пятница, 31 мая 2013 г.
ΚΑΘΙΔΡΥΣΙΣ ΡΩΣΣΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ
ΚΑΘΙΔΡΥΣΙΣ
ΡΩΣΣΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ
Πρᾶξις συνοδικὴ, ἐν ᾗ καὶ ἀποβολὴ τοῦ νέου καλενταρίου, ἤτοι τῆς περὶ τὸ πάσχα λατίνων καινοτομίας
(1590). (1)
Τῆς ἁγίας καὶ ἱερᾶς μεγάλης συνόδου, τῆς ἐν ὀνόματι τοῦ
Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συναχθείσης ἐν τῷ ναῷ τῆς
ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ Παμμακαρίστου ᾀειπαρθένου Μαρίας τῆς
ἐπωνομασμένης Παραμυθίας, ἐν Κωνσταντινουπόλει, ἐν ἡμέοαις τοῦ εὐσεβεστάτου καὶ
θεοστέπτου βασιλέως Μοσκόβου καὶ αὐτοκράτορος πάσης ῾Ρωσσίας Θεοδώρου Ἰωάννου,
προκαθεζομένων τῶν ἁγιωτάτων ὀρθοδόξων πατριαρχῶν, τοῦ τε παναγιωτάτου Ἱερεμίου
ἀρχιεπισκόπου Κωνσταντιτινουπόλεως νέας ῾Ρώμης καὶ οἰκουμενικοῦ πατριάρχου, τοῦ
τε μακαριωτάτου Μελετίου πάπα καὶ πατριάρχου τῆς μεγάλης πόλεως Ἀλεξανδρείας
καὶ κριτοῦ τῆς οἰχουμένης, καὶ τὸν τόπον ἑπέχοντος τοῦ παναγιωτάτου Ἰωακεὶμ
Θεουπόλεως τῆς μεγάλης Ἀντιοχείας, καὶ τάσης τῆς Ἀνατολῆς, καὶ τοῦ παναγιωτάτου
Σωφρονίου πατριάρχου τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ τάσης Παλαιστίνης, ἐνδημυοῦντος τοῦ
λαμπροτάτου Γρηγορίου Ἀθανασίου, πρέσβεως τοῦ προῤῥηθέντος θεοστεβεστάτου
βασιλέως, συνεδρευόντων καὶ τῶν πανιερωτάτων
ἀρχιερέων ἐκ πάσης ἐπαρχίας τῆς ἀνατολικῆς ἐκκλνσίας τῶν ὀρθοδόξων,
Μελέτιος ὁ μακαριώτατος Ἀλεξανδρείας εἶπεν: