἕνα Θεὸν, καὶ λέγει τοῦτο ἕως τέλους. Καὶ μετὰ τὸ εἰπεῖν καὶ ἀπαρτίσαι αὐτὸ τὸ σύμβολον ἅπαν, εὐθὺς χρίεται ὑπὸ τοῦ ἱερέως ὁ τοιοῦτος τῷ ἁγίῳ καὶ μεγάλῳ τῇς Ἐκκλησίας μύρῳ, ἔν τε τῷ μετώπῳ αὐτοῦ ἐγχαράττοντος σταυρὸν τοῦ ἱερέως, ὁμοίως καὶ εἰς τὰ ὦτα, καὶ τῷ πώγωνι αὐτοῦ, καὶ ταῖς χερσὶν, ἀλλὰ δὲ καὶ τῷ στήθει, καὶ τοῖς γόνασι, λέγοντος καὶ ἐπιφωνοῦντος τοῦ ἀρχιερέως ἐν μιᾷ ἐκάστῃ αἰσθήσει, ἐν τῷ χρίειν· Σφραγὶς δωρεᾶς Πνεύματος ἁγίου, ἀμήν.
Καὶ μετὰ τὸ ἀπομυρῶσα τοῦτον, εὔχεται ὁ Ιερεὺς ἄνω τῆς κεφαλῆς τοῦ χρισθέντος τῷ μύρῳ τὴν εὐχὴν ταύτην.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς, καὶ τοῖς ἐν γᾑ δι᾽ ἄφατον ἔλεος ἐπιδημήσας, καὶ διδάξας τοὺς ἀνθρώπους ὁμολογεῖν τὴν ἀληθινὴν καὶ ἄμεμπτον ὁμολογίαν, τὴν τῆς ὁμοουσίου καὶ συναϊδίου Τριάδος ἐπίγνωσιν, καὶ τὸ προσκυνητὸν καὶ παντοδύναμον Πνεῦμα, διὰ τοῦ ἀψευδοῦς σου στόματος ὑποφήνας ἐκπορεύεσθαι τοῦτο καὶ ὑφίστασθαι ἐκ τοῦ ἀνάρχου σου Πατρὸς καὶ Θεοῦ, αὐτὸς, Δέσποτα, τὸν δοῦλόν σου (δεῖνα), τὸν ἐπιστρέφοντα ἐκ τῆς λατινικῆς αἱρέσεως πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου σου καὶ τοῦ αψευδοῦς σου στόματος, καὶ τὴν τῶν ἀγίων σου Ἀποστόλων καὶ διδασκάλων τῆς εὐσεβείας ἀκραιφνῆ θεολογίαν, ὁμολογίαν τε αὐτῶν καὶ παράδοσιν, πρόσδεξαι, ὡς ἐλεήμων καὶ συμπαθὴς, συνάπτων αὐτὸν καὶ ἑνῶν τοῖς ἀληθέσι δόγμασι τῆς ἁγίας σου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας καταξιῶν τε αὐτὸν τῆς ἀτελευτήτου καὶ ἀϊδίου τῶν οὐρανῶν βασιλείας τῇ ἐπιγνώσει καὶ ἀνακηρύξει τῶν τῆς εὐσεβείας δογμάτων. Πάριδε οὖν, ὡς συμπαθὴς καὶ ἐλεήμων, τὰ ἐν γνώσει τε καὶ ἀγνοίᾳ ἐν τῷ βίῳ πλημμεληθέντα αὐτῷ στερέωσον αὐτὸν διαμένειν ἐν τῇ ὀρθοδόξῳ πίστει, καὶ ὁμολογίᾳ σου· πλάτυνον δὲ αὐτοῦ τὸ στόμα ἐρεύγεσθαι κατὰ τῶν τοῦ ᾅδου πυλῶν αἱρέσεων, καὶ τῶν λοιπῶν ἀσεβειῶν διάνοιξον αὑτοῦ τοὺς νοεροὺς ὀφθαλμοὺς κατανοεῖν σου τὰ θαυμάσια· δίδαξον αὐτὸν, ἐπιτελιῖν ἁγιωσύνην ἐν φόβῳ σου· μὴ μνησθῇς τῶν ἀνομῶν αὐτοῦ· κάθαρον αὐτοῦ τὴν ψυχὴν αἱρετικῆς ἀχλύος, καὶ πάσης ἅλλης δυσσεβείας· καὶ σύναξον αὐτὸν δι' ἡμῶν προστρέχοντα τῇ ὀρθοδόξῳ σου ποίμνῃ· ὅτι πρέπει σοι πᾶσα δόξα, κτλ.
Μετὰ ταῦτα λέγει τὸν ψαλμόν· Ὑψώσω σε ὁ Θεός μου ὁ βασιλεύς μου.
Εἶτα, Δόξα καὶ νῦν. Τῂν
τιμιωτέραν. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς.
Εἶτα ἐκτενὴς, καὶ ἀπόλυσις.
Λίβελλος,
ὅν περ διδοῦσιν ἐγγράφως ἀπαιτούμενοι οἱ ἐκ Λατίνων ἐπιστρέφοντες.
Ἐπειδὴ ἀπαιτήθημεν παρὰ τοῦ παναγιωτάτου ἡμῶν δεσπότου, ἢ ἀρχιερέως (τοῦ δέινος), δοῦναι ομολογίαν καθαρὰν ἐν τῷ ἱερῷ κώδικι τῆς (ὁδεῖνος) Ἐκκλησίας, ἕν τινα κρατεῖ ἡ καθολικὴ τῶν Γραικῶν Ἐκκλησία, ἤδη κατὰ τὸν θεῖον καὶ προσκυνητὸν ὁρισμὸν αὐτοῦ, τὸν παρόντα ἡμῶν ἔγγραφον λίβιλλον ἀποδίδομεν, δι' οὗ καθομολογοῦμιν καὶ στέργομεν ἅπαντα τὰ παρὰ τῶν θείῶν καὶ ἱερῶν κανόνων ἀποφανθέντα καὶ στερχθέντα, τῶν τε ἀποστολικῶν, καὶ τῶν ἁγίων ἐπτὰ οἰκουμενικῶν συνόδων, ἀλλὰ δὴ καὶ τῶν μερικῶν, ὡς ἡ ἀγίᾳ τῶν Γραικῶν Ἐκκλησία καθομολογεῖ, ἀποβαλλόμενος πάντα τὰ τῶν Λατίνων ἄτοπα ἔθιμα, καὶ πᾶσαν ἄλλην βέβηλον κενοφωνίαν· ὦν χάριν καὶ ἡ παροῦσα ἡμῶν ἔγγραφος ὁμολογία ἐπιδόθη τῇ καθολικῇ καὶ ἀποοτολικῇ μεγάλῃ Ἐκκλησίᾳ τῆς Κωνσταντινουπόλεως, ἐν μηνὶ (ὁδεῖνι), Ἰνδικτιῶνος (ὁδεῖνος), ἔτος (ὁδεῖνα).
0 коммент.: