вторник, 28 мая 2013 г.
Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ ΠΕΡΙ ΛΑΤΙΝΙΚΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ
Ό Άγιος Μάρκος ο Ευγενικός περί λατινικού βαπτίσματος και περί της ένταξης από τη λατινική αίρεση με Άγιο Μύρο.
῾Αγίου Μάρκου τοῦ Εὐγενικοῦ
Ἐγκύκλιος ἐπιστολὴ τοῖς ἁπανταχοῦ τῆς γῆς καὶ τῶν νήσων εὑρισκομένοις ὀρθοδόξοις
Χριστιανοῖς
1. Οἱ τὴν κακὴν ἡμᾶς αἰχμαλωσίαν
αἰχμαλωτεύσαντες, καὶ πρὸς τὴν Βαβυλῶνα τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων
θελήσαντες κατασῦραι, τοῦτο μὲν οὐκ ἠδυνήθησαν ἀγαγεῖν εἰς πέρας, αὐτόθεν τε
ἀπεμφαῖνον ὁρῶντες, καὶ ἄλλως ἀδύνατον, ἐν μέσω δέ που τῆς ὁδοῦ καταμείναντες,
αὐτοί τε καὶ ὅσοι τούτοις ἐπηκολούθησαν, οὔτ' ἐκεῖνο λοιπὸν μεμενήκασιν, οὔτε
τοῦτο γεγόνασιν· Ἱεροσόλυμα μὲν ἀπολιπόντες, τὴν ὡς ἀληθῶς ὅρασιν τῆς εἰρήνης,
καὶ τὸ Σιὼν ὄρος, τὴν βεβαίαν πίστιν καὶ ἄσειστον, Βαβυλώνιοι δὲ γενέσθαί τε
καὶ κληθῆναι, μήτε βουλόμενοι μήτε δυνάμενοι, καὶ διὰ τοῦτ' ἂν, δικαίως
κληθέντες Γραικολατῖνοι, καλούμενοι δ' οὖν, ὑπὸ τῶν πολλῶν, Λατινόφρονες. Οὗτοι τοίνυν οἱ μιξόθηρες ἄνθρωποι κατὰ
τοὺς ἐν μύθοις ἱπποκενταύρους, μετὰ τῶν Λατίνων μὲν ὁμολογοῦσι τὸ «ἐκ τοῦ Υἱοῦ
τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι καὶ τὸν Υἱὸν αἴτιον ἔχειν τῆς ἑαυτοῦ ὑπάρξεως»
(οὕτω γὰρ καὶ ὁ αὐτῶν ὅρος διαλαμβάνει), μεθ' ἡμῶν δὲ τὸ «ἐκ τοῦ Πατρὸς
ἐκπορεύεσθαι» λέγουσι· καὶ μετ' ἐκείνων μὲν
«θεμιτῶς καὶ εὐλόγως τὴν προσθήκην ἐν τῷ συμβόλῳ γεγονέναι» φασὶ, μεθ'
ἡμῶν δὲ λέγειν ταύτην οὐ καταδέχονται, (καίτοι γε τὸ θεμιτῶς καὶ εὐλόγως
γενόμενον τὶς ἂν παραιτήσαιτο λέγειν;)· καὶ, μετ' ἐκείνων μὲν, τὸ ἄζυμον «σῶμα
τοῦ Χριστοῦ» λέγουσι, μεθ' ἡμῶν δὲ, αὐτοῦ μεταλαμβάνειν οὐκ ἂν τολμήσειεν. Ἆρ'
οὐχ ἱκανὰ ταῦτα τὴν γνώμην αὐτῶν διαδεῖξαι, καὶ ὅτι, οὐκ Ἀληθείας ἔρευναν
ποιούμενοι, τοῖς Λατίνοις συνῆλθον, ἣν, ἐν χερσὶν ἔχοντες, προδεδώκασιν, ἀλλὰ
χρυσοχοῆσαι βουλόμενοι, καὶ πεπλασμένην, οὐκ ἀληθῆ, συστήσασθαι ἕνωσιν;
2. Τίνα δὲ καὶ τρόπον αὐτοῖς
ἡνώθησαν, ἐπισκεπτέον· πᾶν γὰρ τὸ ἑτέρῳ ἑνούμενον, δι' ἑνός τινος μέσου πάντως,
ἑνοῦται. Τῇ μὲν οὖν δόξῃ, τῇ περὶ τοῦ ἁγίου Πνεύματος, ἔδοξαν ἑνωθῆναι, σὺν
αὐτοῖς ἀποφηνάμενοι «καὶ ἐκ τοῦ Υἱοῦ τοῦτο ἔχειν τὴν ὕπαρξιν»· τὰ δ' ἄλλα πάντα
διάφορα, καὶ οὐδὲν ἐν αὐτοῖς ἓν, οὐδὲ μέσον, οὐδὲ κοινὸν, ἀλλὰ δύο μὲν σύμβολα
καὶ παρηλλαγμένα λέγεται πάλιν, ὥσπερ καὶ πρότερον· διτταὶ δὲ καὶ διάφοροι
λειτουργίαι τελοῦνται, ἡ μὲν δι' ἐνζύμου θυσίας, ἡ δὲ δι' ἀζύμου· διττά δὲ
βαπτίσματα, τό μὲν διὰ τριττῆς καταδύσεως τελειοῦν, τὸ δὲ δι' ἐπιχύσεως ὕδατος
ἐκ κορυφῆς ἄνωθεν, καὶ τὸ μὲν, τῷ μύρῳ προσχρώμενον, τὸ δὲ, οὐδ' ὁτιοῦν αὐτοῦ
χρείαν ἔχον· διττὰ δὲ τὰ ἔθη πάντα, καὶ ἐν πᾶσι παρηλλαγμένα, νηστεῖαί τε καὶ
ἐκκλησιαστικαὶ τάξεις καὶ εἴ τι τοιοῦτον. Τὶς οὖν ἡ ἕνωσις, ὅταν μὴ φανερὸν καὶ
ἐπίδηλον σημεῖον ἔχῃ; Καὶ πῶς ἡνώθησαν οἱ τὰ οἰκεῖα στέργειν βουλόμενοι (τοῦτο
γάρ που καὶ συνεφώνησαν) καί μὴ τοῖς ἐκ τῶν Πατέρων παραδεδομένοις
ἀκολουθοῦντες;
3.
᾿Αλλὰ τὶς
ὁ σοφὸς αὐτῶν λόγος; «Οὐδέποτε», φησὶν,
«ἡ τῶν Γραικῶν Ἐκκλησία το "εκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι" ἔλεγεν,
ἀλλ' ἁπλῶς "ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι"· τοῦτο δὲ τὸν Υἱὸν οὐκ
ἐκβάλλει τῆς ἐκπορεύσεως· ὥστε κατὰ τοῦτο καὶ πρότερον ἦμεν καὶ νῦν ἐσμεν
ἡνωμένοι». Φεῦ τῆς ἀνοίας· φεῦ τῆς τυφλώσεως! Εἰ δὲ ἀεὶ ἡ τῶν Γραικῶν Ἐκκλησία
τὸ «ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι» ἔλεγεν,
ἐξ Αὐτοῦ του Χριστοῦ καὶ τῶν ἱερῶν Ἀποστόλων καὶ τῶν ἐν ταῖς συνόδοις πατέρων
παραλαβοῦσα, τὸ «ἐκ τοῦ Υἱοῦ» δὲ,
οὐδέποτε ἔλεγεν (οὐδὲ γὰρ παρέλαβε τοῦτο παρ' οὐδενὸς), τί γε ἄλλο ἢ τὸ «ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι» ἔλεγεν; Εἰ
γὰρ οὐκ ἐκ τοῦ Υἱοῦ, δῆλον ὡς ἐκ μόνου τοῦ Πατρὸς. Ὅρα δὲ καὶ ἐπὶ τῆς
γεννήσεως. «Τὸν ἐκ τοῦ Πατρὸς»
φησὶ, «γεννηθέντα πρὸ πάντων τῶν
αἰώνων». Μή τις ἐνταῦθα τὸ «ἐκ μόνου»
προστίθησιν; Ἀλλ' οὐδὲν ἧττον καὶ νοοῦμεν τοῦτο καὶ λέγομεν ἡνίκα δεήσει· παρ'
οὐδενὸς γὰρ ἄλλου γεννᾶσθαι τὸν Υἱὸν μεμαθήκαμεν. Διὰ τοῦτο καὶ ὁ Δαμασκηνὸς
Ἰωάννης, ἐκ προσώπου τῆς Ἐκκλησίας ἁπάσης καὶ τῶν Χριστιανῶν ἁπάντων «ἐκ τοῦ Υἱοῦ» φησὶ «τὸ Πνεῦμα οὐ λέγομεν». Εἰ
δὲ «καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα» οὐ λέγομεν,
δῆλον ὡς «ἐκ τοῦ Πατρὸς μόνου» λέγομεν· διὸ καὶ μικρὸν ἀνωτέρω «τὸν Υἱὸν» φησὶν
«οὐ λέγομεν αἴτιον», καὶ ἐν τῷ ἐφεξῆς κεφαλαίῳ: «μόνος αἴτιος ὁ Πατὴρ».
4.
Τὶ ἔτι; «Οὐδέποτε» φησὶ, «τοὺς Λατίνους ὡς αἱρετικοὺς εἴχομεν, ἀλλὰ μόνον
σχισματικοὺς». Τοῦτο μὲν οὖν παρ' αὐτῶν ἐκείνων εἰλήφασι· σχισματικούς γὰρ
ἡμᾶς, ἐκεῖνοι καλοῦσιν, οὐδὲν ἡμῖν ἐγκαλεῖν ἔχοντες περὶ τὴν ἡμετέραν δόξαν,
ἀλλ' ὅτι τῆς ὑποταγῆς αὐτῶν ἀπεσχίσθημεν, ἣν ὠφείλομεν, ὡς ἐκεῖνοι νομίζουσιν.
Εἰ δὲ καὶ ἡμᾶς τοῦτο δίκαιον ἐκείνοις ἀντιχαρίζεσθαι καὶ οὐδὲν αὐτοῖς
ἐγκαλοῦμεν περὶ τὴν δόξαν, σκεπτέον. Τὴν μὲν οὖν αἰτίαν τοῦ σχίσματος ἐκεῖνοι
δεδώκασι, τὴν προσθήκην εἰσενεγκόντες ἀναφανδὸν, ἣν ὑπ' ὀδόντα, πρότερον,
ἔλεγον· ἡμεῖς δὲ αὐτῶν ἐσχίσθημεν πρότεροι, μᾶλλον δὲ ἐσχίσαμεν αὐτοὺς καὶ ἀπεκόψαμεν
τοῦ κοινοῦ τῆς Ἐκκλησίας σώματος. Διὰ τὶ, εἶπέ μοι; Πότερον, ὡς ὀρθὴν ἔχοντας
δόξαν; ἢ ὀρθῶς τὴν προσθήκην εἰσενεγκόντας; Καὶ τὶς ἂν τοῦτο εἴποι, μὴ σφόδρα
τὸν ἐγκέφαλον διασεσεισμένος; Ἀλλ' ὡς ἄτοπα καὶ δυσσεβῆ φρονοῦντας και παραλόγως τὴν
προσθήκην ποιήσαντας. Οὐκοῦν ὡς αἱρετικοὺς αὐτοὺς ἀπεστράφημεν, καὶ διὰ τοῦτο
αὐτῶν ἐχωρίσθημεν. Διὰ τὶ γὰρ ἄλλο; Φασὶ γὰρ οἱ φιλευσεβεῖς νόμοι: «αἱρετικός
ἐστι καὶ τοῖς κατὰ τῶν αἱρετικῶν νόμοις ὑπόκειται ὁ καὶ μικρὸν γοῦν τι
παρεκκλίνων τῆς ὀρθῆς Πίστεως». Εἰ μὲν οὖν οὐδέν τι παρεκλίνουσιν οἱ Λατῖνοι
τῆς ὀρθῆς Πίστεως, μάτην αὐτούς ὡς ἔοικεν ἀπεκόψαμεν· εἰ δὲ παρεκκλίνουσιν
ὅλως, καὶ ταῦτα περὶ τὴν θεολογίαν τοῦ ἁγίου Πνεύματος, εἰς ὃ βλασφημῆσαι,
κινδύνων ὁ χαλεπώτατος, αἱρετικοί εἰσιν ἄρα, καὶ ὡς αἱρετικοὺς αὐτοὺς
ἀπεκόψαμεν. Διὰ τὶ δὲ καὶ χρίομεν τῷ μύρῳ τοὺς ἐξ αὐτῶν ἡμῖν προσιόντας; Οὐκ
εὔδηλον ὡς αἱρετικοὺς ὄντας; Λέγει γὰρ ὁ τῆς δευτέρας Οἰκουμενικῆς Συνόδου
κανὼν ἕβδομος:
«Τοὺς προστιθεμένους τῇ Ὀρθοδοξίᾳ καὶ τῇ
μερίδι τῶν σῳζομένων ἀπὸ αἰρετικῶν, δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν
καὶ συνήθειαν· Ἀρειανοὺς μὲν καὶ Μακεδονιανοὺς και Σαββατιανοὺς καὶ
Ναυατιανοὺς, τοὺς λέγοντας ἑαυτοὺς Καθαροὺς, καὶ ᾿Αριστεροὺς καὶ Τεσσαρεσκαιδεκατίτας
ἤγουν Τετραδίτας καὶ Ἀπολιναριστὰς, δεχόμεθα διδόντας λιβέλλους, καὶ
ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν ὡς φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ
καὶ ἀποστολικὴ Ἐκκλησία, σφραγιζομένους ἤτοι χριομένους, πρῶτον τῷ ἁγίῳ μύρῳ,
τό τε μέτωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς ῥίνας καὶ τὸ στόμα καὶ τὰ ὦτα, καὶ
σφραγίζοντες αὐτοὺς λέγομεν: "Σφραγὶς Δωρεᾶς Πνεύματος Ἁγίου"».
Ὁρᾷς τίσι συντάττομεν τοὺς ἐκ Λατίνων ἡμῖν
προσιόντας; Εἰ οὖν οὗτοι πάντες αἱρετικοὶ, δῆλον ὅτι κἀκεῖνοι. Τὶ δὲ καὶ ὁ σοφώτατος πατριάρχης
Ἀντιοχείας, Θεόδωρος ὁ Βαλσαμὼν, ἐν ταῖς πρὸς Μάρκον τὸν ἁγιώτατον πατριάρχην
Ἀλεξανδρείας ἀποκρίσεσι, περὶ τούτων γράφει;
«Αἰχμάλωτοι Λατῖνοι καὶ ἕτεροι παρουσιαζόμενοι εἰς τὰς
καθολικὰς Ἐκκλησίας ἡμῶν, ζητοῦσι μεταλαμβάνειν τῶν θείων ἁγιασμάτων. Εἰ οὖν
ἐκχωρητέον τοῦτόν ἐστι, ζητοῦμεν μαθεῖν». «"... Ὁ μὴ ὢν μετ' ἐμοῦ κατ'
ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει ..." [Ματ. 12:30, Λουκα
11:23]. Ἐπεὶ οὖν πρὸ χρόνων πολλῶν ἀπεσχίσθη τῆς δυτικῆς Ἐκκλησίας, τῆς Ῥώμης
φαμὲν, τὸ περιώνυμον ἄθροισμα, ἐκ τῆς τῶν ἑτέρων τεσσάρων ἁγιωτάτων Πατριαρχῶν
κοινωνίας, ἀποσχοινισθὲν εἰς ἔθη καὶ δόγματα τῆς Καθολικῆς Ἐκκλησίας καὶ τῶν
Ὀρθοδόξων ἀλλότρια (διὰ γὰρ τοῦτο οὔτε ἐν ταῖς θείαις ἱεροτελεστίαις, κοινῆς
τῶν πατριαρχικῶν ὀνομάτων ἀναφορᾶς, ὁ πάπας ἠξίωται), οὐκ ὀφείλει γένος
λατινικόν, ἐκ χειρός ἱερατικῆς, διὰ τῶν θείων καὶ ἀχράντων μυστηρίων
ἁγιάζεσθαι, εἰ μὴ κατάθηται, πρότερον ἀποσχέσθαι τῶν λατινικῶν δογμάτων τε καὶ
συνηθειῶν, καὶ κατὰ κανόνας κατηχηθῇ, καὶ τοῖς Ὀρθοδόξοις ἐξισωθῇ».
Ἀκούεις
ὅτι ἀπεσχοινίσθησαν οὐ μόνον εἰς ἔθη, ἀλλὰ καὶ δόγματα τῶν Ὀρθοδόξων ἀλλότρια
(τὰ δὲ τῶν Ὀρθοδόξων ἀλλότρια, πάντως αἱρετικὰ), καὶ ὅτι κατὰ κανόνας
κατηχηθῆναι ὀφείλουσι, καὶ τοῖς Ὀρθοδόξοις ἐξισωθῆναι; Εἰ δὲ κατηχηθῆναι, δῆλον
ὅτι, καὶ τῷ μύρῳ χρισθῆναι. Πόθεν οὖν ἡμῖν ἀνεφάνησαν ἐξαίφνης ὄντες Ὀρθόδοξοι,
οἱ διά τοσούτων χρόνων καὶ ὑπὸ τοσούτων πατέρων καὶ διδασκάλων κριθέντες
αἱρετικοὶ; Τὶς αὐτοὺς οὕτω ῥᾳδίως Ὀρθοδόξους πεποίηκεν; Ὁ χρυσὸς, εἰ βούλοιο
τἀληθῆ λέγειν, καὶ κέρδη τὰ σὰ· μᾶλλον δ' ἐκείνους μὲν, οὐ πεποίηκεν
Ὀρθοδόξους, σὲ δὲ, ποιήσας ἐκείνοις ὅμοιον, εἰς τὴν τῶν αἱρετικῶν ἀπεώσατο
μοῖραν.
5.
«Ἀλλ εἰ μεσότητά τινα», φησὶν, «ἐποινοήσοιμεν τῶν δογμάτων, ἐκείνοις τε
συναφθησόμεθα δι' αὐτῆς, καὶ πρὸς ἡμᾶς αὐτοὺς καλῶς ἕξομεν, οὐδὲν ἀναγκαζόμενοι
λέγειν παρὰ τὰ εἰωθότα καὶ παραδεδομένα».
Τοῦτ'
ἐστὶν ἐκεῖνο τὸ τοὺς πολλοὺς ἐξ ἀρχῆς ἀπατῆσαν καὶ πεῖσαν ἀκολουθεῖν τοῖς εἰς
τὸν κρημνὸν τῆς δυσσεβείας ἀπάγουσι· πιστεύσαντες γὰρ εἶναί τι μέσον ἀμφοῖν τῶν
δοξῶν, ὅπερ ἐπί τινων ἐναντίων συμβαίνει, πρὸς τὸ δεινὸν ηὐτομόλησαν. Ἀλλὰ
λέξιν μέν ἐνδέχεται μέσην δύο δοξῶν εὑρεθῆναι τὴν ἀμφοτέρας σημαίνουσαν
ὁμωνύμως, δόξαν δὲ μέσην ἐναντίων δοξῶν περὶ τοῦ αὐτοῦ πράγματος, ἀδύνατον· εἰ
δὲ μὴ, καὶ ἀληθείας καὶ ψεύδους ἔσταί τι μέσον, καὶ καταφάσεως καὶ ἀποφάσεως.
Ἀλλ' οὐκ ἔστιν· ἐπὶ παντὸς γὰρ, ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις. Εἰ μὲν οὖν τὸ
λατινικὸν ἀληθὲς δόγμα, τὸ «καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι», ψευδὲς τὸ ἡμέτερον,
τὸ «ἐκ τοῦ Πατρὸς μόνου» (διὰ τοῦτο γὰρ αὐτῶν ἐχωρίσθημεν)· εἰ δὲ τὸ ἡμέτερον
ἀληθὲς, ψευδὲς ἂν εἴη δήπου τὸ ἐκείνων. Τὶ οὖν ἂν εἴη τούτων μέσον; Οὐδὲν, πλὴν
εἰ μὴ λεξις πρὸς ἄμφω τὰς δόξας ὁρῶσα, καθάπερ τις κόθορνος. Αὕτη οὖν ἡμᾶς
ἑνωθῆναι ποιήσει; Καὶ τὶ δράσωμεν, ὅταν ἀλλήλους ἐξετάζωμεν περὶ τῶν νοημάτων
καὶ τῶν δοξῶν; Ἔνι καὶ ἀμφοτέρους ἡμᾶς προσειπεῖν Ὀρθοδόξους, τούς τἀναντία
φρονοῦντας; Ἐγὼ μὲν οὐκ οἶμαι· σὺ δ' ἂν εἰδείης ὁ πάντα φύρων καὶ πάντα ῥᾳδίως
ἐπονομάζων, βούλει παρά τοῦ Θεολόγου Γρηγορίου μαθεῖν, οἷα περί τῆς μεσότητος
γράφει:
«῾H πρός πάντας ὁρῶσα τοὺς παριόντας εἰκὼν, ὁ
τῶν ἀμφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεμον λίκμησις, ἐξουσίαν λαβοῦσα
τὴν νεόγραφον κακουργίαν καὶ τὴν κατὰ τῆς ἀληθείας ἐπίνοιαν· τό γὰρ
"ὅμοιον, κατὰ τὰς Γραφὰς" τῆς εὐσεβείας πρόσχημα ἦν, τῷ χαλκῷ τῆς
ἀσεβείας περικείμενον».
Ταῦτα μέν οὖν περὶ τῆς ἐπινοηθείσης
τότε μεσότητος. Περὶ δὲ τῆς αὐτὴν ἐξευρούσης συνόδου τοιάδε πάλιν φησὶν·
«Εἴτε τον Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας
ἐμέρισεν (ὡς ὤφελόν γε καὶ ταύτας· ἐπὶ κακῷ γὰρ ἡ συμφωνία), εἴτε τὸ Καϊάφα
συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτον τὴν σύνοδον ἐκείνην
ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεε, τὸ μὲν εὐσεβὲς δόγμα καὶ παλαιὸν καὶ
τῆς Τριάδος ὁμότιμον καταλύσασα, τῷ βαλεῖν χάρακα καὶ μηχανήμασι, κατασεῖσαι τὸ
ὁμοούσιον, τῇ δὲ ἀσεβείᾳ, θύραν ἀνοίξασα, διὰ τῆς τῶν γεγραμμένων καὶ λεγομένων
μεσότητος· "σοφοὶ γὰρ ἐγένοντο τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι, οὐκ
ἔγνωσαν" [Ἱερεμίας 4:22]». Τοσαῦτα μὲν ἡμῖν περὶ τῆς μεσότητος, ὅτι τε
οὐδ' ἔστιν ὅλως μεσότης, ἱκανῶς ἀποδεδειχόσι, καὶ ὅτι τὸ τὰ τοιαῦτα ζητεῖν
ἀσεβὲς καὶ τῆς Ἐκκλησίας ἀλλότριον.
6. ᾿Αλλὰ τὶ, φησὶ, δράσωμεν πρὸς τοὺς
μέσους τούτους Γραικολατίνους, οἳ τὴν μεσότητα περιέποντες, τὰ μὲν ἐπαινοῦσι
τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων ἀναφανδὸν, τὰ δ' ἐπαινοῦσι μὲν, ἀλλ' οὐκ ἀν
ἕλοιντο, τὰ δ' οὐδ' ἐπαινοῦσιν ὅλως; Φευκτέον αὐτοὺς, ὡς φεύγει τις ἀπὸ ὄφεως,
ὡς αὐτοὺς ἐκείνους, ἢ κἀκείνων πολλῷ δήπου χείρονας, τοὺς χριστοκαπήλους καὶ
χριστεμπόρους· «οὗτοι γὰρ εἰσι», κατὰ τὸν θεῖον Ἀπόστολον, «οἱ πορισμὸν
ἡγούμενοι τὴν εὐσέβειαν», περὶ ὧν ἐπάγει λέγων· «ἀφίστασο ἀπὸ τῶν τοιούτων» [Α'
Τιμ. 6:5]. Oὐ γὰρ ἵνα
μάθωσιν ἀλλ' ἵνα λάβωσι πρὸς ἐκείνους αὐτομολοῦσι. «... τίς δὲ κοινωνία φωτὶ
πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαλ; ἢ τὶς μερὶς πιστῷ μετὰ
ἀπίστου; ...» [Β' Κορ. 6:14-15]. ῾Ημεῖς μὲν γὰρ μετὰ τοῦ Δαμασκηνοῦ καὶ τῶν πατέρων
ἁπάντων, «ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα» οὐ λέγωμεν· οὗτοι δὲ μετὰ τῶν Λατίνων «ἐκ τοῦ
Υἱοῦ τὸ Πνεῦμα» λέγουσι. Καὶ ἡμεῖς μὲν μετὰ τοῦ θείου Διονυσίου «μόνην πηγὴν
τῆς ὑπερουσίου θεότητος τὸν Πατέρα» λέγωμεν· οὗτοι δὲ μετὰ τῶν Λατίνων «καὶ τὸν
Υἱὸν πηγὴν τοῦ ἁγίου Πνεύματος» λέγουσιν, ἐκβάλλοντες αὐτὸ δηλαδὴ τῆς θεότητος.
Καὶ ἡμεῖς μὲν, μετὰ τοῦ θεολόγου Γρηγορίου, τῇ αἰτίᾳ, διακρίνωμεν τοῦ Υἱοῦ τὸν
Πατέρα· οὗτοι δὲ μετὰ τῶν Λατίνων, τῇ αἰτίᾳ, τούτους συνάπτουσι. Καὶ ἡμεῖς μὲν
μετὰ τοῦ σεπτοῦ Μαξίμου καὶ τῶν τότε Ῥωμαίων καί τῶν δυτικῶν πατέρων οὐ
ποιοῦμεν τὸν Υἱὸν αἰτίαν τοῦ Πνεύματος· οὗτοι δὲ κατὰ μὲν τοὺς Γραικοὺς,
αἰτίαν, κατὰ δὲ τοὺς Λατίνους, ἀρχὴν τοῦ Πνεύματος, τὸν Υἱὸν ἐν τῷ ὄρῳ αὐτῶν
ἀποφαίνονται (τιμᾶν, γὰρ αὐτὸν, οὐ τῷ δίκαιον, γράφοντας, ἐπεὶ καὶ ὀρρωδοῦντες
αὐτοὶ τούτῳ συνέθεντο). Καὶ ἡμεῖς μὲν μετὰ τοῦ φιλοσόφου καὶ μάρτυρος
Ἰουστίνου, «ὡς ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεύμα ἐκ τοῦ Πατρὸς» λέγομεν·
οὗτοι δὲ μετὰ τῶν Λατίνων «τὸν μὲν Υἱὸν ἀμέσως, τὸ δὲ Πνεύμα ἐμμέσως ἐκ τοῦ
Πατρὸς» λέγουσι. Καὶ ἡμεῖς μὲν, μετὰ τοῦ Δαμασκηνοῦ καὶ τῶν πατέρων ἁπάντων,
τὴν διαφορὰν γεννήσεως καὶ ἐκπορεύσεως ἀγνοεῖν ὁμολογοῦμεν· οὗτοι δὲ μετὰ τοῦ
Θωμᾶ καὶ τῶν Λατίνων, τῷ ἐμμέσῳ καὶ ἀμέσῳ διαφέρειν, φασὶ, τὰς προόδους. Καὶ
ἡμεῖς μὲν τῆς ἀκτίστου καὶ θείας φύσεως ἄκτιστον καὶ τὴν θέλησιν καὶ τὴν
ἐνέργειαν εἶναί φαμεν κατὰ τοὺς Πατέρας· οὗτοι δὲ μετὰ τῶν Λατίνων καὶ τοῦ Θωμᾶ
τὴν μὲν θέλησιν ταὐτὸν τῇ οὐσίᾳ, τὴν δὲ θείαν ἐνέργειαν κτιστὴν εἶναι λέγουσι,
κἄν θεότης ὀνομάζοιτο, κἄν τε θεῖον καὶ ἄϋλον φῶς, κἄν τε Πνεῦμα ἅγιον, κἄν τέ
τι τοιοῦτον ἕτερον, καὶ οὕτω κτιστὴν θεότητα καὶ κτιστὸν θεῖον φῶς καὶ κτιστὸν
Πνεῦμα ἅγιον τὰ πονηρὰ πρεσβεύουσι κτίσματα. Καὶ ἡμεῖς μὲν οὔτε τοὺς ἁγίους
ἀπολαβεῖν τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθὰ, οὔτε τούς
ἁμαρτωλοὺς εἰς τὴν γέενναν ἐμπεσεῖν ἤδη φαμὲν, ἀλλ' ἐκδέχεσθαι τὸν ἴδιον
ἑκατέρους κλῆρον, καὶ εἶναι τοῦτο καιροῦ τοῦ μέλλοντος μετὰ τὴν ἀνάστασιν καὶ
τὴν κρίσιν· οὖτοι δὲ, μετὰ τῶν Λατίνων, τοὺς μὲν, αὐτίκα μετὰ θάνατον,
ἀπολαβεῖν ἤδη τὰ κατ' ἀξίαν ἐθέλουσι, τοῖς δὲ μέσοις, εἴτ' οὖν τοῖς ἐν μετανοίᾳ
τετελευτηκόσι, πῦρ αὐτοὶ καθάρσιον, ἕτερόν τι τῆς γεέννης ὑπάρχον ἀναπλάσαντες,
ἀποδιδοῦσιν· ἵνα δι' αὐτοῦ, φησὶ, καθαιρόμενοι τὰς ψυχὰς μετὰ θάνατον, ἐπὶ τὴν
βασιλείαν καὶ αὐτοὶ μετὰ τῶν δικαίων ἀποκαταστῶσι· τοῦτο δὲ καὶ ὁ ὅρος αὐτῶν
περιέχει. Καὶ ἡμεῖς μὲν ἀποστρεφόμεθα τὸ ἰουδαϊκὸν ἄζυμον, τοῖς Ἀποστόλοις
κανονίζουσιν ὑπακούοντες· οὗτοι δὲ, ἐν τῷ αὐτῷ ὅρῳ, σῶμα Χριστοῦ, τὸ παρὰ τῶν
Λατίνων ἱερουργούμενον, ἀποφαίνονται. Καὶ ἡμεῖς μὲν ἀθεμίτως καὶ παρανόμως καὶ
τοῖς πατράσιν ἐξ ἐναντίου τὴν ἐν τῷ συμβόλῳ προσθήκην γεγενῆσθαί φαμὲν· οὗτοι
δὲ αὐτήν θεμιτῶς καί εὐλόγως διορίζονται γεγενῆσθαι· τοσοῦτον οἴδασι τῇ ἀληθείᾳ
καὶ ἑαυτοῖς συμφωνεῖν. Καὶ ἡμεῖς μὲν τὸν
πάπαν, ὡς ἕνα τῶν πατριαρχῶν λογιζόμεθα, καὶ τοῦτό γε, ἂν Ὀρθόδοξος ᾖ· οὖτοι
δὲ, αὐτὸν βικάριον τοῦ Χριστοῦ καὶ πατέρα καὶ διδάσκαλον τῶν Χριστιανῶν
ἁπάντων, μάλα σεμνῶς ἀποφαίνονται. Γένοιντο πατρὸς εὐτυχέστεροι, τὰ δ' ἄλλ'
ὅμοιοι· καὶ γὰρ δὴ κἀκεῖνος οὐκ εὐτυχεῖ, τὸν ἀντίπαπαν ἔχων ἐπιεικῶς
διοχλοῦντα, καὶ οὗτοι, καὶ τὸν πατέρα μιμεῖσθαι καὶ τὸν διδάσκαλον, οὐκ
ἀνέχονται.
7.
Φεύγετε οὖν αὐτοὺς, ἀδελφοὶ, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν· «οἱ γὰρ τοιοῦτοι
ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς Ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστὸν· αὐτὸς γὰρ
ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι
αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα
αὐτῶν.» [Β' Κορ. 11:13-15]. Καὶ πάλιν ἀλλαχοῦ περὶ τῶν αὐτῶν ὁ αὐτὸς Ἀπόστολος·
«οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν
κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν
ἀκάκων·» [Ρωμ. 16:18] «ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν
σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· καί· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ
ὀνομάζων τὸ ὄνομα Κυρίου.» [Β' Τιμ. 2:19]. Καὶ ἀλλαχοῦ· «Βλέπετε τοὺς κύνας,
βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν·» [Φιλιπ. 3:2]. Καὶ ἀλλαχοῦ
πάλιν· «ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ
εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.» [Γαλ. 1:8]. Βλέπετε προφητικῶς τὸ «ἢ
ἄγγελος ἐξ οὐρανοῦ» ἵνα μή τις τὴν ὑπεροχὴν τοῦ πάπα προβάλληται. Καὶ ὁ
ἠγαπημένος μαθητὴς· «εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει,
μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ
χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.» [Β' Ιωαν. 1:11]. Τούτων ὑμῖν
ὑπὸ τῶν ἁγίων Ἀποστόλων διορισμένων, στήκετε κρατοῦντες τὰς παραδόσεις, ἃς
παρελάβετε, τάς τε ἐγγράφους καὶ τὰς ἀγράφους, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ
συναπαχθέντες, ἐκπέσηστε τοῦ ἰδίου στηριγμοῦ. Θεὸς δὲ ὁ πάντα δυνάμενος,
ἐκείνους τε ἐπιγνῶναι τὴν οἰκείαν πλάνην παρασκευάσειε, καὶ ἡμᾶς αὐτῶν
ἀπαλλάξας ὡς πονηρῶν ζιζανίων, οἷα καθαρὸν καὶ εὔχρηστον σῖτον εἰς τὰς ἑαυτοῦ
ἀποθήκας συνάξειεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ
προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ
αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμὴν.
0 коммент.: